- 底本
- Alexander, In Librum De Sensu Commentarium. Commentaria in Aristotelem Graeca III.1, ed. P. Wendland, Berlin: Reimer 1901, pp. 1-173. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:71.4-72.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注释了亚里士多德关于水的稀薄与油的粘性的对比,阐明单凭热无法解释味道的凝聚而热仅是协同原因,并结合古代学说、过滤的实例以及《论生成与消灭》中的元素理论,解释了与土的混合是味道生成的本质因素。
εἰπὼν δὲ λεπτότατον εἶναι πάντων τῶν τοιούτων ὑγρῶν τὸ ὕδωρ, τὸ ἔλαιον ἐπιπολάζειν τῷ ὕδατί φησιν οὐ διὰ λεπτότητα, ἀλλὰ διὰ γλισχρότητα, καὶ ταύτῃ καὶ ἐπεκτείνεσθαι ἐπὶ πλέον καὶ ἀναπληστικὸν μᾶλλον τοῦ ὕδατος εἶναι διὰ τὴν αὐτὴν αἰτίαν. τὸ δὲ ὕδωρ ψαθυρὸν καὶ εὔθρυπτον· διὸ καὶ οὐκ εὐφύλακτον οὐδὲ ἀναπληστικὸν ὁμοίως. λαβὼν δὲ τὸ εἶναι λεπτότατον τὸ ὕδωρ, πιστοῦται τοῦτο καὶ διὰ τοῦ θερμαινόμενον αὐτὸ καθ’ αὑτὸ [τῷ] μηδεμίαν σύστασιν λαμβάνειν· διὰ δὲ τὴν λεπτότητα οὐ παχύνεται ἑψόμενόν τε καὶ θερμαινόμενον. πάντες δὲ οἱ χυμοὶ ἐν συστάσει τινί, ὥστ’ εἰ μὴ τὸ ὕδωρ ὑπὸ τοῦ θερμοῦ συνίσταται καθ’ αὑτό, οὐδ’ ἂν τῶν ἐν αὐτῷ γινομένων χυμῶν τὸ θερμὸν μόνον αἴτιον εἴη, ἀλλὰ συναίτιον. Εἰπὼν δὲ ταῦτα καὶ δείξας ὅτι τὸ θερμὸν συναίτιον μὲν τῆς τῶν χυμῶν ἐν τῷ ὕδατι γενέσεώς ἐστιν, οὐ μὴν αἴτιον, ἐφεξῆς τὴν αὑτοῦ δόξαν προστίθησι λέγων· φαίνονται δὲ οἱ χυμοὶ ὅσοιπερ καὶ ἐν τοῖς περικαρπίοις οὗτοι ὑπάρχοντες καὶ ἐν τῇ γῇ. λαμβάνει δὲ διὰ τούτων τὰς τῶν χυμῶν ποιότητας πάσας καὶ ἐν τῇ γῇ εἶναι. δι’ οὗ πιστοῦται τὸ μὴ μόνον τὸ ὕδωρ αὔταρκες πρὸς χυμῶν σύστασίν τε καὶ γένεσιν εἶναι, ἀλλὰ τῷ παρὰ τῆς γῆς τι λαμβάνειν γίνεσθαι τοιοῦτον. τούτου δὲ μαρτυρίοις χρῆται τῇ τε τῶν ἀρχαίων φυσιολόγων τῶν πλείστων δόξῃ, οἳ τοιοῦτόν φασι τὸ ὕδωρ εἶναι, δι’ οἵας ἄν γῆς πορεύηται, ὡς παρὰ τῆς γῆς τοῦ ὕδατος τὸν χυμὸν λαμβάνοντος, ἀλλὰ καὶ [ἐκ] τῇ ἐναργείᾳ. τά τε γὰρ ἁλμυρὰ τῶν ὑδάτων τῷ διὰ τῆς τοιαύτης γῆς διηθεῖσθαι τοιαῦτά ἐστιν (οἱ γὰρ ἅλες εἶδός τι τῆς γῆς εἰσι, δι’ ὧν τὸ διηθούμενον ὕδωρ ἁλμυρὸν γίνεται), καὶ καθόλου ὁποία ἄν ἡ τῆς γῆς ποιότης ᾖ, τοιοῦτος καὶ ὁ χυμὸς τοῦ δι’ αὐτῆς ῥέοντος γινόμενος ὁρᾶται, διὰ μὲν ἀσφαλτώδους ἀσφαλτώδης, διὰ δὲ πικρᾶς πικρός· τὰ γοῦν διὰ τῆς τέφρας διηθούμενα πικρὰ γίνεται. διὰ τοῦτο γὰρ καὶ πλεῖσται πηγῶν καὶ κρηνῶν εἰσι διαφοραί· αἱ μὲν γὰρ πικραὶ τῶν κρηνῶν εἰσιν, αἱ δὲ ὀξεῖαι παρὰ τὰς τῆς γῆς δι’ ἧς ῥέουσι διαφοράς. ἱστόρηται δὲ τὰ τοιαῦτα Θεοφράστῳ ἐν τοῖς Περὶ ὕδατος. διὰ τοῦτο οὖν φησιν εὐλόγως καὶ τοὺς χυμοὺς ἐν τοῖς ἐκ τῆς γῆς φυομένοις, τουτέστιν ἐν τοῖς φυτοῖς, καὶ ταύτῃ τρεφομένοις μετὰ ὑγρότητος ἐγγίνεσθαι μάλιστα. λαμβάνει γὰρ καὶ σπᾷ τὸ ἀπολαῦσαν τῆς γῆς ὕδωρ, ἐν ᾗ καὶ δι’ ἧς ῥέον αὐτὰ τὰ φυτὰ δέχεται αὐτό. οὐχ ὡς τῆς γῆς δὲ ἐγχύμου κατὰ τὴν αὑτῆς φύσιν οὔσης λέγοι ἂν1 (οὐδὲν γὰρ τῶν ἁπλῶν σωμάτων τῇ αὑτοῦ φύσει ἔγχυμον εἶναι δοκεῖ), ἀλλ’ ὡς πρώτης αὐτῆς κατὰ τὴν [ὡς] πρός τινα ὑγρότητα ὑπὸ θερμότητος μῖξιν πασχούσης τε καὶ δεχομένης ταῦτα. οὐ γὰρ τοῦτο λέγει, ὅτι παρὰ τῆς γῆς ἐχούσης ἤδη τοὺς χυμοὺς πάντας ἐνεργείᾳ τὸ ὕδωρ λαμβάνει· οὐκέτι γὰρ ἂν ἦν ὁ λόγος αὐτῷ καθόλου περὶ γενέσεως χυμῶν, ἀλλὰ περὶ τῶν ἐν τῷ ὕδατι. τοῦ δὲ ἀπὸ τοῦ ξηροῦ τοῦ ἐν τῇ γῇ τὴν γένεσιν τῶν χυμῶν ἐν τῷ ὑγρῷ γίνεσθαι μαρτύριον παρέθετο τὸ2 καὶ τῆς ἤδη ποιότητάς τινας ἢ χυμοὺς ἐχούσης γῆς ἀπολαύειν τὸ διηθούμενον ὕδωρ δι’ αὐτῆς, ὡς πεφυκὸς πάσχειν ὑπ’ αὐτῆς· ὑγρότης δ’ ἄν τις εἴη καὶ ἡ ἐν τῇ γῇ τὸν χυμὸν δεδεγμένη. Εἰπὼν δὲ τοῦτο, καὶ κατὰ τί εὔλογον πάσχειν τι τὸ ὕδωρ ὑπὸ γῆς λέγει. πάσχειν γὰρ πέφυκε τὸ ὑγρὸν ὑπὸ τοῦ αὐτῷ ἐναντίου, ὥσπερ καὶ τὰ ἄλλα ἐναντία ὑπὸ τῶν ἐναντίων αὐτοῖς. ἐναντίον δὲ τῷ ὑγρῷ τὸ ξηρόν· ἔστι δὲ ξηρὸν ἡ γῆ μάλιστα. ἔστι μὲν γὰρ καὶ τὸ πῦρ ξηρόν, διὸ καὶ ὑπὸ τούτου πάσχει τὸ ὑγρόν· ἀλλ’ ἔστι τὸ μὲν πῦρ μάλιστα εἰδοπεποιημένον κατὰ τὸ θερμόν, εἰ καὶ ὅτι μάλιστά ἐστι καὶ ξηρόν, ἡ δὲ γῆ κατὰ τὸ ξηρόν, εἰ καὶ ψυχρά ἐστιν. εἶπε δὲ καὶ ὑπὸ πυρὸς πάσχειν αὐτό, οὐκ ἀργῶς· εἰς γὰρ τὴν τῶν χυμῶν τῶν γινομένων ἐν αὐτῷ γένεσιν καὶ τὸ θερμὸν συντελεῖ, οὐχ ἡ γῆ μόνη. εἰρῆσθαι δέ φησι ταῦτα ἐν τοῖς περὶ στοιχείων, λέγων τὰ Περὶ γενέσεως καὶ φθορᾶς. ἐν ἐκείνοις γὰρ μάλιστα τὸν περὶ τῆς φύσεώς τε καὶ οὐσίας τῶν τεσσάρων σωμάτων, ἃ καὶ στοιχεῖα λέγεται, λόγον πεποίηται.
在指出水是所有此类湿润物中最稀薄的之后,他[亚里士多德]说油浮在水面上并非由于稀薄,而是由于粘性,且由于这一原因油延展得更广,并出于同样的原因比水更能填塞[空隙]。然而水则是易碎而脆弱的;因此它既不易于保持,也不能同样地填塞。在预设了水是最稀薄的之后,他又通过水自身受热时不发生任何凝聚这一事实证实了这一点;即由于稀薄,它在被煮沸和加热时并不变稠。然而所有的味道都存在于某种凝聚之中,因此如果水自身在热的作用下不发生凝聚,那么热就不会是水中生成的诸味道的独一原因,而是一个协同原因。 在说了这些并论证了热虽然是水中味道生成的协同原因却绝非独一原因之后,他接着补充了自己的见解,说:“在果皮中所具有的味道,显见在土中也同样存在。”通过这些话,他预设了味道的所有性质也存在于土中。由此得以证实的是,单凭水不足以实现味道的凝聚与生成,而是通过从土中接受某种东西才变成如此的。作为对此的证据,他不仅利用了大多数古代自然哲学家的见解——他们认为水如何取决于它所穿过的土,理由是水从土中获得味道——而且还利用了明晰的事实。因为咸水之所以如此,是由于穿过这类土而过滤(因为盐是土的一种,穿过它的过滤水因此变咸),并且总体而言,土的性质是怎样的,流经它的水所形成的味道显见也就是怎样的:穿过沥青质的土就具有沥青味,穿过苦涩的土就具有苦味;无论如何,穿过草木灰过滤的水都会变苦。正是因为这个缘故,泉与水源存在着极多的差异;因为由于它们流经的土的差异,有些泉水是苦的,有些则是酸的。此类事情已被泰奥弗拉斯托斯在《论水》中记载。因此他说,味道最主要生成于从土中生长之物(即植物)以及以此种方式伴随湿气被滋养之物中,这是合乎情理的。因为植物自身在接纳流经〔土〕并在其中流动的水时,吸收并汲取了享受到土之特性的水。但他[亚里士多德]并非作为土按其自身本性具有味道而说的(因为没有哪种单纯物体按其自身本性看来是具有味道的),而是作为土自身在热的作用下因与某种湿气混合而首先受作用并接纳这些[性质]而说的。因为他并不是说,水是从已经现实地具有所有味道的土中接受味道的;因为若如此,他的论说就不再是普遍地关于味道的生成,而是关于水中的味道了。作为在湿润物中味道的生成源自土中的干燥物这一点的证据,他提出了穿过已经具有某些性质或味道的土而过滤的水会享受到土的特性,因为水在本性上容易受土的作用;而在土中也可能存在某种接纳了味道的湿气。 在说了这一点之后,他还说明了水受土的作用在何种依据上是合乎情理的。因为湿润物在本性上易受其相反者的作用,正如其他相反者受与其相反之物的作用一样。而湿润者的相反者是干燥者,土则是最干燥的。事实上火也是干燥的,因此湿润物也受火的作用;但火主要是按照热被规定其形式的,即使它在最高程度上也是干燥的;而土则是按照干燥被规定其形式的,即使它是冷的。他[亚里士多德]说水也受火的作用,这并非徒劳;因为对于在水中生成的诸味道的生成,不仅是土,热也发挥了作用。他说这些事情在关于元素的论著中已经谈及,指的是《论生成与消灭》。因为正是在那些著作中,他主要对被称为元素的四种物体的本性与实体作了论述。
- 1.28οὐχ ὡς τῆς γῆς δὲ ἐγχύμου κατὰ τὴν αὑτῆς φύσιν οὔσης λέγοι ἂν
ἂν λέγοι 为带有推测/潜在含义的希求法('他并不是想说……'),表达注解者审慎的推断。它与由 οὐχ ὡς 引导的属格绝对结构(οὐχ ὡς τῆς γῆς ... οὔσης)搭配,并由后面的 ἀλλ’ ὡς ... πασχούσης τε καὶ δεχομένης 形成对比,说明土并非本性上自带味道,而是在混合中首先受动并接纳这些性质。
- 1.28τοῦ δὲ ἀπὸ τοῦ ξηροῦ τοῦ ἐν τῇ γῇ τὴν γένεσιν τῶν χυμῶν ἐν τῷ ὑγρῷ γίνεσθαι μαρτύριον παρέθετο τὸ
句子的核心骨架为 μαρτύριον παρέθετο τὸ [ἀπολαύειν ...]('他提出了[……享受……]这一事实作为证据')。句首带属格定冠词的不定词短语 τοῦ ... γίνεσθαι 作为解释性/宾格性属格依附于 μαρτύριον,意为'关于……这一点的证据'。
