← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论感觉》注解

§84.4-86.5

批判德谟克利特派混淆共同感觉对象

依据亚里士多德(442b4),亚历山大驳斥了德谟克利特派将颜色和滋味等固有感觉对象还原为形状和粗滑等共同感觉对象而加以混淆的谬误。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.33

" Ἔτι δὲ τοῖς κοινοῖς τῶν αἰσθήσεων πασῶν χρῶνται ὡς ἰδίοις· μέγεθος γὰρ καὶ σχῆμα καὶ τὸ τραχὺ καὶ τὸ λεῖον." Καὶ τοῦτό φησιν ἁμαρτάνειν ἐν τῷ περὶ αἰσθήσεων λόγῳ τοὺς περὶ Δημόκριτον, ὅτι τὰ κοινὰ αἰσθητὰ ἴδια ποιοῦσι τῶν αἰσθήσεων. φθάνει δὲ εἰρηκέναι καὶ ἐν τοῖς Περὶ ψυχῆς τίνα μέν ἐστι κοινὰ αἰσθητά, τίνα δὲ ἴδια, καὶ ὅτι αἱ αἰσθήσεις ἐν τοῖς ἰδίοις ἑκάστη αἰσθητοῖς ἀληθεύει, περὶ δὲ τὰ κοινὰ διαψεύδεται. καὶ νῦν δέ τινα τῶν κοινῶν παρατίθεται, δεικνὺς ὅτι τὰ κοινὰ αἰσθητὰ ἴδια ποιοῦσι. μέγεθος γὰρ καὶ σχῆμα κοινὰ αἰσθητά, ὧν νῦν μνημονεύει, ὥσπερ καὶ κίνησις καὶ ἀριθμὸς καὶ στάσις καὶ διάστημα. προστίθησι δὲ τῷ μεγέθει καὶ τῷ σχήματι ὡς κοινὰ καὶ αὐτὰ αἰσθητὰ νῦν τό τε τραχὺ καὶ τὸ λεῖον καὶ τὸ ὀξὺ καὶ τὸ ἀμβλὺ τὸ ἐν ὄγκοις, ὡς οὐκ ὄντα ταῦτα σχήματα διὰ τὸ μὴ ὑποπίπτειν ἴσως τῷ ὅρῳ τοῦ σχήματος.1 τὸ δὲ ἐν ὄγκοις προσέθηκεν, ἐπεὶ τὸ τραχὺ καὶ τὸ λεῖον καὶ ὀξὺ καὶ ἐν ψόφῳ, ἔστι δὲ ὀξὺ καὶ ἐν χυμῷ· ὧν τὰ μὲν ἀκοῆς ἴδια αἰσθητά, τὰ δὲ γεύσεως. Τὰ δὲ ἐν ὄγκοις φησίν, ὥσπερ καὶ τὰ ἄλλα τὰ εἰρημένα, κοινὰ εἶναι τῆς τε ἁφῆς καὶ τῆς ὄψεως, καὶ εἰ μὴ πασῶν. ὡς γὰρ σχημάτων ἡ ὄψις ἐστὶν ἀντιληπτική, οὕτω καὶ τοῦ ἐν ὄγκοις τραχέος τε καὶ λείου καὶ ὀξέος καὶ ἀμβλέος. σημεῖον δὲ τοῦ κοινὰ αὐτὰ εἶναι παρέθετο τὸ περὶ ταῦτα ἀπατᾶσθαι αὐτάς, οὐκ ἀπατωμένας περὶ τὰ ἴδια· ἡ γὰρ ὄψις οὐκ ἀπατωμένη περὶ τὰ ἴδια χρώματα ἀπατᾶται περὶ ταῦτα. Διαφορὰν δὲ τοσαύτην τῶν ἰδίων αἰσθητῶν ἐχόντων πρὸς τὰ κοινά, ἐκεῖνοι τὰ ἴδια τοῖς κοινοῖς συνάπτουσι. πῶς δὲ τοῦτο ποιοῦσιν, ἑξῆς λέγει· Δημόκριτος γὰρ τὰ χρώματα, τὸ λευκὸν καὶ τὸ μέλαν, ἴδια ὄψεως ὄντα, εἰς τὸ λεῖον ἄγει καὶ τὸ τραχύ, τὸ μὲν λευκὸν λεῖον, τὸ δὲ μέλαν τραχὺ λέγων, ἃ κοινὰ τῇ ὄψει πρὸς τὴν ἁφήν ἐστιν, ὥστε γίνεται αὐτῷ τὸ κοινὸν αἰσθητὸν τῷ ἰδίῳ τῆς ὄψεως ταὐτόν. πάλιν τῆς μὲν γεύσεως ἴδια αἰσθητὰ οἱ χυμοί· οἱ δὲ περὶ Δημόκριτον τοῖς σχήμασι τοὺς χυμοὺς ἀνατιθέασι· παρὰ γὰρ τὴν τούτων διαφορὰν τὴν τῶν χυμῶν φασι διαφορὰν γίνεσθαι, ὀξεῖς μὲν χυμοὺς λέγοντες εἶναι τοὺς ἐκ τῶν τοιούτων σχημάτων συγκειμένους, γλυκεῖς δὲ τοὺς ἐκ λείων τε καὶ περιφερῶν. αἱ γὰρ ἄτομοι κατὰ τὰς τῶν σχημάτων ὧν ἔχουσι διαφορὰς διαφέροντας τοὺς χυμοὺς τῶν ἐκ τῆς συμπλοκῆς αὐτῶν γινομένων ποιοῦσι. γίνεται οὖν πάλιν τὰ σχήματα κοινὰ ὄντα αἰσθητὰ ἴδια τῆς γεύσεως κατ’ αὐτούς. Δείξας δὲ ὅτι τὰ σχήματα κοινὰ αἰσθητὰ ὄντα ἴδια κατ’ αὐτοὺς [ἐπὶ] τῆς γεύσεως γίνεται, ἐπιφέρει ὅτι [καίτοι] τὰ κοινὰ ἢ οὐδεμιᾶς ἂν εἴη ἴδια ἢ μᾶλλον τῆς ὄψεως (ἐπιζητήσαι δ’ ἄν τις διὰ τί μᾶλλον τῶν σχημάτων ἡ ὄψις τῆς ἁφῆς εἴη ἂν κριτική. ἢ ἐπεὶ πάντων τῶν κοινῶν ἡ ὄψις ἀντιληπτική, κατὰ τοῦτο ἂν εἴη μᾶλλον ταύτης τὰ κοινά· πλήθους γὰρ καὶ διαστήματος οὐκ ἔστιν ἡ ἁφὴ ἀντιληπτική). εἰ δὲ τὴν γεῦσίν τις λέγοι μᾶλλον τῶν κοινῶν ἀντιληπτικὴν εἶναι (τῆς γὰρ ἀκριβεστάτης περί τι αἰσθήσεώς ἐστι τὸ τῶν κατ’ αὐτὸ ἐλαχίστων ἀντιλαμβάνεσθαί τε καὶ διακρίνειν αὐτά· τῶν δὲ ἐλαχίστων σχημάτων τὴν γεῦσιν φασιν ἀντιλαμβάνεσθαι. ὧν γὰρ οὐδεμία αἴσθησις ἀντιλαμβάνεται ὄγκων ὡς ὀξέων ἢ λείων, τούτων ἡ γεῦσις αἰσθάνεται κατ’ αὐτούς, εἴγε οἱ χυμοὶ ἐκ σχημάτων), 〈ἐχρῆν αὐτὴν καὶ τῶν〉 ἄλλων κοινῶν μάλιστα αἰσθάνεσθαι. εἰ οὖν τῶν μὲν σχημάτων μὴ μόνον ἐν τοῖς χυμοῖς ἀλλὰ καὶ ἐν πᾶσι τοῖς ἄλλοις ὄντων, αἰσθάνεσθαι δὲ τῶν ἐλαχίστων καὶ δυσαισθητοτάτων ταύτης, καὶ τῶν ἄλλων ῥᾳδίως αἰσθανθήσεται.2 νῦν δὲ οὐκέτι τῶν ἄλλων σχημάτων ἐστὶν ἡ γεῦσις ἀντιληπτική. πῶς γὰρ κύβου ἡ γεῦσις, καθὸ γεῦσις, κριτική; δύο δὲ γραφῶν φερομένων μᾶλλον σῴζει τὴν τῶν λεγομένων διάνοιαν ἡ οὕτως ἔχουσα· τὰ γοῦν ἐλάχιστα τῆς ἀκριβεστάτης αἰσθήσεώς ἐστιν διακρίνειν περὶ ἕκαστον γένος.3 ὥστε ἐχρῆν τὴν γεῦσιν καὶ τῶν ἄλλων κοινῶν αἰσθάνεσθαι.

“此外,他们把一切感觉的共同感觉对象当作固有对象来使用;因为大小、形状、粗糙与光滑[正是如此]。” 他[亚里士多德]说,德谟克利特一派在关于感觉的论述中还犯了这样一个错误,即他们把共同感觉对象当作各感觉的固有感觉对象。他在《论灵魂》中也已经说过,哪些是共同感觉对象,哪些是固有感觉对象,以及各个感觉在其固有感觉对象上是真实的,但在共同感觉对象上却会出错。现在他也列举了某些共同感觉对象,表明他们把共同感觉对象当成了固有感觉对象。因为他现在所提及的大小与形状乃是共同感觉对象,正如运动、数、静止与间距一样。而在大小与形状之外,他现在还把粗糙、光滑以及物体块中的尖锐与迟钝本身也作为共同感觉对象加上去,这是由于它们不是形状,或许是因为它们不符合形状的定义。而他之所以加上“在物体块中”,是因为粗糙、光滑和尖锐也存在于声音中,尖锐也存在于滋味中;其中前者是听觉的固有感觉对象,后者是味觉的固有感觉对象。他说,物体块中的这些性质,正如其他已提及的事物一样,是触觉和视觉所共有的,即便不是所有感觉所共有的。因为正如视觉具有对形状的感知能力一样,它同样也具有感知物体块中的粗糙与光滑、尖锐与迟钝的能力。而作为它们是共同感觉对象的证据,他提出诸感觉关于它们会被欺骗,而在固有感觉对象上却不会被欺骗;因为视觉在其固有的颜色上不被欺骗,关于这些[共同性质]却会被欺骗。固有感觉对象与共同感觉对象既然具有如此巨大的差异,那些哲学家却把固有感觉对象与共同感觉对象联系在一起。接下来他说明了他们是如何做到这一点的:因为德谟克利特把作为视觉固有对象的颜色,即白与黑,归结为光滑与粗糙,说白是光滑的,黑是粗糙的,而这些性质乃是视觉与触觉所共有的,以至于对他而言,共同感觉对象与视觉的固有感觉对象成了同一事物。再者,滋味是味觉的固有感觉对象;而德谟克利特一派却把滋味归因于形状;因为他们说滋味的差异乃是由于这些形状的差异而产生的,并声称锐利的滋味是由那样的[尖锐]形状构成的,甜的滋味则是由光滑且球形的形状构成的。因为原子根据其所具有的形状差异,使得由它们结合而产生的事物的滋味各不相同。因此,按照他们的观点,形状虽是共同感觉对象,却再次成了味觉的固有感觉对象。在指明了形状虽是共同感觉对象、按照他们却成了味觉的固有感觉对象之后,他接着提出,共同感觉对象要么不属于任何一种感觉的固有对象,要么宁可说属于视觉(有人可能会追问,为什么视觉会比触觉更能判定形状?难道是因为视觉能感知所有的共同感觉对象,因而在这方面共同感觉对象宁可属于视觉吗?因为触觉并不能感知数量和间距)。但如果有人说味觉更能感知共同感觉对象(因为感知并分辨关于某物而言最微小的事物乃属于关于该物最为精确的感觉;而他们声称味觉感知最小的形状;因为没有任何感觉将其感知为尖锐或光滑的物体块,按照他们,若滋味确实由形状构成,味觉却感知到了这些),那么[味觉]理应最能感知其他的共同感觉对象。因此,如果形状不仅存在于滋味中,而且存在于所有其他事物中,并且感知最微小和最难感知的事物属于这门[感觉],那么它也将轻易感知其他事物。但实际上,味觉绝不能感知其他形状。因为味觉就其作为味觉而言,怎能判定一个立方体呢?在流传的两种读法中,如下的读法更好地保留了所言之事的意旨:“无论如何,辨别关于各个属的最微小之物属于最为精确的感觉;因此味觉理应也感知其他的共同感觉对象。”

语法注3 条
  1. 1.33ὡς οὐκ ὄντα ταῦτα σχήματα διὰ τὸ μὴ ὑποπίπτειν ἴσως τῷ ὅρῳ τοῦ σχήματος

    ὡς 与分词 οὐκ ὄντα 连用,表示亚里士多德给出这一补充的主观缘由; ταῦτα(粗、滑、尖、钝)为主语,σχήματα 为表语。随后的介词短语 διὰ τὸ μὴ ὑποπίπτειν 是附带冠词的不定词构成的因果短语,ἴσως 则表达了注释者亚历山大本人的推测语气。

  2. 1.33εἰ οὖν τῶν μὲν σχημάτων μὴ μόνον ἐν τοῖς χυμοῖς ἀλλὰ καὶ ἐν πᾶσι τοῖς ἄλλοις ὄντων, αἰσθάνεσθαι δὲ τῶν ἐλαχίστων καὶ δυσαισθητοτάτων ταύτης, καὶ τῶν ἄλλων ῥᾳδίως αἰσθανθήσεται.

    条件句的句法结构。在前件中,前半部分为属格绝对结构 τῶν μὲν σχημάτων ... ὄντων;后半部分 αἰσθάνεσθαι δὲ ... ταύτης 中,所有性属格 ταύτης(指味觉)与作主语的不定词 αἰσθάνεσθαι 搭配,表示“感知……属于这门感觉”。后件(主句)则是 καὶ τῶν ἄλλων ῥᾳδίως αἰσθανθήσεται([味觉]也将轻易感知其他事物)。

  3. 1.33τὰ γοῦν ἐλάχιστα τῆς ἀκριβεστάτης αἰσθήσεώς ἐστιν διακρίνειν περὶ ἕκαστον γένος

    引用的异读句式结构。τὰ ἐλάχιστα 作不定词 διακρίνειν 的受词(宾格)。谓语部分 τῆς ἀκριβεστάτης αἰσθήσεώς ἐστιν 为所有性表语属格结构,意为“属于最精确的感觉”,不定词短语 διακρίνειν ... 充当逻辑上的主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:84.4-86.5