← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论感觉》注解

§69.1-71.4

以热论味之生成说与对先前诸说的反驳

亚历山大阐述了关于味道生成的第三种见解(将热视为唯一动因),并顺次疏解了亚里士多德对恩培多克勒说(水中预存微小味道经植物吸聚)、德谟克利特式全种说(由水之不同部分生成不同味道)以及单一热力说的系统反驳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.28#2

Τρίτην προστίθησι δόξαν ταῖς προειρημέναις τὴν λέγουσαν τὸ μὲν ὕδωρ αὐτὸ μηδεμίαν ἔχειν διαφορὰν ἐν αὑτῷ, ὡς ἐκ τοῦδε μὲν τοῦ μέρους αὐτοῦ τόνδε γίνεσθαι τὸν χυμόν, ἐκ τοῦδε δὲ ἄλλον, ἀλλ’ ὅμως παντὸς χυμοῦ ὕλην εἶναι, αὐτὸ δὲ τὸ ποιητικὸν τῶν ἐν τῷ ὕδατι χυμῶν γινομένων τῆς τῶν ἐν αὐτῷ γινομένων χυμῶν διαφορᾶς αἴτιον γίνεσθαι, οἷον εἴ τις τὸν ἥλιον ἢ ὅλως τὸ θερμὸν λέγοι ποιητικὸν τῶν χυμῶν. τῷ γὰρ μᾶλλον ἢ ἧττον [τῷ] θερμαίνειν1 καὶ τῇ τῆς θερμότητος διαφορᾷ καὶ τῆς πέψεως τῆς ἀπὸ τῆς θερμότητος γινομένης τὴν τῶν ἐν τῷ ὕδατι χυμῶν διαφορὰν ἀνάπτουσιν. Εἰς † δὲ τὰς προειρημένας δόξας, πρῶτον πρὸς τὴν Ἐμπεδοκλέους ἐνίσταται καὶ δείκνυσιν αὐτὴν ψευδῆ τε καὶ ἐπιπόλαιον. εἰ γὰρ ἐν τῷ ὕδατι οἱ χυμοὶ καὶ τῷ ἕλκειν αὐτοὺς τὰ φυτὰ οἵ τε ἐν τοῖς καρποῖς χυμοὶ καὶ οἱ ἄλλοι καὶ αἱ διαφοραὶ αὐτῶν ἐν τῷ ἑλκομένῳ ὕδατι καὶ ἀπὸ τούτου, ἔδει, ὅτε μὴ ἕλκει τὰ φυτὰ τὸ ὕδωρ, μηκέτι μεταβολὴν τῶν χυμῶν τῶν ἐν τοῖς καρποῖς αὐτοῖς γίνεσθαι, ἀλλὰ μένειν αὐτοὺς τοιούτους, ὁποῖοι ἀπὸ τοῦ ὕδατος ἐλήφθησάν τε καὶ εἱλκύσθησαν. νῦν δὲ ὁρῶμεν μετὰ τὸ ἀφαιρεθῆναι τοὺς καρποὺς ἐκ τῶν φυτῶν καὶ τεθῆναι ἐν τῷ ἡλίῳ, ἀφαιρεθέντων αὐτῶν τῶν σκεπόντων αὐτοὺς περικαρπίων, ὡς ἐπὶ τῶν καρύων, πλείστην αὐτοὺς μεταβολὴν ἐν τῷ θερμαίνεσθαι λαμβάνοντας. καὶ τὸ ἀλλ’ ἐν αὐτῷ τῷ περικαρπίῳ μεταβάλλοντας ἴσον ἂν εἴη τῷ ‘ἀλλὰ παρὰ τὴν τοῦ περικαρπίου μονήν τε καὶ ἀφαίρεσιν ἀλλασσομένους καὶ μεταβάλλοντας ἐν τούτῳ καὶ γινομένους ὁποῖοί εἰσιν.’ οὗ σημεῖον τὸ περιαιρεθέντων αὐτῶν μεταβάλλειν κατὰ τοὺς χυμοὺς αὐτὰ δύνασθαι.2 ἀλλὰ καὶ τὸ ἀφαιρουμένων τῶν περικαρπίων εἴρηκεν ἀντὶ τοῦ ‘τῶν καρπῶν ἀφαιρουμένων ἀπὸ τῶν φυτῶν’, οἳ ἀφαιροῦνται τῷ τὰ ἐν οἷς εἰσιν ἀφαιρεθῆναι. εἰσὶ δὲ ἐν τοῖς περικαρπίοις ἄπεπτά τέ τινα καὶ πικρά, ἃ ἀφαιρεθέντα μείναντά τινα χρόνον πέσσεταί τε καὶ ἐδώδιμα γίνεται, ὡς τοῦ ὄντος ἐν αὐτοῖς ὑγροῦ μεταβάλλοντος κατὰ τοὺς χυμούς, ἀλλ’ οὐκ ἐκ τοῦ ἐκτὸς ὕδατος τῶν χυμῶν σπωμένων. ἀλλὰ καὶ ἀπὸ τῶν καρπῶν διακριθέντες τε καὶ χωρισθέντες οἱ χυμοί, ὡς ἀπὸ τῶν σταφυλῶν ὁ οἶνος καὶ τὸ ἔλαιον ἀπὸ τῶν ἐλαιῶν, πολλὰς ἴσχουσι διαφορὰς κατὰ τοὺς χυμοὺς καὶ μεταβολάς. ἐξ ὧν δῆλον ὅτι μὴ τῷ ἀπὸ τοῦ ὕδατος αὐτοὺς ἐγγίνεσθαι ἐνυπάρχοντας αὐτῷ ἐνεργείᾳ τὴν οὐσίαν ἔχουσιν. ἀλλὰ καὶ ἑψόμενοι οἱ χυμοὶ παντοδαποὶ γίνονται· καίτοι γε οὐκέτι σπῶνται ἐκ τοῦ ὕδατος. οὕτως ἑψόμενος ὁ οἶνος καὶ τὰ ἄλλα τοὺς χυμοὺς ἐν τῇ ἑψήσει παντοδαποὺς ἴσχει. Εἰπὼν δὲ ταῦτα πρὸς τὴν δόξαν τὴν Ἐμπεδοκλέους, ὁμοίως τούτῳ φησὶν ἀδύνατον καὶ τὸ πανσπερμίας ὕλην εἶναι τὸ ὕδωρ τῷ ἐξ ἄλλου μορίου αὐτοῦ ἄλλον γίνεσθαι χυμόν. ὁρῶμεν γὰρ ὅτι ἐκ τοῦ αὐτοῦ ὕδατος διαφέροντες χυμοὶ γίνονται, ὥσπερ καὶ ἐκ τῆς αὐτῆς τροφῆς διαφέροντα σώματα· καὶ γὰρ νεῦρον καὶ ὀστοῦν καὶ σὰρξ καὶ φλέψ. ἢ γὰρ τῷ τὰ λαμβάνοντα τὸ ὕδωρ διαφέρειν ἀλλήλων,3 ὡς τὰ φυτὰ ἐγγὺς ἀλλήλων ὄντα, εἰ τὸ μὲν εἴη ἄμπελος, τὸ δὲ συκῆ, τὸ δὲ ἐλαία, τὸ δὲ ἄλλο τι· ἀλλὰ καὶ ἐν ἑκάστῳ φυτῷ 〈δῆλον〉 ἄλλον μὲν χυμὸν 〈εἶναι〉 τοῦ φύλλου, ἄλλον δὲ τοῦ περικαρπίου, καὶ αὐτοῦ τούτου ἄλλον μὲν ὄντος ἀπέπτου, ἄλλον δὲ πεπεμμένου. ἀλλὰ καὶ ὅλως πλασματώδης ἡ δόξα καὶ οὐδὲν πιθανὸν ἔχουσα. Δείξας δὲ καὶ ταύτην τὴν δόξαν ἄτοπον, ἐπὶ τὴν τρίτην μέτεισιν, ἥτις αὐτὸ μὲν τὸ ὕδωρ ἀδιάφορον ἔλεγεν εἶναι, αἴτιον δὲ τὸ πάντων ποιητικὸν καὶ κινητικὸν αὐτοῦ, τοῦτο δὲ ἦν τὸ θερμόν, 〈ᾧ〉 τῆς ἐν αὐτῷ τῶν χυμῶν γενέσεώς τε καὶ διαφορᾶς τὴν αἰτίαν ἀνατίθησιν. αἰτιᾶται δὲ καὶ ταύτης τῆς δόξης τὸ ὑπὸ τοῦ θερμοῦ λέγειν μόνου ἐν τῷ ὕδατι γίνεσθαι χυμούς· συνεργὸν μὲν γὰρ καὶ τὸ πῦρ καὶ τὸ θερμὸν τῇ τῶν χυμῶν γενέσει, ὡς γῆ, ἐν τῷ ὕδατι, ὡς καὶ αὐτός φησιν, οὐ μὴν μόνον αὐτὸ δύναται ποιητικὸν εἶναι τῶν χυμῶν. ὃ δεικνὺς λαμβάνει ὅτι λεπτότατον πάντων τῶν οὕτως ὑγρῶν, τουτέστι τῶν ἀναπληστικῶν, τὸ ὕδωρ ἐστί. διὸ οὐδὲ παχύνεται θερμαινόμενον καθ’ αὑτό. εἰ δὲ μὴ παχύνεται, οὐδὲ χυμόν τινα λαμβάνει αὐτὸ καθ’ αὑτὸ θερμαινόμενόν τε καὶ ἑψόμενον· πάντες γὰρ οἱ χυμοὶ πάχος ἔχουσι.

他在前述诸见解之外又补充了第三种见解,该见解主张水自身内部没有任何差异,并非由其这一个部分生成这种味道,而由那一个部分生成另一种味道,但它仍然是每一种味道的质料,而生成于水中的诸味道的能动作用因自身则成为生成于其中的诸味道产生差异的原因,例如有人若说太阳或普遍的热是诸味道的能动作用因。因为他们将水中诸味道的差异归因于加热程度的多或寡、热的差异,以及由热所产生的熟化的差异。 面对前述诸见解,他首先反对恩培多克勒的见解,并证明它是虚假且肤浅的。因为如果诸味道存在于水中,且由于植物汲取它们,果实中的味道以及其他味道及其差异都存在于所汲取的水中并来源于此,那么本应当在植物不再汲取水时,果实自身的味道就不再发生变化,而是保持它们从水中被吸纳和汲取时的样子。但事实上我们看到,在果实从植物上摘下并置于阳光下之后,当覆盖它们的外皮被剥除时(如胡桃的情形),它们在受热中发生极大的变化。而“但是在外皮自身中发生变化”这句话,相当于说“但是伴随着外皮的存留与剥除,在其中改变和转化,并成为它们现在的样子”。其征兆在于,当外皮被剥除时,果实本身能够在味道方面发生变化。不仅如此,他[亚里士多德]说“当外皮被剥除时”,是用以代替说“当果实从植物上摘下时”,果实是通过包含它们的事物被剥除而脱离的。在外皮中存在一些未熟且苦涩的东西,它们在被摘下并留存一段时间后熟化并变得可食用,这是因为存在于其中的湿气在味道方面发生了变化,而不是味道从外部的水中被汲取。不仅如此,从果实中分离和析出的味道,如葡萄酒之于葡萄、油之于橄榄,在味道方面具有许多差异与变化。由此显然可知,它们并不是通过作为现实活动内在存在于水中的东西从水中生成而具有其本质的。而且被煮沸的味道也会变成各种各样的形态;然而它们却不再是从水中汲取的。同样地,酒和其他东西在煮沸时,在煮沸过程中也具有各种各样的味道。 在针对恩培多克勒的见解说了这些之后,他指出,与此类似,认为水由于其不同部分生成不同味道而是全种的质料,这也是不可能的。因为我们看到,从相同的水中生成相异的味道,正如从相同的养分中生成相异的身体部分(肌腱、骨骼、肌肉和静脉)。因为这[生成差异]或者通过接受水的事物彼此不同(如彼此邻近的植物,若一株是葡萄,另一株是无花果,另一株是橄榄,另一株是别的东西);而且在每一株植物中,显而易见叶子的味道是一种,外皮的味道是另一种,并且就此外皮而言,未熟时的味道是一种,熟化时的又是另一种。而且总的来说,这一见解是虚构的,毫无说服力。 在指出这一见解也是荒谬的之后,他转向第三种见解,该见解认为水自身是无差别的,但原因在于万物的能动者与它的推动者,即热,并将水中味道的生成与差异的原因归于它。他也批评了这一见解,因为该见解主张在水中仅仅由热生成味道;事实上,正如他自己所说,火与热对于味道的生成虽与土一样在水中是辅助原因,但热自身并不能单独成为味道的能动作用因。他在论证这一点时预设了水是所有此类湿润物(即充填性的湿润物)中最稀薄的。因此水自身受热时并不变稠。而如果它不变稠,那么当它自身受热并煮沸时,它也不会获得任何味道;因为所有的味道都具有稠度。

语法注3 条
  1. 1.28τῷ γὰρ μᾶλλον ἢ ἧττον [τῷ] θερμαίνειν

    由及物动词 ἀνάπτουσιν(“归因于、系于”)所支配的作间接宾语的与格结构:τῷ ... θερμαίνειν(“于加热……”)、καὶ τῇ ... διαφορᾷ(“以及于……的差异”)与 καὶ [τῇ διαφορᾷ] τῆς πέψεως 并列。

  2. 1.28οὗ σημεῖον τὸ περιαιρεθέντων αὐτῶν μεταβάλλειν κατὰ τοὺς χυμοὺς αὐτὰ δύνασθαι

    οὗ 是指示前文内容的关系代名词属格,σημεῖον 作谓语名词(省略 ἐστί)。句子主语是冠词引导的不定式短语 τὸ ... δύνασθαι(“它们能够……这一事实”)。在此短语内部,περιαιρεθέντων αὐτῶν 是独立属格结构(“当它们[外皮]被剥除时”),而 αὐτά 则是补足不定式 μεταβάλλειν 的宾格主语,指代果实自身。

  3. 1.28ἢ γὰρ τῷ τὰ λαμβάνοντα τὸ ὕδωρ διαφέρειν ἀλλήλων

    用于解释为何“从相同的水中生成相异的味道”。ἢ γάρ 引导一个省略动词的带有与格冠词不定式的从句:“因为[这]或者通过接受水的事物彼此不同……”后文的 ἀλλὰ καί(“不仅如此/而且”)与之照应,在不同植物之间的差异与同一植物内部各部位及熟度差异之间构建起论证骨架。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:69.1-71.4