- 底本
- Alexander, In Librum De Sensu Commentarium. Commentaria in Aristotelem Graeca III.1, ed. P. Wendland, Berlin: Reimer 1901, pp. 1-173. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:82.21-84.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德驳斥了德谟克利特等自然哲学家将所有感觉归结为触觉、将所有感觉对象归结为可触之物的荒谬主张,亚历山大逐项阐释了反驳的根据(未能感知可触对立物、距离与媒介的必要性、各感觉间性质的差异以及多种感官存在的必要性)。
" Δημόκριτος δὲ καὶ οἱ πλεῖστοι τῶν φυσιολόγων ὅσοι λέγουσι περὶ αἰσθήσεως ἀτοπώτατον ποιοῦσι." Δείξας ὅτι ἡ τροφή, καίτοι ἁπτὴ οὖσα, οὐ καθὸ ἁπτή ἐστι τροφή ἐστι, διὰ τούτων αἰτιᾶται τόν τε Δημόκριτον καὶ τῶν φυσιολόγων τοὺς πλείστους ὡς πάσας τὰς αἰσθήσεις ἁφὰς ποιοῦντας καὶ πάντα τὰ αἰσθητὰ ἁπτά τε καὶ δι’ ἁφῆς γνωρίζεσθαι λέγοντας. πῶς δὲ ἁφὰς ἐποίουν πάσας τὰς αἰσθήσεις, λέγει· τῷ γὰρ πάντα τὰ αἰσθητὰ ἁπτὰ ποιεῖν, τῶν δὲ ἁπτῶν ἁφὴν αἴσθησιν,1 ἁπάντων ἄν τῶν αἰσθητῶν ἁφὴ αἰσθάνοιτο καὶ γίνοιντο ἂν πᾶσαι αἱ αἰσθήσεις ἁφαί. ἁπτὰ δὲ ἐποίουν πάντα τὰ αἰσθητά, ὅτι τῇ ἀπορροίᾳ τῇ ἀπὸ τῶν αἰσθητῶν καὶ τῇ τούτων ἐμπτώσει εἰς τὰ αἰσθητήρια τὴν ἀντίληψιν ἔλεγον γίνεσθαι, τῶν αἰσθητηρίων κινουμένων ὑπ’ αὐτῶν κατὰ τὰς τῶν ἐν αὐτοῖς σχημάτων τε καὶ μεγεθῶν καὶ λειοτήτων καὶ τραχυτήτων διαφοράς. ἔτι τὸ λευκὸν καὶ τὸ γλυκὺ καὶ τὸ εὐῶδες καὶ τῶν ἄλλων δὲ ἕκαστον αἰσθητῶν οὐδενὶ ἑτέρῳ φασὶν ἀλλήλων οἱ περὶ Δημόκριτον διαφέρειν ἢ τοῖς σχήμασι καὶ τοῖς μεγέθεσι καὶ ταῖς λειότησί τε καὶ τραχύτησι. ταῦτα γὰρ τοῖς αἰσθανομένοις τοιαῦτα φαίνεται, ὁποῖα φαίνεται, παρὰ τὸ τὴν ἁφὴν τὴν καθ’ ἑκάστην αἴσθησιν ὑπ’ αὐτῶν ἐμπιπτόντων οὕτω πάσχειν τε καὶ διατίθεσθαι.2 Εἰπὼν δὲ γίνεσθαι πάσας τὰς αἰσθήσεις ἁφὰς κατὰ τοὺς οὕτω λέγοντας, τοῦτο δέ, φησίν, ὅτι ἀδύνατόν ἐστιν οὐ χαλεπὸν συνιδεῖν. λέγοι δ’ ἄν τοῦτο, ὅτι, εἰ πᾶσαι ἁφαί, ἔδει τῶν ἁπτῶν αὐτὰς ἐναντιώσεων ἀντιλαμβάνεσθαι, ὧν ὁρῶμεν τοὺς ἁπτομένους τινῶν ἀντιλαμβανομένους· ἔστι δὲ ταῦτα σκληρὰ μαλακά, τραχέα λεῖα, θερμὰ ψυχρά, ὑγρὰ ξηρὰ καὶ τὰ ὅσα ἁπτά· νῦν δὲ τούτων ἄν τις ἁψάμενος αἴσθηται, οὐδενὸς ἀντιλαμβάνεται ὀξώδους3 καὶ γλυκέος καὶ πικροῦ καὶ λευκοῦ καὶ μέλανος. ἔτι δὲ εἰ ἁφὴ ἡ ὄψις ἦν, ἔδει αὐτὴν ἐπιτιθεμένων αὐτῇ τῶν ὁρατῶν ἀντιλαμβάνεσθαι, ὁμοίως καὶ τὴν ὄσφρησιν ὀσφραίνεσθαι καὶ τὴν ἀκοὴν ἀκούειν· νῦν δὲ ἂν μὴ ἐξ ἀποστήματος καὶ διὰ μέσου τινός, οὐκ αἰσθάνονται. ἔτι εἰ πᾶν αἰσθητὸν τῇ ἁφῇ προσπίπτοι, τοῦτο οὐκ ἔδει πικρόν, ἂν οὕτω τύχῃ, τῇ γεύσει δοκεῖν ἢ μέλαν τῇ ὄψει ἢ δυσῶδες τῇ ὀσφρήσει, ἀλλὰ καὶ ταύταις λεῖον ἢ πάντως γε τοιοῦτον ὃ κατάλληλον ἂν τῷ λείῳ εἴη, καὶ πᾶν τὸ λεῖον ἀεὶ ἢ πικρὸν ἢ γλυκὺ ὁμοίως εἶναι, ἀλλ’ οὐ τῶν λείων τὸ μὲν πικρὸν τὸ δὲ γλυκὺ ἢ τὸ μὲν λευκὸν τὸ δὲ μέλαν· ἐκ γὰρ τῆς διαφορᾶς τῆς τοιαύτης δῆλον ὡς ἄλλων τινῶν φύσεων περὶ τὰ ὑποκείμενα αἱ αἰσθήσεις αὗται ἀντιληπτικαὶ καὶ οὐ τῶν αὐτῶν. ἔτι τε εἰ πᾶσαι ἁφαί, τί πλειόνων αἰσθήσεων ἔδει;4 ἐξήρκει γὰρ καὶ μίαν εἶναι.
“德谟克利特以及大多数论及感觉的自然哲学家,做出了最荒谬的事情。” [亚里士多德]在指明了养分虽是可触的,却不是就其是可触的而言构成养分之后,通过这些话责难了德谟克利特和大多数自然哲学家,因为他们把所有的感觉都当作触觉,并声称所有的感觉对象都是可触的且是通过触碰被认识的。他进而说明了他们是如何把所有感觉当作触觉的:因为由于把所有感觉对象都当作可触的,并把触觉当作可触之物的感觉,触觉便会感知一切感觉对象,而所有的感觉也就成了触觉。他们之所以把所有的感觉对象都当作可触的,是因为他们说感知是通过从感觉对象而来的流出物以及这些流出物落入感觉器官而发生的,感觉器官由于这些流出物而根据它们内部形状、大小、光滑与粗糙的差异被运动。此外,德谟克利特一派主张,白、甜、芬芳以及其他各个感觉对象,彼此之间除了形状、大小以及光滑与粗糙之外,没有任何其他差异。因为这些事物对感知者显现为何种模样,乃是由于各个感觉所对应的触觉因这些落入之物而如此受动并处于如此状态。在说明了按照这样主张的人所有的感觉都成了触觉之后,他[亚里士多德]说,看出这是不可能的并不困难。他所说的乃是这一点:如果所有的[感觉]都是触觉,它们理应感知可触的对立物,即我们所见触碰某物的人所感知到的那些东西;这些便是硬与软、粗糙与光滑、热与冷、湿与干,以及一切可触之物;但实际上,即使有人通过触碰这些东西而进行感知,他也感知不到任何酸、甜、苦、白或黑。再者,如果视觉是触觉,那么在可见之物置于其上时,视觉理应感知它,同样嗅觉理应嗅到,听觉理应听到;但实际上,除非隔开一定距离且通过某种媒介,否则它们感知不到。此外,如果每个感觉对象都接触触觉,那么它(若碰巧如此)就不应在味觉看来是苦的、在视觉看来是黑的、在嗅觉看来是臭的,而应在这些感觉看来同样是光滑的,或至少是与光滑相对应的那类性质,而且一切光滑之物应当始终同样是苦或甜的,而不应是某些光滑之物是苦的而另一些是甜的,或者某些是白的而另一些是黑的;因为从这种差异中清楚可见,这些感觉所感知的是底层事物中所具有的各不相同的某些本性,而非相同之物。更有甚者,如果所有的[感觉]都是触觉,为何还需要更多的感觉呢?因为仅仅存在一种感觉本已足够。
- 1.32τῷ γὰρ πάντα τὰ αἰσθητὰ ἁπτὰ ποιεῖν, τῶν δὲ ἁπτῶν ἁφὴν αἴσθησιν
带定冠词的与格不定式 τῷ ποιεῖν 表示原因或手段,统摄随后的主句潜在表达(ἄν 加希求法:ἁπάντων ἂν... αἰσθάνοιτο καὶ γίνοιντο ἄν...)。在 τῶν δὲ ἁπτῶν ἁφὴν αἴσθησιν 中省略了不定式(εἶναι 或 ποιεῖν),应理解为并列的结构(“通过把触觉作为可触之物的感觉”)。
- 1.32παρὰ τὸ τὴν ἁφὴν τὴν καθ’ ἑκάστην αἴσθησιν ὑπ’ αὐτῶν ἐμπιπτόντων οὕτω πάσχειν τε καὶ διατίθεσθαι
介词短语 παρὰ τὸ 加上不定式表示原因(“由于……”、“起因于……”)。宾格 τὴν ἁφὴν 充当不定式 πάσχειν τε καὶ διατίθεσθαι 的逻辑主语,而 ὑπ’ αὐτῶν ἐμπιπτόντων 是表示施动者/原因的属格结构(分词 ἐμπιπτόντων 修饰 αὐτῶν),意为“由于对应于各个感觉的触觉被落入的它们如此施加影响并处于如此状态”。
- 1.32νῦν δὲ τούτων ἄν τις ἁψάμενος αἴσθηται, οὐδενὸς ἀντιλαμβάνεται ὀξώδους
νῦν δέ 用于引出与前面的反事实假想推论(ἔδει 加不定式)相对立的现实事实(“但实际上”)。随后的 ἄν τις ἁψάμενος αἴσθηται 构成普遍假设从句,分词 ἁψάμενος 表示手段(“通过触碰”),其结句动词 ἀντιλαμβάνεται 则以现在直陈式陈述事实。
- 1.32τί πλειόνων αἰσθήσεων ἔδει;
非人称动词 δεῖ(此处用未完成过去时 ἔδει)接属格 πλειόνων αἰσθήσεων,意为“需要某物”。在此处用于没有不定式的修辞性反诘中,表示反事实推论:“为何还需要更多的感觉呢?”(言下之意是完全不需要)。
