- 底本
- Alexander, In Librum De Sensu Commentarium. Commentaria in Aristotelem Graeca III.1, ed. P. Wendland, Berlin: Reimer 1901, pp. 1-173. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:67.10-68.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在亚里士多德于《论感觉及其对象》441a3指出水的本性是无味并由此开启对味道的探究之际,亚历山大解释了关于味道如何从水中生成的两种早期学说:恩培多克勒主张所有味道作为微小粒子在现实活动中预先存在于水中,而德谟克利特的原子论立场则认为水作为质料,其不同部分具有生成特定味道的适宜性。
" Ἡ μὲν οὖν τοῦ ὕδατος φύσις βούλεται ἄχυμος εἶναι." Πρῶτον τοῦ περὶ χυμῶν ἄρχεται λόγου, καὶ τὸ μὲν 〈τὸ〉 ὕδωρ ἄχυμον εἶναι καθ’ αὑτὸ καὶ μὴ αἰσθητὸν τῇ γεύσει ὡς ἐναργὲς λαμβάνει (τὰ γὰρ μάλιστα καθαρὰ καὶ εἰλικρινῆ ὕδατα τοιαῦτα), οὐδ’ ἄλλο δέ τι τῶν ἁπλῶν σωμάτων ἔγχυμον καθ’ αὑτό, ὡς ἐρεῖ. ἐπεὶ δὲ δοκεῖ ἐν τοῖς ὑδατώδεσιν ὁ χυμὸς εἶναι καὶ ἡ γεῦσις διὰ τοῦ τοιούτου ὑγροῦ γίνεσθαι (ἄνευ γὰρ τοιαύτης ὑγρότητος οὐχ οἷόν τε γεῦσιν γίνεσθαι, 〈ὡς〉 ἐν τοῖς Περὶ ψυχῆς εἴρηται, ἀλλ’ ἔστι παρὰ τὰς τῶν ὑγρῶν μεταβολάς), πῶς δ’ ἐν τούτῳ γίνεται ζητεῖ, καὶ πρῶτόν γε ἐκτίθεται τὰς προκαταβεβλημένας δόξας περὶ τούτων, αἷς ἀντειπὼν ἐκτίθεται τὴν δόξαν τὴν ἑαυτοῦ. ἢ γάρ ὡς Ἐμπεδοκλεῖ δοκεῖ, ἀνάγκη τὸ ὕδωρ ἔχειν1 ἐν αὑτῷ πάντα τὰ γένη πάντων τῶν χυμῶν, τουτέστι πάντα τὰ εἴδη τῶν χυμῶν, ἐγκαταμεμιγμένα, ἀναίσθητα δὲ διὰ μικρότητα, τουτέστι διαφεύγοντα τὴν αἴσθησιν διὰ τὴν μικρότητα, καὶ δηλονότι διεσπάρθαι καὶ ὀλίγον ἔγχυμον μεμῖχθαι, ὅταν δὲ ὑπὸ τῶν φυτῶν ἢ ὅλως ὑπὸ τῶν χυμόν τινα ἔχειν δοκούντων ἑλκυσθῇ καὶ ἀθροισθῇ τε καὶ ἅμα γένηται πλείω ὅμοια ἀλλήλοις, τότε αἰσθητὰ ἐν τούτοις αὐτὰ γίνεσθαι καὶ διαφέροντα 〈τὰ〉 ἀπὸ τοῦ ὕδατος ἑλκυσθέντα ἀναίσθητα. Ἢ δεῖ τοὺς χυμοὺς οὕτως ἐκ τοῦ ὕδατος ἀεὶ γίνεσθαι, ἢ μὴ ἔχειν μὲν τὸ ὕδωρ τοὺς χυμοὺς ἤδη κατ’ ἐνέργειαν, εἶναι δὲ αὐτὸ ὕλην τῶν χυμῶν. τὸ δὲ οἷον πανσπερμίαν χυμῶν εἶπεν ἀντὶ τοῦ πάντων τῶν χυμῶν ἔχειν ἐν αὑτῷ τὰ γεννητικά,2 οὐ μὴν κατὰ ταὐτὸ μόριον δεκτικὸν εἶναι. καὶ γὰρ οἱ πάντα ἐν πᾶσι μεμῖχθαι λέγοντες, ὡς Ἀναξαγόρας, ἐκ πάντων μὲν πάντα ἐκκρίσει γεννῶσιν, οὐ μὴν δὲ ἐκ τοῦ αὐτοῦ μορίου διαφέροντα. ἐκ γὰρ τοῦ αὐτοῦ μίγματος τῇ μὲν ἐκκρίσει τῶν ὀστῶν καὶ τῇ πρὸς ἄλληλα συγκρίσει ὀστοῦν φησι γίνεσθαι, τῇ δὲ τῶν νεύρων νεῦρον, ἀλλ’ οὐ τῇ τῶν ὀστῶν νεῦρον. τὸν αὐτὸν δὴ τρόπον καὶ τὸ ὕδωρ φησὶν ὕλην τῶν χυμῶν εἶναι, οὐχ ὡς ἐκ τοῦ τυχόντος τὸν τυχόντα χυμὸν γίνεσθαι, ἀλλ’ ὡς ἐκ τοῦδε τόνδε κατ’ ἐπιτηδειότητα τοῦ λαμβανομένου ὕδατος πρὸς ἕκαστον τῶν χυμῶν, ὡς ἅπαντας μὲν ἐξ ὕδατος γίνεσθαι, ἄλλον δὲ ἐξ ἄλλου μέρους καὶ κατὰ τὰς τῶν διαφόρων ὑδάτων πέψεις τε καὶ συστάσεις τὴν τῶν χυμῶν διαφοράν, τῷ εἶναι μὲν ἐν τῷ ὕδατι τὰ πάντων γεννητικὰ τῶν χυμῶν σώματα, οὐ μὴν ἐν πᾶσι ταῦτα, ἀλλ’ ἐν μὲν τῷδέ τινι τὰ τούτων, ἐν δὲ τῷδε πάλιν τὰ ἄλλου τινός, καὶ οὕτως γίνεσθαι μὲν τοὺς χυμοὺς ἐκ τοῦ ὕδατος πάντας 〈ὡς〉 ἐξ ὕλης, 〈ὡς〉, ἐξ ὧν τὸ ὕδωρ ἐστίν, ἐκ τούτων γίνεσθαι τοὺς χυμούς, οὐ μὴν τὸν τυχόντα χυμὸν ἐκ τοῦ τυχόντος ὕδατος τῷ μηδ’ ἔχειν πᾶν μόριον ὕδατος τὰ πάντων τῶν χυμῶν γεννητικὰ σώματα ἐν αὑτῷ. εἴη δ’ ἂν διὰ τούτων μνημονεύσας3 τῆς δόξης τῶν περὶ Δημόκριτον, οἳ τὰς ἀτόμους στοιχεῖα πάντων ἔθεντο. ὅτι δὲ ἡ δόξα αὕτη ἄλλη τῆς Ἐμπεδοκλέους δῆλον· κατὰ μὲν γὰρ τὴν Ἐμπεδοκλέους δόξαν προϋπάρχουσιν ἐνεργείᾳ οἱ χυμοὶ ἐν τῷ ὕδατι, κατὰ δὲ ταύτην γίνονται [καὶ] κατ’ ἐπιτηδειότητα τὴν πρὸς αὐτοὺς τῶν τοῦ ὕδατος μορίων.
“因此,水的本性倾向于是无味的。” 他首先开始关于味道的论述,并将水自身是无味的且不能被味觉感知作为一个明晰的事实来接受(因为最纯净、毫无杂质的水正是如此),而且正如他将要说的那样,简单物体中也没有任何其他物体自身是有味的。但是,既然味道似乎存在于水性事物之中,且味觉是通过这种湿润物而生成的(因为正如在《论灵魂》中所说,没有这种湿气就不可能生成味觉,而是伴随着湿润物的变化而存在),他便探究味道如何在其中生成,并且首先阐述了先前关于这些问题所确立的诸见解,在反驳了这些见解之后,他阐述了自己的见解。因为必然地,或者如恩培多克勒所认为的那样,水自身之中包含着所有味道的一切属,即所有味道的种相,以相互混杂的方式存在,但由于微小而不可感知,即由于微小而避开了感觉,显然分散开来并且少量地混杂着有味之物,而当它被植物或者一般而言被那些看似具有某种味道的事物所汲取并聚集起来,且若干彼此相似的东西同时会合在一起时,那时那些从水中汲取的不可感知之物在这些事物中便成为可感知的且有差异的。或者味道必须总是以此种方式从水中生成,或者水在现实活动中尚未具有诸味道,而是自身作为诸味道的质料。他说诸味道的所谓“全种”,是用以代替说:它自身中包含着所有味道的生成原质,然而并不是在同一部分中都能接受[所有味道]。事实上,那些主张一切混于一切之中的人,如阿那克萨戈拉,通过分泌从一切中生成一切,但并不是从同一部分中生成相异之物。因为他说,从同一种混合物中,通过骨骼的分泌以及彼此的结合而生成骨骼,通过肌腱的[分泌和结合]而生成肌腱,而不是通过骨骼的〔分泌和结合〕生成肌腱。正是以同样的方式,他[亚里士多德]说水是诸味道的质料,并非意味着随意的味道从随意的水中生成,而是指依据所取之水对每一种味道的适宜性,从特定的水生成特定的味道,以至于所有的味道都从水生成,但不同的味道从不同的部分生成,且依据不同之水的熟化与构成而产生味道的差异,这是因为生成所有味道的物体虽然存在于水中,但并不是在所有部分中都存在这些物体,而是在这个特定的水中存在生成这些味道的物体,在另一个水中又存在生成另一些味道的物体,从而以此种方式,所有味道从作为质料的水中生成,即从水所由构成的要素中生成诸味道,但绝非随意的味道从随意的水中生成,因为并非水的每一个部分都在自身中包含着生成所有味道的物体。通过这些话,他大概提及了德谟克利特一派的见解,他们将原子设定为万物的元素。这一见解不同于恩培多克勒的见解是显而易见的:因为依据恩培多克勒的见解,诸味道在现实活动中预先存在于水之中,而依据这一见解,诸味道是依据水的部分对它们的适宜性而生成的。
- 1.28ἢ γάρ ὡς Ἐμπεδοκλεῖ δοκεῖ, ἀνάγκη τὸ ὕδωρ ἔχειν ...
句法骨架由 ἢ γάρ ... ἀνάγκη τὸ ὕδωρ ἔχειν ... 以及随后的 ἢ δεῖ τοὺς χυμοὺς οὕτως ἐκ τοῦ ὕδατος ἀεὶ γίνεσθαι, ἢ μὴ ἔχειν μὲν ... 构成层叠的抉择结构(ἢ ... ἤ)。在前半部分(ἢ ὡς Ἐμπεδοκλεῖ δοκεῖ ...)中,由 ἀνάγκη 引出的带不定式的宾格结构(τὸ ὕδωρ ἔχειν)中插入了冗长的分词短语与时间从句,随后在 ἢ δεῖ ... 中重新总结了恩培多克勒的学说,并引出另一种备选方案(质料说/德谟克利特说)。
- 1.28τὸ δὲ οἷον πανσπερμίαν χυμῶν εἶπεν ἀντὶ τοῦ πάντων τῶν χυμῶν ἔχειν ἐν αὑτῷ τὰ γεννητικά
动词 εἶπεν 的主语省略,补入亚里士多德。短语 τὸ οἷον πανσπερμίαν χυμῶν 是作为引用亚里士多德词句的名词化宾格宾语,而 ἀντὶ τοῦ ... 表示“代替……/意味着……”。这是注释家用于意译和阐释亚里士多德所谓“全种”概念的句式结构。
- 1.28εἴη δ’ ἂν διὰ τούτων μνημονεύσας
由 ἄν 与祈愿语气(εἴη)结合不定过去体主动分词(μνημονεύσας)构成的迂回式潜在祈愿语气。注释家借此提出谨慎的推断:“通过这些话,他大概提及了/当被认为提及了德谟克利特一派的见解”。
