← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论感觉》注解

§80.21-82.20

颜色与滋味生成的类比及种类对应

亚历山大注解了亚里士多德关于颜色(白与黑的混合)与滋味(甜与苦的混合)之生成的相似性及其种类数量(各七种)的对应关系,指出缺乏关系在二者间的平行性,并批评了此前注家对相关文句的误解。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.31

" Ὥσπερ δὲ τὰ χρώματα ἐκ λευκοῦ τε καὶ μέλανος μίξεώς ἐστιν." Εἰπὼν τρόφιμον μὲν εἶναι χυμὸν τὸν γλυκύν, ἐναντίον δὲ καὶ κατὰ στέρησιν τούτου τὸν πικρόν, δείκνυσιν ὅτι πάντες οἱ χυμοὶ ἐκ τῆς τούτων τῶν ἐναντίων ποιᾶς μίξεως, ὥσπερ καὶ τὰ χρώματα ἐκ λευκοῦ τε καὶ μέλανος, καὶ κατὰ τὴν ἀναλογίαν τῆς μίξεως τῶν ἐναντίων χυμῶν πρὸς ἀλλήλους γίνεσθαι τὴν τῶν μεταξὺ διαφοράν,1 ὡς ἐπὶ τῶν χρωμάτων, εἴτε πάντων τῶν χυμῶν κατ’ ἀριθμούς τινας ὡρισμένους καὶ ἀναλογίας ἐκ τῆς τῶν ἐναντίων μίξεως γινομένων, εἴτε τῶν μὲν τὴν ἡδονὴν ποιούντων οὕτως, τῶν δ’ ἄλλων ὡς ἔτυχεν. Ἑξῆς δὲ καὶ τὰ εἴδη τῶν χυμῶν ἐκτίθεται καὶ λέγει τίνας αὐτῶν τοῖς ἄκροις τε καὶ ἐναντίοις συντάσσειν δεῖ, τίνας δὲ ἐκ τῆς μίξεως τῶν ἐναντίων γίνεσθαι λέγειν. τὸν μὲν οὖν λιπαρὸν χυμὸν τῷ γλυκεῖ φησι τὸν αὐτὸν εἶναι (τρόφιμος γὰρ οὗτος), τὸν δ’ ἁλμυρὸν τῷ πικρῷ, τὸν δὲ δριμὺν καὶ αὐστηρὸν καὶ στρυφνὸν καὶ ὀξὺν ἐν μέσῳ εἶναι, γινομένους ἐκ τῆς ποιᾶς τῶν ἄκρων μίξεως. Εἰπὼν δὲ ὁμοίως γίνεσθαι τοὺς μεταξὺ χυμοὺς ἐκ τῆς τῶν ἐναντίων, τοῦ τε γλυκέος καὶ τοῦ πικροῦ, μίξεως, ὡς καὶ τὰ χρώματα τοῦ λευκοῦ καὶ τοῦ μέλανος μιγνυμένων, νῦν κατὰ τὸν ἀριθμὸν αὐτῶν τὴν ὁμοιότητα δείκνυσιν οὖσαν· ἑπτὰ γὰρ εἴδη εἶναι ἀμφοτέρων, τῶν μὲν χυμῶν ἃ κατηρίθμηκε· καὶ γὰρ τὸ ἁλμυρὸν ὡς εἶδός τι ἄλλο καὶ οὐ πάντη ταὐτὸν τῷ πικρῷ εἶναι. ὡς δὲ τὸ λιπαρὸν τῷ γλυκεῖ συνῆψεν, οὕτω φησὶ καὶ ἐν τοῖς χρώμασι δεῖν τὸ ξανθὸν ἐν τῷ λευκῷ καταριθμεῖν, τὸ δὲ φαιὸν ἐν τῷ μέλανί πως εἶναι, ὥσπερ ἦν καὶ ἐν τοῖς χυμοῖς τὸ ἁλμυρὸν ἐν τῷ πικρῷ. ὡς δ’ ἐπ’ ἐκείνων ἦν μέν πως τὸ ἁλμυρὸν ἐν τῷ πικρῷ, ἄλλο μὴν εἶδος, καὶ διὰ τοῦτο ἑπτὰ χυμῶν εἴδη, οὕτως καὶ ἐπὶ τῶν χρωμάτων ἔσεσθαι κατὰ τὸ φαιὸν εἶδός τι χρώματος· οὕτω γὰρ λέγοντος αὐτοῦ σώζοιτο ἂν τὸ τὰ εἴδη τῶν χρωμάτων ἑπτὰ εἶναι. τὸ γὰρ φοινικοῦν καὶ τὸ ἁλουργὲς καὶ τὸ πράσινον καὶ τὸ κυανοῦν, ἃ λέγει μεταξὺ τῶν τριῶν ἐκείνων, τοῦ τε λευκοῦ καὶ τοῦ μέλανος καὶ τοῦ φαιοῦ, τὰ ἑπτὰ εἴδη ποιήσει τῶν χρωμάτων. εἰ μὲν οὖν φυλάσσοι τις τὸ μὲν ξανθὸν ἐν χρώμασι καὶ συνάπτοι τὸ φαιὸν καὶ τὸ μέλαν, ἐν δὲ τοῖς [πικροῖς] χυμοῖς τὸ * * * πικρὸν καὶ τὸ ἁλμυρόν, ἑπτὰ εἴδη ἑκατέρου αὐτῶν ἔσται, ὡς εἰρήκει· ὡς, εἰ δή τις † μήτε ταῦτα συντιθείη καὶ τὰ πρῶτα διαιροίη, ἴσα μὲν καὶ οὕτως ἔσται τά τε τῶν χυμῶν εἴδη καὶ τὰ τῶν χρωμάτων, οὐ μὴν ἑπτά, ἀλλ’ ἢ ἓξ ἢ ὀκτώ. ἐπεὶ δὲ γίνεταί τινα χρώματα οὐ μόνον κατὰ τὴν τοῦ λευκοῦ τε καὶ μέλανος μῖξιν, ἀλλὰ καὶ τῶν μεταξὺ πάλιν μιγνυμένων ἀλλήλοις (διὸ καὶ ἄπειρά πως εἶναι δοκεῖ τὰ χρώματα), τὰ ἄλλα φησὶν ἐκ τῆς τούτων γίνεσθαι μίξεως, τῶν πρώτων χρωμάτων ὄντων ὅσων εἴρηκεν. Εἰπὼν δὲ τὴν μῖξιν ὁμοίως τῶν τε χρωμάτων καὶ τῶν χυμῶν γίνεσθαι, καὶ τὰ εἴδη ἴσα εἶναι αὐτῶν κατ’ ἄλλην τινὰ ὁμοιότητα δείκνυσιν αὐτῶν2 (ὡς γὰρ τὸ μέλαν ἐναντίον 〈ὂν〉 τῷ λευκῷ στέρησις ἐν διαφανεῖ λευκοῦ, οὕτως τὸ ἁλμυρὸν καὶ τὸ πικρὸν στέρησις τοῦ γλυκέος ἐν τῷ τροφίμῳ ὑγρῷ), ἅμα διὰ τούτων ἐξηγούμενος ἡμῖν, πῶς εἶπε τὴν πρὸ ὀλίγου λέξιν τὴν “ὅτι δὲ οὐ παντὸς ξηροῦ, ἀλλὰ τροφίμου οἱ χυμοὶ ἢ πάθος εἰσὶν ἢ στέρησις”· τὴν γὰρ στέρησιν λέγει τοῦ γλυκέος, ὃ καὶ τρόφιμον δέδειχε, τὸ πικρόν τε καὶ ἁλμυρόν· ἐξ ὧν ἡ τῶν ἄλλων γένεσις ἁπάντων. ὃ μὴ νοήσαντες οἱ ὑπομνηματισάμενοι τὸ βιβλίον ἀλλοκότως τὴν λέξιν ταύτην ἐξηγήσαντο. σημεῖον δὲ τοῦ στέρησιν εἶναι τοῦ γλυκέος τὸ πικρὸν παρέθετο τὸ καὶ τὴν τέφραν τῶν κατακαιομένων πικρὰν εἶναι· τοιαύτη γὰρ γίνεται τῷ ὑπὸ τοῦ θερμοῦ τὸ γλυκὺ πᾶν καὶ πότιμον ἐξικμάζεσθαι.

“正如颜色是由白与黑混合而成的一样。” [亚里士多德]在说明了甜的滋味是有营养的,而苦的滋味与此相反且基于对它的缺乏之后,表明所有滋味都是由这些相反者的某种混合而成的,正如颜色是由白与黑构成的一样;并且正如在颜色那里一样,中间滋味的差异是依据相反滋味彼此混合的比例而产生的,无论所有滋味都是依据某些确定的数值和比例由相反者的混合产生,还是产生快感的滋味是以这种方式产生,而其他滋味则是偶然产生的。随后他也列举了滋味的各个种类,并说明应当把它们中的哪些归入两极和相反者,哪些应当说是由相反者的混合产生的。于是他说,油腻的滋味与甜是相同的(因为这是有营养的),咸与苦是相同的,而辛、涩、粗涩与酸则居于中间,是由两极的某种混合产生的。在说明了中间的滋味同样是由甜与苦这两种相反者的混合产生,正如白与黑混合产生诸颜色一样之后,他现在指出在数量方面它们也存在相似性;因为两者的种类各有七种,其中滋味的种类便是他所列举的那些;因为咸作为另一种不同的种类,并非与苦完全相同。正如他把油腻与甜结合在一起,他说在颜色中同样应当把黄算入白之中,而灰在某种方式上属于黑,就像在滋味中咸属于苦一样。而在滋味中,咸虽然在某种方式上属于苦,却仍是另一个种类,因此滋味有七个种类;同样,在颜色中依据灰也将存在某种颜色种类;因为如果他这样说,颜色的种类为七种这一事实便得以保全。因为深红、紫、绿与蓝——他说它们位于那三者(即白、黑与灰)之间——将构成颜色的七个种类。因此,如果有人在颜色中保留黄而将灰与黑合并,在滋味中将苦与咸合并,那么正如他所说的那样,两者的种类都将各有七种;然而,如果有人不将这些合并而将最初的那些分开,那么滋味的种类与颜色的种类即使这样也依然相等,但确实不再是七种,而是六种或八种。但是,既然某些颜色不仅依据白与黑的混合产生,而且也依据中间颜色再次彼此混合而产生(正因如此,颜色在某种方式上似乎是无限的),他说在原初颜色如他所说的有那么多的情况下,其他颜色是由这些颜色的混合产生的。 在说明了颜色的混合与滋味的混合以同样方式产生之后,他又依据它们的另一种相似性展示了它们的种类相等(因为正如与白相反的黑是透明物中白的缺乏,咸与苦同样也是有营养的湿润物中甜的缺乏),同时通过这些向我们解释了他不久前所说的文句究竟是何意,即“滋味并非是一切干燥之物的性质或缺乏,而是有营养的干燥之物的性质或缺乏”;因为他所说的缺乏,是指甜(即他已证明是有营养的)的缺乏,这便是苦与咸,而所有其他滋味的生成都由此而来。给这本著作作注的人未能理解这一点,对这句话作出了古怪的解释。作为苦是甜的缺乏的证据,他列举了被焚毁之物的灰烬也是苦的这一事实;因为灰烬之所以变成这样,乃是由于一切甜且适于饮用的水分都被热榨取干涸了。

语法注2 条
  1. 1.31δείκνυσιν ὅτι πάντες οἱ χυμοὶ ἐκ τῆς τούτων τῶν ἐναντίων ποιᾶς μίξεως, ὥσπερ καὶ τὰ χρώματα ἐκ λευκοῦ τε καὶ μέλανος, καὶ κατὰ τὴν ἀναλογίαν τῆς μίξεως τῶν ἐναντίων χυμῶν πρὸς ἀλλήλους γίνεσθαι τὴν τῶν μεταξὺ διαφοράν

    在主要动词 δείκνυσιν 的宾语从句中,前半部分为带有连词 ὅτι 的从句(省略动词 εἰσί),后半部分(καὶ κατὰ τὴν ἀναλογίαν...)则转换为以不定词 γίνεσθαι 及其充当逻辑主语的宾格 τὴν τῶν μεταξὺ διαφοράν 构成的不定词结构。两者在逻辑上皆为 δείκνυσιν 的宾语内容。

  2. 1.31κατ’ ἄλλην τινὰ ὁμοιότητα δείκνυσιν αὐτῶν

    属格 αὐτῶν 被理解为依附于名词 ὁμοιότητα(“依据它们[颜色与滋味]的另一种相似性”)。动词 δείκνυσιν 的宾语为前面的宾格不定式短语 τὰ εἴδη ἴσα εἶναι αὐτῶν。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:80.21-82.20