← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论感觉》注解

§76.25-78.21

滋味作为营养之物与食物的滋养机理

本段对亚里士多德《论感觉》441b23进行注解,阐明为何滋味被定义为有营养之物的性质或匮乏,并论证食物是凭借其可尝性质(如甜)而非触觉性质(如冷热)来提供滋养。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.29

" Ὅτι δὲ οὐ παντὸς ξηροῦ ἀλλὰ τροφίμου οἱ χυμοὶ ἢ πάθος εἰσὶν ἢ στέρησις, δεῖ λαβεῖν ἐντεῦθεν." Εἰπὼν τὸν χυμὸν εἶναι τὸ ὑπὸ τοῦ ξηροῦ τοῦ ἐν τῇ γῇ ἐν τῷ ὕδατι γινόμενον πάθος διὰ θερμότητος τῆς γεύσεως τῆς κατὰ δύναμιν ἀλλοιωτικὸν εἰς ἐνέργειαν, ὅτι εὐλόγως προσέθηκε τῷ λόγῳ τὸ τῆς γεύσεως τῆς κατὰ δύναμιν ἀλλοιωτικὸν εἰς ἐνέργειαν νῦν δείκνυσιν. οὐ γὰρ πᾶν πάθος ἐν τῷ ὑγρῷ ὑπὸ τοῦ ξηροῦ γινόμενον χυμός· καὶ γὰρ ἡ ὀσμὴ ὑπὸ ξηρότητος ἐν ὑγρῷ γίνεται, ὡς προϊὼν δείξει, ἀλλ’ οὐ χυμὸς τοῦτο. ἔτι δὲ καὶ ἁπτὴ ἡ τροφή, ἀλλ’ οὐ, καθὸ ἁπτή, τρέφει, ἀλλὰ κατὰ τὸ πάθος τὸ γευστόν. ὃ δηλῶσαι βουληθεὶς εἶπεν ἀλλὰ τοῦ τροφίμου, τῷ τροφίμῳ ἀντὶ τοῦ γευστοῦ χρησάμενος. Εἰπὼν δὲ τοῦ τροφίμου πάθος εἶναι τοὺς χυμοὺς προσέθηκεν ἢ στέρησις, λέγων τοῦ τροφίμου στέρησιν, τουτέστι τοῦ γλυκέος· τοῦτο γὰρ τὸ τρόφιμον, ὡς δείξει. δοκεῖ γὰρ αὐτῷ ὁ μὲν γλυκὺς χυμὸς τρόφιμος εἶναι, στέρησις δὲ τούτου ὁ πικρός τε καὶ ἁλμυρός, γευστοὶ δὲ ἀμφότεροι· ὡς γὰρ ἐπὶ τῶν χρωμάτων τὸ ἐναντίον τῷ μάλιστα ὁρατῷ (τοῦτο δέ ἐστι τὸ λευκόν), ὅπερ ἐστὶ τὸ μέλαν ὁρατὸν ὂν καὶ αὐτό, οὕτως καὶ ἐπὶ τῶν χυμῶν τὸ ἐναντίον τῷ μάλιστα γευστῷ (μάλιστα δὲ γευστὸν τὸ τροφιμώτατον, τοιοῦτον δὲ τὸ γλυκύ) στέρησις τούτου. καὶ γὰρ καθόλου τῶν ἐναντίων δοκεῖ αὐτῷ τὸ ἐν τῇ χείρονι συστοιχίᾳ στέρησις εἶναι. ἐπεὶ τοίνυν καὶ τὸ γλυκὺ καὶ τὸ τούτῳ ἐναντίον, τὸ πικρόν, γευστά τε καὶ χυμοὶ καὶ ἐκ τῆς τούτων ποιᾶς μίξεως πάντες οἱ ἄλλοι χυμοί, ὥσπερ τὰ χρώματα ἔκ τε τοῦ λευκοῦ καὶ τοῦ μέλανος, τὸ γευστὸν καθόλου ἐδήλωσε τὰ ἐν τοῖς χυμοῖς ἐναντία εἰπών, ἐξ ὧν οἱ πάντες χυμοί· ταῦτα δέ ἐστι τὸ γλυκὺ καὶ τὸ πικρόν. ὡς ἐπεὶ τὸ γλυκὺ τρόφιμον, τοῦ τροφίμου ξηροῦ πάθος εἶπεν ἐν τῷ ὑγρῷ τὸν χυμὸν ἢ τῆς τούτου στερήσεως ἀντὶ τοῦ πικροῦ·1 τούτου γὰρ ἐναντίον, ἐναντίον δὲ τῷ γλυκεῖ καὶ ἡ στέρησις αὐτοῦ. ὅτι μὲν γὰρ οὔτε τὸ ξηρὸν αὐτὸ καθ’ αὑτὸ οὔτε τὸ ὑγρὸν τρέφει, ὡς γνώριμον λαμβάνει· ἐν γὰρ τῇ τούτων μίξει ποιᾷ ἡ τροφή. λείπει δὲ τῷ ὅτι οὔτε τὸ ξηρὸν ἄνευ τοῦ ὑγροῦ οὔτε τὸ ὑγρὸν ἄνευ τοῦ ξηροῦ τὸ χυμὸς καὶ τροφή·2 τούτῳ γὰρ ἀκολουθεῖ τὸ τροφὴ γὰρ οὐχ ἓν μόνον. Ὅτι δὲ μὴ πᾶν πάθος τὸ γινόμενον ἐκ τῆς τῶν τοιούτων μίξεως χυμός ἐστιν, ἑξῆς δείκνυσιν· ἡ γὰρ προσφερομένη τροφὴ τοῖς ζῴοις καὶ ἁπτή ἐστι. διὰ τοῦτο γοῦν καὶ τὴν γεῦσιν εἶδός τι ἁφῆς λέγει εἶναι, ὅτι καὶ τῶν ἁπτῶν ἐναντιοτήτων ἐστὶν ἀντιληπτική. ἀλλ’ οὐκ ἔστιν ἡ τροφὴ τροφή, καθὸ ἁπτή ἐστιν. οὐ γάρ, καθὸ θερμὴ ἢ ψυχρὰ ἢ μαλακὴ ἢ τινα ἄλλην ἁπτὴν ἐναντίωσιν ἔχει, τρέφει· ἀλλὰ καθόσον μὲν ἁπτή ἐστι, κατὰ τοσοῦτον αὐξήσεώς ἐστι τοῖς τρεφομένοις καὶ φθίσεως αἰτία. καθὸ γὰρ θερμὸν ἢ ψυχρόν ἐστι τὸ τρέφον, ἢ προσκρίνεται ἢ ἀποκρίνεται· τὸ γὰρ θερμὸν καὶ τὸ ψυχρὸν πέψεως καὶ ἀπεψίας αἴτιον, ὧν ἡ μὲν πέψις προσκρίσεώς τε καὶ αὐξήσεως αἰτία, ἡ δὲ ἀπεψία φθίσεώς τε καὶ ἀτροφίας. συνεργεῖ δὲ πρὸς τὴν σύμφυτον ἐν τοῖς ζῴοις θερμότητα, δι’ ἧς αἱ πέψεις, τῇ θρεπτικῇ ψυχῇ (τούτῳ γὰρ ὀργάνῳ πρὸς τὴν πέψιν ἡ δύναμις αὕτη χρῆται) καὶ ἡ τῶν προσφερομένων θερμότης τε καὶ ψυχρότης. ὥστε κατὰ μὲν τὸ πάθος τοῦτο τὸ ἁπτὸν γινόμενον καὶ αὐτὸ ὑπὸ τοῦ ξηροῦ ἐν τῷ ὑγρῷ (ἐκ τούτων γὰρ ἡ τροφὴ οὖσα καὶ ἁπτή ἐστιν) οὐκ εἰσιν οἱ χυμοί. δύναται γὰρ ἡ τροφή, καθόσον ἁπτή ἐστιν, αὐξήσεως εἰρῆσθαι αἰτία, ὅτι τὸ σῶμα ἁπτόν· ἡ γὰρ ἀντιτυπία ἁπτόν, ἐν ᾗ τῷ σώματι τὸ εἶναι· ἀλλὰ καὶ ἀφ’ ὧν εἰδοποιεῖται τὰ πρῶτα σώματα, ἐν οἷς αὐτοῖς τὸ εἶναι, ἁπτὰ καὶ ταῦτα. κατὰ δὲ σώματος προσθήκην τε καὶ ἀπουσίαν αἱ αὐξήσεις τε καὶ αἱ μειώσεις. ὥστε ἡ τροφή, καθὸ μὲν σῶμα, αὔξει, ὡς ἐν τοῖς Περὶ γενέσεως εἶπε (καθὸ γὰρ σῶμά ἐστι, ποσόν ἐστι), καθόσον δὲ γλυκεῖα, τρέφει, καὶ κατὰ τοῦτο δὲ καὶ κινητικὴ τῆς κατὰ δύναμιν γεύσεως εἰς ἐνέργειαν.

“而滋味并非一切干燥之物的性质或匮乏,而是有营养之物的性质或匮乏,这一点必须从下述内容中予以把握。” 在说明了滋味是由土地中的干燥之物通过热而在水中产生的性质、使潜能中的味觉转变为现实之后,他现在指出,他在定义中合理地添加了“使潜能中的味觉转变为现实”这一规定。因为干燥之物在湿润之物中产生的一切性质并非都是滋味;实际上,正如他随后所展示的那样,气味也是由干燥性在湿润之物中产生的,但这并不是滋味。再者,食物也是可触的,但它并不是在作为可触物的限度内提供滋养,而是在其可尝的性质上提供滋养。他想要表明这一点,便说了“而是有营养之物的”,用“有营养之物”来代替“可尝之物”。而在说了滋味是有营养之物的性质之后,他又补充了“或是匮乏”,指的是有营养之物的匮乏,也就是甜的[匮乏];因为正如他将展示的那样,这才是具有营养的。因为在他看来,甜的滋味是有营养的,而苦和咸则是这[一滋味]的匮乏,尽管二者都是可尝的;正如在颜色方面,与最可见之物(此即白色)相反之物,即黑色,其自身虽也是可见的,却是前者的匮乏;在滋味方面同样,与最可尝之物(最可尝之物即最有营养之物,而这样的东西就是甜的)相反之物,便是其匮乏。因为在他看来,在相反之物中,属于劣位对应系列的总归是匮乏。既然甜以及与其相反的苦都是可尝之物且是滋味,并且所有其他滋味都由这两者的某种混合产生(正如颜色产生于白和黑),那么他就通过说出所有滋味所由构成的、滋味中的相反之物,表明了一般意义上的可尝之物;而这些相反之物就是甜与苦。因此,既然甜是有营养的,他就说滋味是有营养的干燥之物在湿润之物中的性质,或者为了指代苦而说是其匮乏的[性质];因为苦是它的相反之物,而甜的匮乏对甜而言也是相反的。因为他把“无论是干燥之物自身还是湿润之物自身都不能滋养”当作已知的事实来接受;因为食物存在于这两者的某种混合之中。而在“无论是脱离湿润之物的干燥之物,还是脱离干燥之物的湿润之物,都〔不是〕”这一表述中,缺少了[应予补足的]“滋味和食物”;因为紧随其后的便是“因为食物并非仅仅是一种单一之物”。接着他指出,由这类东西的混合所产生的一切性质并不都是滋味;因为提供给动物的食物也是可触的。正因如此,他也说味觉是触觉的一种,因为它也能感知触觉的相反性质。但食物并非在作为可触之物的限度内是食物。因为食物并非在作为热或冷、软或具有某种其他触觉相反特性的限度内提供滋养;倒不如说,在它作为可触物的限度内,在这个程度上它是被滋养者生长和衰减的原因。因为滋养之物依据其是热还是冷,或是被吸收附着,或是被排泄分离;因为热与冷是消化与不消化的原因,其中消化是吸收与生长的原因,而不消化则是衰减与营养不良的原因。而所摄入之物的热与冷,对于营养灵魂而言,也协助动物体内与生俱来的热(诸消化即通过它而发生,因为这种能力将此作为消化的工具)。因此,就其自身也是由干燥之物在湿润之物中产生的这一触觉性质而言(因为食物由这些构成,所以也是可触的),诸滋味并不存在。因为食物在作为可触物的限度内,可以被称为生长的原因,这是由于物体是可触的;因为阻抗性是可触的,而物体之所是在于其中;不仅如此,原初物体由之被赋予形式的那些东西(它们自身的所是即存在于其中),也同样是可触的。并且生长与缩减是依物体的增添与缺失而发生的。因此,正如他在《论生成与消灭》中所说,食物在作为物体时引起生长(因为在它是物体的限度内,它是一种数量),而在作为甜物时提供滋养,且在这方面它也是能促使潜能中的味觉转变为现实的动力。

语法注2 条
  1. 1.29ὡς ἐπεὶ τὸ γλυκὺ τρόφιμον, τοῦ τροφίμου ξηροῦ πάθος εἶπεν ἐν τῷ ὑγρῷ τὸν χυμὸν ἢ τῆς τούτου στερήσεως ἀντὶ τοῦ πικροῦ

    句首的 ὡς 引出推论或说明,伴随着由 ἐπεὶ 引导的原因从句 ἐπεὶ τὸ γλυκὺ τρόφιμον。主句的谓语动词是 εἶπεν,宾语为 τὸν χυμόν,πάθος 作宾语补足语。ἢ τῆς τούτου στερήσεως 与前面的属格 τοῦ τροφίμου ξηροῦ 并列,承前省略了 [πάθος],意为“或者[是]其匮乏的[性质]”。

  2. 1.29λείπει δὲ τῷ ὅτι οὔτε τὸ ξηρὸν ἄνευ τοῦ ὑγροῦ οὔτε τὸ ὑγρὸν ἄνευ τοῦ ξηροῦ τὸ χυμὸς καὶ τροφή

    λείπει 表示“缺少”或“应予补足”,支配由与格冠词引导的名词化从句 τῷ ὅτι...,而 τὸ χυμὸς καὶ τροφή(带中性冠词的主格短语)充当其主语。此处是注解者指出亚里士多德原文中存在省略,需要补充阅读。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:76.25-78.21