← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论感觉》注解

§78.22-80.20

热之消化与甜味作为养分的吸收

亚里士多德指出食物作为可触物(冷热)是生长的原因,而作为可尝物(甜)是营养的原因;亚历山大对此加以疏解,借由蒸发气化现象解释体内之热对轻而甜之物的消化与吸收同化机制,并说明其他滋味只是作为调料以牵制甜味过度浮升的倾向。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.30

" Τούτων μὲν γὰρ αἴτιον ἢ θερμὸν ἢ ψυχρόν." Τούτων, λέγει αὐξήσεως καὶ φθίσεως, αἰτίαν τὴν τροφὴν εἶναι,1 κἂν θερμή ἐστι κἂν ψυχρὰ καὶ ὅλως ἁπτή. ταῦτα γάρ, φησί, ποιεῖ καὶ αὔξησιν καὶ φθίσιν, ἤτοι λέγων τὰ ἁπτὰ ἁπλῶς ἢ τῶν ἁπτῶν τὸ θερμὸν καὶ τὸ ψυχρόν. καθ’ ὃ πάθος ἄρα ἐγγινόμενον τῷ ὑγρῷ ὑπὸ τοῦ ξηροῦ τό τε γεύεσθαι τοῖς ζῴοις καὶ τὸ τρέφεσθαι, κατ’ αὐτὸ τοῦτο ὁ χυμός. κατὰ τί οὖν τρέφει; καθὸ γευστόν ἐστι δηλονότι, ἀλλ’ οὐ καθὸ ἁπτόν. Ἁπλῶς οὖν δεικτικὸν παρέθετο 〈τούτου〉 τὸ πᾶν τὸ τρεφόμενον ἢ γλυκεῖ χυμῷ ἁπλῶς ἢ μεμιγμένῳ τρέφεσθαι, ἃ ἐστι γευστά, ἀλλ’ οὐχ ἁπτά, ὡς ἄνευ γλυκέος μὴ δυναμένης τροφῆς εἶναι. ἡ δὲ μικτὴ εἴη ἂν ἔκ τε τῆς γλυκείας καὶ τῆς ἐναντίας ταύτῃ τῆς πικρᾶς, 〈ὥσπερ αἱ λιπαρότητες〉· τῷ γάρ, ὡς προϊὼν ἐρεῖ, τὸ γλυκὺ καὶ τρόφιμον ἐπιπολαστικὸν εἶναι, τούτῳ καὶ μίξεώς τινος ὁ τοιοῦτος χυμὸς πρὸς τὸ τρέφειν δεῖται.2 ἐπιπολαστικὸν δὲ τὸ γλυκὺ τῷ κοῦφόν τε εἶναι καὶ ἄνω φέρεσθαι· διὰ τοῦτο γὰρ καὶ τρόφιμον. Εἶναι μὲν οὖν φησι τὸν περὶ τοῦ τίσι καὶ πῶς τρεφόμεθά τε καὶ αὐξόμεθα τοῖς περὶ γενέσεως λόγοις οἰκεῖον.3 εἴρηκε δὲ περὶ μὲν αὐξήσεως ἰδίως ἐν τοῖς Περὶ γενέσεως καὶ φθορᾶς, περὶ δὲ τροφῆς ἐν τοῖς Περὶ ζῴων γενέσεως. διὸ τὸν μὲν ἀκριβῆ περὶ αὐτῶν λόγον εἰς ἐκείνας ἀνατίθεται ὡς οἰκειοτέρας τὰς πραγματείας, νῦν δὲ ὅσον ἀναγκαῖον πρὸς τὴν τοῦ προκειμένου δεῖξιν ἐπιμνησθῆναί φησι δεῖν αὐτῶν. λέγει δὲ τὸ θερμὸν τῆς τε αὐξήσεως τοῖς σώμασιν αἴτιον διὰ τῆς πέψεως τῆς τροφῆς γίνεσθαι καὶ τῆς δημιουργίας τε καὶ γενέσεως τῆς τροφῆς· ποιητικὸν γὰρ αὐτῆς τοῦτο τῷ φύσιν ἔχειν ἀπὸ τοῦ ὑγροῦ τοῦ χυμὸν ἔχοντος ἤδη τὸ κοῦφον μὲν καὶ γλυκὺ ἕλκειν, τὸ δ’ ἁλμυρὸν καὶ πικρὸν καταλείπειν διὰ τὸ βάρος· τὸ γὰρ κουφότερον αὑτῷ συναναφέρει κινούμενον εἰς τὸν ἄνω 〈τόπον〉 κατὰ φύσιν, τὸ δὲ βαρὺ καταλείπει. Τοῦτο δὲ ὡς γνώριμον ἀπὸ τῶν ἀναθυμιάσεων λαμβάνει· οὕτω γὰρ αἱ ἀναθυμιάσεις γίνονται. τοῦτο δὴ οὖν ὃ ἐν τοῖς ἔξω σώμασι τὸ θερμὸν ὁρᾶται ποιοῦν, ποιεῖν φησιν αὐτὸ καὶ ἐν τῇ φύσει τῶν ζῴων τε καὶ φυτῶν, ἕλκειν μὲν τὸ ἔνδον θερμὸν ἀπὸ τῆς τροφῆς τῆς ἐντεθείσης τὸ κοῦφον καὶ γλυκὺ καὶ προσκρίνειν, καταλείπειν δὲ τὸ βαρὺ τῷ εἶναι πικρόν τε καὶ ἁλμυρόν, ὅ ἐστι τὸ περίττωμα. εἰ γὰρ ταῦτα βαρέα ὄντα καὶ πικρὰ ὑπομένει, δῆλον ὡς τὸ κοῦφον καὶ ἐναντίον τούτοις γλυκύ. καὶ εἴη ἂν αἰτία τις καὶ αὕτη τοῦ τοῖς γλυκέσι τρέφεσθαι τὰ τρεφόμενα. ὅτι δὲ γλυκὺ τὸ ἀναφερόμενόν τε καὶ † τρέφον ὑπὸ τοῦ θερμοῦ καὶ οὐχ ἁπλῶς κοῦφον, ἀλλ’ ἔστι τὸ κοῦφον καὶ γλυκύ, δῆλον καὶ αὐτὸ ἐκ τῶν ἀναθυμιάσεων· πᾶν γὰρ τὸ ὄμβριον γλυκύ, καίτοι τοῦ πλείστου ἀπὸ τῆς θαλάσσης ἀτμιζομένου οὔσης ἁλμυρᾶς· εἴρηται δὲ περὶ τούτων ἐν τοῖς Μετεωρολογικοῖς. Προηγουμένως μὲν οὖν ὁ γλυκὺς χυμὸς τρόφιμος· οἱ δὲ ἄλλοι χυμοὶ ἀναμίγνυνται εἰς τὴν τροφήν, ἣν ἔξωθεν προσφερόμεθα, ἀντὶ τοῦ ἡδύσματος, φησίν, οὐχ ὡς τρόφιμοι καθ’ ἑαυτούς, ὥσπερ τὸ ἁλμυρὸν καὶ τὸ ὀξύ· ὡς γὰρ τούτους τοὺς χυμοὺς ἡδύσματος χάριν τοῖς γλυκέσι παραμεμιγμένους ὁρῶμεν παραμυθουμένους τὴν καθ’ ἑκάστην γεῦσιν ὑπερβολὴν τῆς γλυκύτητος, οὕτως καὶ τοὺς ἄλλους χυμοὺς τῆς χρείας χάριν ταύτης τοῖς γλυκέσιν ἀναμίγνυσθαι ἀντισπῶντας τὸ τοῦ γλυκέος ἐπιπολαστικόν, ἀλλ’ οὐχ ὡς τροφίμους καθ’ αὑτούς. ἀφ’ ὧν δῆλον ὅτι τὸ ἔνδον θερμὸν τοῖς γλυκέσι τρέφει καθ’ ὃν καὶ προείρηκε τρόπον.

“因为这些的原因或是热或是冷。” 对于“这些”,他说指的是生长与衰减,食物无论是热的还是冷的,以及普遍作为可触物而言,都是它们的原因。因为他说,这些造成了生长与衰减,这要么是指一般的可触物,要么是指可触物中的热与冷。因此,究竟依据干燥之物在湿润之物中产生的何种性质使得动物得以品尝和获得滋养,滋味正是依据这同一性质而存在。那么它依据什么而提供滋养?显然是在它是可尝之物的限度内,而不是在它是可触之物的限度内。因此他简单地列举了作为[此事的]证据的一点:一切被滋养者要么单纯地被甜的滋味所滋养,要么被混合的滋味所滋养,这些都是可尝之物而非可触之物,因为若无甜,食物便不可能存在。而混合的〔食物〕则应当是由甜以及与其相反的苦构成的(正如油腻之物一样);因为正如他随后所要说的那样,正由于甜且有营养之物易于浮升至表面,此类滋味为了提供滋养也因此需要某种混合。而甜之所以易于浮至表面,是因为它是轻的且向上运动;因为它也正因如此才具有营养。因此他说,关于我们是由什么以及如何得到滋养并生长的[论述],属于关于生成的讨论。他在《论生成与消灭》中专门论述了生长,而在《动物的生成》中论述了食物。因此,关于这些的精确论述他留待那些作为更适切的著作去处理,但他说现在只需在证明当前论题所必需的范围内提及它们。他说,热通过对食物的消化而成为物体生长的原因,同时也成为食物的生成与造就的原因;因为热具有这样的本性,即能从已经含有滋味的湿润之物中抽取轻而甜的部分,并因其重量而留下咸而苦的部分,从而热是食物的制造者;因为热按照本性向上方的[处所]运动,便随同自身一起向上带走较轻之物,而留下了沉重之物。 他把这一点当作从蒸发物中熟知的事实来接受;因为蒸发物正是以这种方式产生的。因此,热在外部物体中被看到所做出的这同一件事,他说热在动物和植物的本性中也同样做出:体内的热从摄入的食物中抽取轻而甜的部分并予以吸收同化,而留下了沉重之物(由于它是苦且咸的),这便是排泄物。因为如果这些沉重而苦的部分残留下来,那么显然轻且与这些相反的部分就是甜的。而这或许本身也是被滋养者由甜物所滋养的一个原因。至于由热所带上并提供滋养的部分是甜的而不仅仅是轻的、并且轻的部分也就是甜的,这一点从蒸发物中本身也是显然的;因为所有的雨水都是甜的[淡的],尽管其中大部分是从咸的海洋中蒸发而来的;关于这些在《气象学》中已有论述。因此,从根本上说,甜的滋味是有营养的;而他说,其他滋味被掺入我们从外部摄入的食物中是作为调味品,而不是因其自身具有营养,正如咸与酸一样;因为正如我们看到这些滋味为了调味而掺入甜物之中,缓和了每次品尝时过度的甜度,其他滋味同样也是为了这种需要而掺入甜物之中,牵制了甜物易于浮升的倾向,而非因其自身具有营养。由这些显然可见,体内的热正是通过甜物以他之前所说的方式提供滋养的。

语法注3 条
  1. 1.30Τούτων, λέγει αὐξήσεως καὶ φθίσεως, αἰτίαν τὴν τροφὴν εἶναι

    句首的指示代词属格 Τούτων 依附于间接引语中的表语名词 αἰτίαν。插入语 λέγει αὐξήσεως καὶ φθίσεως(“他说指的是生长与衰减”)中的属格 αὐξήσεως καὶ φθίσεως 是 Τούτων 的同格属格,用于具体说明其所指。

  2. 1.30τῷ γάρ, ὡς προϊὼν ἐρεῖ, τὸ γλυκὺ καὶ τρόφιμον ἐπιπολαστικὸν εἶναι, τούτῳ καὶ μίξεώς τινος ὁ τοιοῦτος χυμὸς πρὸς τὸ τρέφειν δεῖται

    带冠词的不定式短语 τῷ... ἐπιπολαστικὸν εἶναι 是表示原因的与格,在主句中被指示代词与格 τούτῳ(“正因这一理由”)相呼应并加以强调。

  3. 1.30Εἶναι μὲν οὖν φησι τὸν περὶ τοῦ τίσι καὶ πῶς τρεφόμεθά τε καὶ αὐξόμεθα τοῖς περὶ γενέσεως λόγοις οἰκεῖον

    在由 φησι 支配的宾格不定式结构中,不定式 εἶναι 的主语宾格是由阳性冠词 τὸν 引导的短语,其中被修饰的名词 λόγον 被省略(“关于……的[论述]”)。表语形容词 οἰκεῖον 带与格补足语 τοῖς περὶ γενέσεως λόγοις。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:78.22-80.20