- 底本
- Alexander, In Librum De Sensu Commentarium. Commentaria in Aristotelem Graeca III.1, ed. P. Wendland, Berlin: Reimer 1901, pp. 1-173. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:74.22-76.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大阐释了亚里士多德对味道的定义(即能够将潜能的味觉转变为现实的湿润物之受动),说明了感觉活动类似于观照而非学习,并根据季节与风向所导致的雨水差异,论证了味道是由干燥土质的混入及热的熟化作用所生成的。
τοῦτο γὰρ ᾐτιάσατο καὶ τῶν πανσπερμίαν τὸ ὕδωρ λεγόντων εἶναι τῶν χυμῶν καὶ οὕτως ὕλην. εἰ δὲ ἡ γένεσις τῶν χυμῶν ἐν τῇ διηθήσει τοῦ γεώδους ξηροῦ τοῦ ἐν τῇ γῇ ἐν ὕδατι διὰ τὴν ὑπὸ θερμότητος κίνησιν, καὶ εἶεν ἂν καὶ οἱ ἐν τῇ γῇ χυμοὶ τοῦτον ἐγγινόμενοι τὸν τρόπον ἐγκαταμίξει τινὸς ὑδατώδους ὑγροῦ καὶ θερμότητος ποιᾶς· ἔχει δὲ ἡ γῆ ἐν αὑτῇ καὶ θερμότητα καὶ ὑγρότητα ἐγκαταμεμιγμένας. Εἰπὼν δὲ πῶς γίνεται ὁ χυμός, ὁρίζεται αὐτόν. λέγει γὰρ χυμὸν εἶναι τὸ ὑπὸ τοῦ ἐν τῇ γῇ ξηροῦ γινόμενον πάθος ἐν τῷ ὑγρῷ τῆς γεύσεως τῆς κατὰ δύναμιν ἀλλοιωτικὸν εἰς ἐνέργειαν. διὰ μὲν οὖν τοῦ τὸ πάθος λαβεῖν καὶ τὸ θερμὸν συμπαραλαβὼν1 δι’ οὗ τὸ ἐγγινόμενον πάθος ὑπὸ τοῦ ξηροῦ ἐν τῷ ὑγρῷ· τὸ δὲ τῆς γεύσεως τῆς κατὰ δύναμιν ἀλλοιωτικὸν εἰς ἐνέργειαν σημαίνει μὲν αὐτὸ τὸ κινοῦν οὕτω τὴν γεῦσιν καὶ ἀλλοιοῦν, ὡς ἄγειν αὐτὴν ἀπὸ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ· ποιητικὸν γὰρ ὁ χυμὸς τῆς κατ’ ἐνέργειαν γεύσεως. Ὅτι δὲ προϋπαρχούσης τῆς αἰσθητικῆς δυνάμεως ὁ χυμὸς εἰς ἐνέργειαν κινητικὸς γίνεται, ἀλλ’ οὐκ αὐτὸς τῆς δυνάμεως τῆς γευστικῆς αἴτιος, δηλοῖ δι’ ὧν προστίθησι λέγων· οὐ γὰρ κατὰ τὸ μανθάνειν, ἀλλὰ κατὰ τὸ θεωρεῖν ἐστι τὸ αἰσθάνεσθαι.2 ὃ ἴσον ἐστὶ τῷ ‘οὐ γὰρ ἐγγίνεται ἡ αἰσθητικὴ δύναμις ἐν τῷ αἰσθάνεσθαι, ὡς ἡ ἐπιστήμη ἐν τοῖς μανθάνουσιν, ἀλλὰ προϋπάρχουσα καὶ οὖσα δυνάμει ἐνεργεῖ, ὡς ὁ ἔχων πρότερον τὴν ἐπιστήμην, ἔπειτα ἐνεργῶν κατὰ ταύτην.’ τίς δὲ ἡ δυνάμει αἴσθησις καὶ τίς ἡ κατ’ ἐνέργειαν εἴρηκεν ἐν τοῖς Περὶ ψυχῆς. τὸ δὲ ἄγει γὰρ τὸ αἰσθητικὸν εἰς τοῦτο δυνάμει προϋπάρχον ἴσον ἐστὶ τῷ ‘ἄγεται γὰρ τὸ αἰσθητικὸν ὑπὸ τοῦ αἰσθητοῦ εἰς ἐνέργειαν, ὂν τοιοῦτον δυνάμει πρὸ τούτου’. ᾧ προσέθηκε καὶ τὰ ἑξῆς δηλωτικὰ ὄντα τοῦ εἰς ποίαν ἐνέργειαν ἄγεται καὶ ἐκ ποίας δυνάμεως. ἐπεὶ δὲ μὴ μόνον τὸ κατὰ τὸν χυμὸν πάθος ἐν τῷ ὑγρῷ ὑπὸ τοῦ ξηροῦ ἐγγίνεται (κἂν γὰρ χρῶμα ἐναποπλυθῇ, ὁμοίως καὶ τὸ ὕδωρ χρώννυται), ἀλλὰ καὶ ὀσμαὶ ὁμοίως ἐν αὐτῷ γίνονται, διὰ τοῦτο εὐλόγως προσέθηκε τὸ ἴδιον τοῦ ὡς χυμοῦ * * * πάθος ἐστὶ τῆς γεύσεως τῆς κατὰ δύναμιν ἀλλοιωτικὸν εἰς ἐνέργειαν. Ὅτι δὲ ἡ ξηρότης ἡ ἐν τῇ γῇ τῆς τῶν χυμῶν γενέσεως αἰτία, δῆλον καὶ ἐκ τῆς τῶν ἑψομένων ὑδάτων διαφορᾶς, ἣ γίνεται παρὰ τὴν ἐγκατάμιξιν τῆς γεώδους ξηρότητος· τῶν γοῦν ὀμβρίων ὑδάτων τὸ μὲν τοῦ χειμῶνος γλυκύτατον, τὸ δὲ τοῦ θέρους ἧττον, ἥκιστα δὲ τὸ μετοπώρου. πάλιν δ’ αὖ βορείοις μὲν ποτιμώτερον τὸ ὑόμενον, νοτίοις δὲ ἁλυκώτερον, καὶ ταῖς μὲν ἐπομβρίαις γλυκύ, τοῖς δὲ αὐχμοῖς ἁλυκόν· χειμῶνος μὲν γὰρ ὑγρῶν τῶν περὶ τὴν γῆν ὄντων ἄμικτοι αἱ ἀναθυμιάσεις ἀνάγονται τῆς γεώδους ξηρότητος, θέρους δὲ ἧττον ὄντων ὑγρῶν τῶν περὶ τὴν γῆν συναναφέρεταί τι τῇ ἀναθυμιάσει συνεπισπώμενον τοῦ γεώδους· ἔτι δὲ μᾶλλον τοῦ μετοπώρου πλέον ἀνασπᾶται τοῦ γεώδους διὰ τὸ μάλιστα τότε πάντα ἀνεξηράνθαι ὑπὸ τοῦ ἐν τῷ θέρει καύματος. πάλιν τοῖς μὲν βορείοις ἅτε πνέουσιν ἀπὸ τῶν ἐνύγρων πολὺ τὸ πότιμον, νοτίοις δὲ διὰ τὸ ἀπὸ ξηρῶν καὶ κατακεκαυμένων πολὺ τὸ γεῶδες. οὕτω δὲ καὶ ἐν τοῖς αὐχμοῖς· καὶ γὰρ ἐν τούτοις ἀνάγεται τὸ γεῶδες καὶ ἁλυκὸν πολύ, ἐναντίον δὲ ἐν ταῖς ἐπομβρίαις. οὕτως οὖν εὔλογον καὶ τοὺς χυμοὺς ἅπαντας γίνεσθαι τῇ τε ἐγκαταμίξει τῆς γεώδους ξηρότητος καὶ τῇ ὑπὸ τοῦ θερμοῦ γινομένῃ πέψει αὐτῶν [ἡγεῖται] διὰ τῆς συμμέτρου θερμότητος. φθείρονται γοῦν οἱ χυμοὶ πολλάκις, ὅταν ὑπὸ τοῦ ψύχους αἱ πέψεις αὐτῶν ἀναλυθῶσι καὶ ἐξυγρανθῶσιν, ὥσπερ διακρινομένης τῆς ἐγκαταμεμιγμένης τῷ ὑγρῷ ξηρότητος. μετὰ γὰρ τὴν ὑπὸ τοῦ ψύχους γινομένην πῆξιν ἐν αὐτοῖς λυόμενα ἐξυγραίνεταί τε καὶ ἐξαεροῦται· ἐνυπάρχει γὰρ τὸ ὑγρὸν ἐν τοῖς χυμοῖς. οὐ γὰρ ἐκκρίσει τινὶ τοῦ ὑγροῦ ἀπὸ τοῦ ξηροῦ ὑπὸ τοῦ θερμοῦ γινομένῃ οἱ χυμοί,3 ἀλλὰ πέψει καὶ συστροφῇ· ὅτι γὰρ ἐνυπάρχει τὸ ὑγρὸν ἐν τοῖς πεττομένοις, δῆλον ἐκ τοῦ λυθείσης τῆς πέψεως ἀνυγραίνεσθαι αὐτά. πολλοὶ δὲ τῶν καρπῶν τὴν ἀρχὴν ἐν τοῖς ψυχροῖς τόποις οὔτε πεπαίνονται οὔτε τὸν ἴδιον χυμὸν λαμβάνουσιν, ὡς τοῦ θερμοῦ ποιητικοῦ γινομένου τῆς πέψεως αὐτῶν καὶ τῶν ἐν αὐτοῖς χυμῶν.
事实上,他[亚里士多德]也正是由于这个原因,谴责了那些声称水是各种味道的泛种并因而是质料的人。另一方面,如果味道的生成在于由于热所引起的运动、土中的干燥土质在水中被过滤,那么土中的味道也应当是通过某种水样湿润物与特定热的混入而以此种方式生成的;而且土在其自身内部确实包含着混入其中的热与湿润。 在说明了味道是如何生成的之后,他[亚里士多德]对它下了定义。他说,味道是“由土中的干燥物在湿润物中所产生的一种受动,它能够将处于潜能状态的味觉改变为现实状态”。因此,通过采用“受动”[这一词],他也一同纳入了热——干燥物在湿润物中所产生的受动正是通过热为媒介的;而“能够将处于潜能状态的味觉改变为现实状态”这一短语,指的正是以将味觉从潜能导向现实的方式推动并改变味觉的那种东西本身;因为味道是现实味觉的致动原因。 而由于感觉能力预先存在,味道才成为推动其走向现实者,但味道本身并非味觉能力的原因,这一点他通过所补充的话语明确指出:“因为感觉并非如学习那样,而是如观照那样。”这等同于说:“因为感觉能力并非像学习者获得知识那样在感觉活动中产生,而是预先存在且处于潜能状态的东西施行活动,如同先前已拥有知识而后依照这知识施行活动的人那样。”何为处于潜能的感觉,何为处于现实的感觉,他在《论灵魂》中已有阐述。而“因为它将预先处于潜能的感觉部分导向这一点”这一句,等同于说:“因为感觉部分被感觉对象导向现实,而在此之前它在潜能上是如此的”。对此他又补充了后续的语句,以表明它是被导向何种现实,以及从何种潜能被导向的。另一方面,既然不仅关涉味道的受动是由干燥物在湿润物中生成的(因为即便颜色被洗落,水同样也会被着色),而且气味也同样在其中生成,因此他合乎情理地补充了味道本身的固有属性,[即]它是一种能够将处于潜能的味觉改变为现实的受动。 土中的干燥是味道生成的起因,这也从受热煮炼之水的差异中显明出来,这一差异是由于混入干燥土质而产生的。无论如何,在雨水中,冬季之水最甘甜,夏季之水次之,秋季之水最不甘甜。此外,在刮北风时所降下的水更为可饮,在刮南风时则更带咸涩,连绵大雨时甘甜,干旱时则咸涩。因为在冬季,由于大地周围的事物是湿润的,所升起的气化成分并未混杂干燥土质;但在夏季,由于大地周围的事物不够湿润,某种土质成分被一同牵引,随气化成分一同升起;而在秋季,由于夏季的炎热使当时的一切事物都被最大程度地晒干,更多的土质成分被抽取上来。此外,北风由于吹自水湿之地,可饮用的成分就多;南风则由于吹自干燥灼热之地,土质成分就多。干旱之时亦复如此;因为在这些时候,大量土质且咸涩的成分被升起,而在连绵大雨时则恰恰相反。因此,他[亚里士多德]认为,一切味道之所以生成,同样合乎情理地是通过干燥土质的混入以及热借助适度温暖对它们所造成的熟化。无论如何,味道往往会在因寒冷使其熟化瓦解并液化时遭到破坏,仿佛混入湿润物中的干燥成分被分离了开来。因为在它们之中由寒冷所造成的凝固之后,它们在瓦解时既被液化又化为气体;湿润成分确实内在存在于味道中。因为味道并不是通过热将湿润物从干燥物中进行某种析出而形成的,而是通过熟化与凝缩形成的;因为湿润成分内在存在于被熟化的事物中,这一点从熟化被瓦解时它们再度变湿润即可显明。而许多果实在寒冷地区根本既不能成熟,也不能获得其特有的味道,这表明热乃是果实的熟化以及其中味道的致动原因。
- 1.28διὰ μὲν οὖν τοῦ τὸ πάθος λαβεῖν καὶ τὸ θερμὸν συμπαραλαβὼν
此处为一个破格构文(anacoluthon),介词短语 διὰ ... τοῦ λαβεῖν 之后连接了主格分词 συμπαραλαβών。在语境中,暗含了一个以亚里士多德为主语的限定动词,表明他通过在定义中引入“受动”一词,同时也把作为中介的热纳入了考量。
- 1.28οὐ γὰρ κατὰ τὸ μανθάνειν, ἀλλὰ κατὰ τὸ θεωρεῖν ἐστι τὸ αἰσθάνεσθαι
由介词短语 κατὰ τὸ ... 构成的述谓结构。此处引用了亚里士多德《论灵魂》第二卷第五章的框架,指出感觉活动并非从第一潜能向第一现实的过渡(获得知识=学习),而是从第一现实向第二现实的过渡(运用知识=观照)。
- 1.28οὐ γὰρ ἐκκρίσει τινὶ τοῦ ὑγροῦ ἀπὸ τοῦ ξηροῦ ὑπὸ τοῦ θερμοῦ γινομένῃ οἱ χυμοί
限定动词(γίνονται)省略。与格名词短语 ἐκκρίσει τινὶ ... 表示手段与方式,构成对比结构,否定了先前的学说(热导致的湿润从干燥中析出),而确立了熟化与凝缩说(πέψει καὶ συστροφῇ)。
