← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论感觉》注解

§72.29-74.22

元素的相反性与热浸滤土质生成味道

亚历山大解释了各元素并非作为物体或实体、而是依据内在的相反性发生相互作用与受动,并阐明了亚里士多德关于自然如何利用热通过在水中浸滤和熟化干燥的土质成分来生成味道的论述。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.28#4

ἐν οἷς εἴρηκε καὶ κατὰ τί μάλιστα εἰδοποιεῖται τῶν σωμάτων τῶν ἁπλῶν ἕκαστον, ὅτι γῆ μὲν μᾶλλον ὑπὸ τοῦ ξηροῦ ἢ τοῦ ψυχροῦ, ὕδωρ δὲ ὑπὸ τοῦ ψυχροῦ μᾶλλον ἢ ὑγροῦ, ἀὴρ δὲ ὑπὸ τοῦ ὑγροῦ μᾶλλον ἢ θερμοῦ, πῦρ δὲ ὑπὸ τοῦ θερμοῦ μᾶλλον ἢ ξηροῦ. Εἰπὼν δὲ τὰ ἐναντία ὑπὸ τῶν ἐναντίων πάσχειν, διὸ καὶ τὸ ὑγρὸν ὑπὸ τοῦ ξηροῦ καὶ ἔμπαλιν (τὸ γὰρ πλεονάζον ποιητικόν [εἶναι]), εἶναι δὲ καὶ τὸ πῦρ ξηρόν, μάλιστα δὲ τὴν γῆν, προστίθησι τούτοις ὅτι καθὸ τὸ μὲν πῦρ ἐστι τῶν στοιχείων, τὸ δὲ ὕδωρ, τὸ δὲ γῆ, τὸ δὲ ἀήρ, οὐδὲν οὔτε ποιεῖν οὔτε πάσχειν πεφύκασιν· οὐσία γὰρ αὐτά, οὐσία δὲ οὐσίᾳ οὐκ ἔστιν ἐναντία, ἐν δὲ τοῖς ἐναντίοις τὸ ποιεῖν τε καὶ πάσχειν. διὸ καὶ προσέθηκεν οὐδ’ ἄλλο οὐδέν· οὐδὲν γὰρ σῶμα, καθὸ σῶμα, ποιεῖ ἢ πάσχει, ὅτι μηδ’ ἐναντιότης ἐν αὐτοῖς· καθὸ δὲ ἐν ἑκάστῳ αὐτῶν ἐναντιότης ἐνυπάρχει, κατὰ τοῦτο ποιητικά ἐστιν ἀλλήλων καὶ παθητικά. ἐναντιότης δὲ ἐν τῷ ὕδατι πρὸς μὲν τὴν γῆν κατὰ τὴν ὑγρότητα (ξηρὰ γὰρ ἡ γῆ μάλιστα), πρὸς δὲ τὸ πῦρ κατ’ ἄμφω μέν (καὶ γὰρ κατὰ τὴν ξηρότητα καὶ θερμότητα, τὸ γὰρ ὕδωρ ὑγρὸν καὶ ψυχρὸν [ὄν]), μᾶλλον δὲ κατὰ τὴν ψυχρότητα, ἐπεὶ τούτῳ μὲν τὸ ψυχρὸν οἰκειότερον, τοῦ δὲ πυρὸς οἰκεῖον τὸ θερμὸν μάλιστα. Μάθοι δ’ ἄν τις ἐκ τούτων τὴν Ἀριστοτέλους δόξαν περὶ τῶν ποιούντων τε καὶ πασχόντων. οὔτε γὰρ τὰ σώματα αὐτῷ δοκεῖ ποιεῖν τε καὶ πάσχειν, ὡς ἀρέσκει τοῖς ἀπὸ Στοᾶς, οὔτε πάλιν τὰ ἀσώματα, ὡς ἐδόκει τοῖς περὶ Πλάτωνα, ἀλλὰ κατὰ τὰς ἐν αὐτοῖς ἐναντιώσεις οὔσας ἀσωμάτους.1 πῶς οὖν, εἰ τῷ μὲν ὕδατι τὸ εἶναι ὕδατι ἐν ὑγρότητι καὶ ψυχρότητι, τῷ δὲ πυρὶ ἐν θερμότητι καὶ ξηρότητι, οὐκ ἐναντίον τὸ ὕδωρ τῷ πυρὶ καὶ καθὸ ὕδωρ καὶ πῦρ; ἢ εἰ καὶ ὅτι μάλιστα κατὰ ταῦτα εἰδοποιεῖται ἑκάτερον αὐτῶν, ἀλλ’ οὐ ταῦτά ἐστι τὸ πῦρ καὶ τὸ ὕδωρ· οὐ γάρ ἐστιν εἴδη μόνον, ἀλλ’ ἔστι καὶ ὑποκείμενόν τι αὐτοῖς ἔχον ταύτας τὰς ποιότητας, σὺν ᾧ τὸ μὲν ὕδωρ ἐστί, τὸ δὲ πῦρ. ἡ γοῦν ῥοπὴ αὐτοῖς οὐκ ἔστι πρώτως ἐναντία· οὐ γὰρ ὥσπερ τὸ πῦρ κουφότατον, οὕτως καὶ τὸ ὕδωρ βαρύτατον· ἀλλὰ καὶ μεθ’ ὕλης τὸ εἶναι αὐτοῖς, ἥτις ἐστὶν ἡ αὐτὴ ἐν πᾶσιν αὐτοῖς. Εἰπὼν δὲ ὅτι εὔλογον πάσχειν τὸ ὑγρὸν ὑπὸ τοῦ ξηροῦ (ἦν δὲ τὸ μὲν ἐν τῷ ὕδατι, τὸ δὲ ἐν τῇ γῇ), πῶς ὑπὸ τοῦ ἐν τῇ γῇ ξηροῦ πάσχει τὸ ἐν τῷ ὕδατι ὑγρὸν ἐν τῇ τῶν χυμῶν γενέσει λέγει. ὡς γὰρ οἱ ἐναποπλύνοντες ἐν τῷ ὑγρῷ τὰ κεχρωσμένα χρωματίζουσι καὶ τὸ ὕδωρ τῷ τοῦ ἐναποπλυνομένου χρώματι, ὁμοίως δὲ καὶ οἱ τὰ τοὺς χυμοὺς ἔχοντα (ἀπολαύει γὰρ τὸ ὕδωρ τῶν χυμῶν τῶν ἐν τοῖς ἀποπλυνομένοις ἐν αὐτῷ), οὕτω φησὶ καὶ ὑπὸ τῆς φύσεως γίνεσθαι· τὸ γὰρ ξηρὸν καὶ γεῶδες ἐναποπλύνουσαν τῷ ὑγρῷ καὶ διὰ τούτου διηθοῦσαν αὐτὴν τὸ ὑγρόν, χρωμένην τῷ θερμῷ καὶ διὰ τούτου κινοῦσαν αὐτὸ γεννᾶν ἐν αὐτῷ τὸν χυμόν. τῷ δὲ οὕτω καὶ ἡ φύσις τὸ ξηρὸν καὶ γεῶδες λείποι ἂν τὸ ‘ἐναποπλύνει τῷ ὑγρῷ.’2 τοῦ δὲ καὶ διὰ τοῦ ξηροῦ καὶ γεώδους διηθοῦσα ἐξηγητικὸν ἂν εἴη τὸ ‘ἐναποπλύνουσα καὶ χρωμένη ἐν τῇ διηθήσει τῷ θερμῷ καὶ κινοῦσα αὐτό, τουτέστιν ἀλλοιοῦσα αὐτὸ καὶ συνιστῶσα καὶ πέσσουσα, ποιὸν παρασκευάζει· ἔγχυμον γάρ.’ ἀνατίθησι δὴ τὴν γένεσιν τῶν χυμῶν τῇ διηθήσει τοῦ ὑγροῦ ἐν τῷ ξηρῷ τῷ ἐν τῇ γῇ ὄντι κινοῦντος αὐτὸ καὶ μεταβάλλοντος καὶ συνιστῶντος τοῦ θερμοῦ. ἐν γὰρ τῇ δι’ ἐκείνου διηθήσει καὶ τῇ ὑπὸ τοῦ θερμοῦ γινομένῃ ἐν αὐτῷ πέψει τε καὶ συστάσει ἡ γένεσις τοῦ χυμοῦ, οὐ τῆς γῆς ἐχούσης τὸν χυμὸν ἐν αὑτῇ, ὡς ἐδόκει πρὸ ὀλίγου λέγειν βουλόμενος συστῆσαι τὸ ἀπολαύειν τινὸς τὸ ἐν τῷ ὕδατι ὑγρὸν ἀπὸ τῆς ἐν τῇ γῇ ξηρότητος διηθούμενον δι’ αὐτῆς. εἰ γὰρ ἦν ἡ γῆ ἔχουσα ἐνεργείᾳ τοὺς χυμοὺς καὶ παρ’ αὐτῆς τὸ ὕδωρ ἀπεμάττετο, οὐκ ἔδει αὐτοὺς παρὰ τὴν τῶν δεχομένων τὸ τοιοῦτον ὕδωρ διαφορὰν φυτῶν ἀλλάσσεσθαι, ἀλλ’ αὐτοὺς ποιεῖν ἐν αὑτοῖς τοὺς ὁμοίους χυμοὺς τὸ ὅμοιον.

在这些著作中,他[亚里士多德]还说明了各单纯物体主要是根据什么被规定其形式的:土主要是由干燥而非由寒冷规定的,水主要是由寒冷而非由湿润规定的,空气主要是由湿润而非由炎热规定的,火主要是由炎热而非由干燥规定的。在说明了相反者受相反者的作用,因此湿润者也受干燥者的作用,反之亦然(因为居于优势者具有能动性),并且火也是干燥的,但土最是干燥之后,他又对此补充道:在这些元素中只要其一是火、其一是水、其一是土、其一是空气,它们在本性上就既不作用也不受作用;因为它们是实体,而实体与实体并不相反,但作用与受作用则存在于相反者之间。因此他接着补充了“其他任何事物也都不[作用或受作用]”;因为任何物体只要作为物体,就既不作用也不受作用,因为在它们之中没有任何相反性;但在相反性内在存在于它们各自之中的范围内,根据这一点,它们彼此之间才具有能动性与受动性。水相对于土的相反性在于湿润(因为土最是干燥),而相对于火的相反性则在于两方面(即既在于干燥也在于炎热,因为水既湿润又寒冷),但主要是根据寒冷,因为寒冷对于水更为固有,而炎热对于火则最为固有。 从这些论述中,人们可以领会亚里士多德关于能动者与受动者的见解。因为在他看来,既非物体[按其自身]发生作用与承受作用(如斯多亚派所主张的),亦非非物体性的东西发生作用与承受作用(如柏拉图学派所认为的),而是[物体]依据其内在的、作为非物体的相反性[来发生作用与承受作用]。那么,如果对水而言其作为水之所是存在于湿润与寒冷中,对火而言存在于炎热与干燥中,水为何即使在作为水与火的意义上也不与火相反呢?抑或我们应当说,即使它们各自主要正是依据这些性质被规定其形式的,但火与水并非这些性质本身?因为它们不仅是形式,而且还存在着一个拥有这些性质的基底,结合这一基底,一者才是水,另一者才是火。至少它们的天然倾向并不是首要相反的;因为并非如同火最轻那样,水也就是最重的;相反,它们的存在是伴随着质料的,而这一质料在它们全部之中是同一个。 在说明了湿润者受干燥者的作用是合乎情理的(一者在水中,另一者在土中)之后,他[亚里士多德]接着阐明了在味道的生成中,水中的湿润物是如何受土中的干燥物的作用的。因为正如在液体中洗涤着色之物的人也会用被洗涤物的颜色给水着色,洗涤具有味道之物的人亦复如此(因为水会享受到在其自身中被洗涤之物里的味道),他说由自然造成的过程也是如此:因为自然将干燥与土质的成分洗涤到湿润物中,并通过这一成分将湿润物过滤,利用热并通过热来推动它,从而在其中生成味道。在“自然亦是如此将干燥与土质的成分”这句中,应当缺少了“洗涤到湿润物中”这一表述。而作为“并通过干燥与土质的成分过滤”的解释性说明,则是“将其洗涤,并在过滤中利用热并推动它——即改变它、使之凝聚并熟化它——从而使之具备特定的性质;因为它是带味道的”。因此,他将味道的生成归于湿润物在土中存在的干燥物之中的过滤,同时热在此过程中推动、改变并凝聚它。因为味道的生成在于穿过那[干燥之土]的过滤,以及由热在其中所造成的熟化与凝聚,而并非在于土自身内部就拥有味道——正如不久前他为了确立水中的湿润物穿过土过滤时享受到了来自土中干燥成分的某种特性而似乎所说的那样。因为如果土现实地拥有诸味道且水只是从土中印刻下味道,那么味道就不应当随着吸收此类水之植物的差异而改变,而是相同的东西会在它们自身中产生相同的味道。

语法注2 条
  1. 1.28ἀλλὰ κατὰ τὰς ἐν αὐτοῖς ἐναντιώσεις οὔσας ἀσωμάτους

    此处承接前文的 οὔτε γὰρ τὰ σώματα αὐτῷ δοκεῖ ποιεῖν τε καὶ πάσχειν ... οὔτε πάλιν τὰ ἀσώματα,需补出动词短语 ποιεῖν τε καὶ πάσχειν[τὰ σώματα](物体发生作用与承受作用)。亚历山大以此对比说明,亚里士多德既不同于斯多亚派(认为物体自身直接作用与受动),亦不同于柏拉图学派(认为非物体性的东西作用与受动),而是主张物体依循其内在的非物体性相反性来发生作用与受动。

  2. 1.28τῷ δὲ οὕτω καὶ ἡ φύσις τὸ ξηρὸν καὶ γεῶδες λείποι ἂν τὸ ‘ἐναποπλύνει τῷ ὑγρῷ.’

    这是对亚里士多德原文句式(“自然亦是如此将干燥与土质的成分……”)的语法与文义疏解。与格短语 τῷ δὲ οὕτω καὶ ἡ φύσις τὸ ξηρὸν καὶ γεῶδες 是动词 λείποι ἄν(缺少)的受词(指该句),而带冠词的引用短语 τὸ ‘ἐναποπλύνει τῷ ὑγρῷ’(“在湿润物中洗涤”)是主语,指出亚里士多德原文中在此省略了谓语动词。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:72.29-74.22