- 底本
- Alexander, In Librum De Sensu Commentarium. Commentaria in Aristotelem Graeca III.1, ed. P. Wendland, Berlin: Reimer 1901, pp. 1-173. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:64.25-67.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大阐释了亚里士多德的观点:伴随物体的真正混合,相反的颜色整体穿透整体地相互混合,并依据不同的比例产生确定数量的中间色。随后,他指出声音的讨论见于《论灵魂》,并开始阐述气味与味道作为基于相同性质但存在于不同媒介中的对象。
καὶ ἡ τοιαύτη μῖξις ἅμα καὶ κρᾶσις καλεῖται), οὕτω δὴ μιγνυμένων τῶν σωμάτων ἀνάγκη καὶ τὰ χρώματα τὰ ἐν τοῖς σώμασι τοῖς μιγνυμένοις μίγνυσθαι ἀλλήλοις ὅλα δι’ ὅλων. Ὥσπερ οὖν καὶ τὰ ἄλλα αὐτῶν πάθη, οὕτω δὴ καὶ ἡ τῶν ἐναντίων χρωμάτων μῖξις ἔστιν, ἣν καὶ αἰτίαν φησὶ τοῦ πολλὰς εἶναι χρόας· οὐ γὰρ τὴν ἐπιπόλασιν οὐδὲ τὴν παράθεσιν πολλὰ ποιεῖν χρώματα,1 ἀλλὰ μόνον φαντασίαν πλειόνων. ἐπὶ δὲ τῆς τοιαύτης μίξεως πρὸς ἀλήθειαν πολλὰ τὰ χρώματα γίνεται. ὅτι γὰρ μὴ τῷ φαίνεσθαι μόνον τὸ πλῆθος τῶν χρωμάτων, ἀλλὰ τῇ ὑποστάσει, ἔδειξε διὰ τοῦ εἰπεῖν οὐ γὰρ πόρρωθεν μὲν ἐγγύθεν δὲ οὐ φαίνεται μία χροιά. τὰ γὰρ τῇ φαντασίᾳ πολλὰ καὶ διαφέροντα, οὐ τῇ ὑποστάσει, πόρρωθεν μὲν ὁρώμενα ἄλλα φαίνεται, ἐγγύθεν δὲ τὰ αὐτά, ὥσπερ καὶ τὰ ἔξω † τὴν τῶν ἄλλων μῖξιν ποιοῦσι. πολλὰς δέ φησι διαφορὰς ἔσεσθαι χρωμάτων τῶν κατὰ τὴν τοιαύτην μῖξιν τῷ κατὰ διαφέροντας λόγους αὐτῶν τὴν μῖξιν γίνεσθαι, καὶ τὰ μὲν ἐν ἀναλογίᾳ τινὶ καὶ λόγῳ τῶν μιγνυμένων γίνεσθαι, τὰ δὲ καθ’ ὑπεροχὴν μόνον, ὥσπερ ἐλέγετο καὶ ἐπὶ τῆς παρ’ ἄλληλα τῶν ἀοράτων θέσεως ἢ τῶν ἐπιτιθεμένων ἄλλων ἄλλοις. ὡς γὰρ ἐπ’ ἐκείνων λέγεσθαι ἐδύνατο τὸ πλῆθος γίνεσθαι τῶν χρωμάτων τῇ ποιᾷ σχέσει τῶν παρακειμένων ἢ ἐπιπροσθούντων, οὕτω καὶ ἐπὶ τῆς μίξεως τῇ ποιᾷ τῶν μιγνυμένων σχέσει πρὸς ἄλληλα. διὰ γὰρ τὴν τοιαύτην τῶν μιγνυμένων διαφορὰν ἔσται καὶ τὰ μὲν ἡδέα μᾶλλον, τὰ δὲ ἧττον τῶν χρωμάτων. Εἰπὼν δὲ ταῦτα, διὰ ποίαν αἰτίαν τὰ εἴδη τῶν χρωμάτων ἐστὶν ὡρισμένα, ἀλλ’ οὐχὶ ἄπειρα, ὁμοίως δὲ καὶ τῶν ἄλλων αἰσθητῶν, χυμῶν τε καὶ ψόφων καὶ τῶν ὀσφραντῶν τε καὶ ἁπτῶν, ὕστερόν φησιν ἐπισκεπτέον· ἐρεῖ δὲ τὴν αἰτίαν προϊών. ὧν γάρ ἐστι τὰ πέρατα καὶ τὰ ἔσχατα ὡρισμένα, τούτων ἀνάγκη καὶ τὰ μεταξὺ ὡρίσθαι.2 ἐν οἷς δὲ γένεσίς ἐστιν ἐναντία, πέρατα τούτων τὰ ἐναντία· τὰ μὲν γὰρ ἐναντία πλεῖστον ἀλλήλων διέστηκε, τὰ δὲ πλεῖστον διεστῶτα πέρατα, ὅταν ἐν ταὐτῷ ἡ διάστασις αὐτῶν ᾖ γένει. πάντα δὲ τὰ αἰσθητὰ ἐναντίωσιν ἔχει, ὥστε πάντων τῶν αἰσθητῶν τὰ πέρατα ὥρισται, καὶ διὰ ταῦτα καὶ τὰ μεταξύ. καὶ τί μέν ἐστι τὸ χρῶμα καὶ διὰ τίνα αἰτίαν πολλὰ χρώματα καὶ διαφέροντα ἀλλήλων ἔστιν εἰρῆσθαί φησιν, ὅπερ ἦν προκείμενον.
并且这样的混合同时也称为融调)——当物体以此种方式混合时,混合物体中的颜色也必然整体穿透整体地彼此混合。正如它们的其他性质一样,相反颜色的混合也是如此存在的,并且他说这正是存在许多颜色的原因;因为不论是层叠还是并置都不能产生许多颜色,而仅仅产生更多颜色的表象。但是在此类混合的情况下,事实上会产生许多颜色。因为颜色的多样性不仅在于显现,而且在于实质存在,他通过说“因为并非从远处看是一种颜色,而从近处看则不是”表明了这一点。因为那些仅凭表象而非实质存在呈现为多数且有差异的事物,从远处看时显得不同,但从近处看时则显得相同,正如外物产生其他事物的混合一样。他还说,由这种混合所产生的颜色将存在许多差异,这是因为它们的混合依照不同的比例而生成,有的依照被混合之物的某种相应对称与比例而生成,有的则仅仅依照单方的过度而生成,正如在不可见之物的并置或彼此层叠的论述中所说的那样。因为正如在那些情况下可以主张颜色的多数是由于并置之物或遮蔽之物的某种关系而生成,在混合的情况下同样也是由于被混合之物彼此之间的某种关系而生成。因为通过被混合之物的这种差异,颜色中的某些将更加令人愉悦,而某些则不那么令人愉悦。在说了这些之后,他说接下来应当考察:究竟出于何种原因,颜色的种相是有限的而非无限的,同样,其他感觉对象,即味、声、气味和触觉对象也是如此;随着论述的展开,他将说明这一原因。因为凡是界限与极点有限的事物,它们之间的中间物也必然是有限的。而在那些存在相反生成的事物中,它们的界限乃是相反者;因为相反者彼此相距最远,而当它们的距离处于同一属中时,相距最远者便是界限。但一切感觉对象都具有相反性,因此一切感觉对象的界限都是有限的,由此其中间物也是有限的。他说,颜色是什么,以及出于何种原因存在着许多彼此相异的颜色,都已经得到了阐述,而这正是摆在面前的论题。
"Περὶ δὲ ψόφου, φησίν, εἴρηται πρότερον ἐν τοῖς Περὶ ψυχῆς." Προθέμενος περὶ αἰσθητῶν λέγειν, περὶ μὲν χρωμάτων, ἅ ἐστιν ὁρατά, εἴρηκε, περὶ δὲ ψόφου καὶ φωνῆς ἐν τοῖς Περὶ ψυχῆς φησιν αὐτάρκως εἰρῆσθαι. εἴρηκε δὲ ἐν ἐκείνοις ὅτι ψόφος μέν ἐστι τοῦ ψοφητικοῦ ἐνέργεια, ἔστι δὲ ψοφητικὸν μὲν ὁ ἀήρ, ἡ δὲ ἐνέργεια αὐτοῦ γίνεται ὡς ψοφητικοῦ ὑποκειμένου, ὥστε καὶ πληγῇ τοιαύτῃ τε καὶ ὑπὸ τοιούτων ὑφ’ ὧν θρύπτεσθαι φερόμενος κωλύεται· γίνεται δὲ τοῦτο, ὅταν θᾶττον ἡ ἀπὸ τῆς πληγῆς κίνησις ἐν αὐτῷ γένηται τῆς οἰκείας αὐτοῦ θρύψεως. φωνὴ δὲ πληγὴ τοῦ ἀναπνεομένου ἀέρος ὑπὸ τῆς ἐν τοῖς μορίοις τούτοις ψυχῆς πρὸς τὴν καλουμένην ἀρτηρίαν μετά τινος φαντασίας.
“他说,关于声音,先前在《论灵魂》中已经讨论过了。” 他立意论述感觉对象,对于可见之物的颜色已经作了阐述,而关于声音与话音,他说在《论灵魂》中已经得到了充分的论述。他在那些篇章中已经说过,声音乃是能发声之物的现实活动,而能发声之物乃是空气,但是它的现实活动是作为能发声的底层基质而生成的,因而它是通过这样一种冲击以及通过诸如此类的事物而产生的,即它在被运送时受到阻碍而不被击碎;而当来自冲击的运动在它之中的生成比它固有的碎裂更为迅速时,这便会发生。而话音则是被呼吸的空气在这些部分中的灵魂作用下、伴随着某种表象对所谓气管的撞击。
"Περὶ δὲ ὀσμῆς καὶ χυμοῦ λεκτέον· σχεδὸν γάρ ἐστι τὸ αὐτὸ πάθος, οὐκ ἐν τοῖς αὐτοῖς δέ ἐστιν ἑκάτερον αὐτῶν." Περὶ ὀσμῆς καὶ χυμοῦ προθέμενος λέγειν, ὧν τὸ μὲν τῇ ὀσφρήσει αἰσθητόν ἐστι, τὸ δὲ τῇ γεύσει, τοῦ ἅμα αὐτῶν μνημονεῦσαι τὴν αἰτίαν παρέθετο εἰπὼν σχεδὸν γάρ ἐστι τὸ αὐτὸ πάθος, οὐκ ἐν τοῖς αὐτοῖς δέ, τὸ μὲν αὐτὸ πάθος, ὅτι δοκεῖ αὐτῷ καὶ ὁ χυμὸς καὶ ἡ ὀσμὴ ἐναποπλυνομένου καὶ ὥσπερ ἀποματτομένου τοῦ ἐν χυμοῖς ξηροῦ ἐν τῷ ὑγρῷ γίνεσθαι, οὐκ ἐν τῷ αὐτῷ δέ, ὅτι ὁ μὲν χυμὸς ἐν τῷ ὕδατι, ἡ δὲ ὀσμὴ μάλιστα μὲν ἐν τῷ ἀέρι, γίνεται δὲ καὶ ἐν τῷ ὕδατι. ἀλλὰ περὶ μὲν τούτων προϊὼν δείξει. εἰπὼν δὲ σχεδὸν τὸ αὐτὸ πάθος εἶναι, τουτέστι δι’ ὁμοίου πάθους ἑκατέραν τῶν ποιοτήτων τούτων γίνεσθαι, τοῦ ὁμοίων ὄντων αὐτῶν καὶ ὁμοίως γινομένων ἐναργέστερον τὸν χυμὸν ἡμῖν τῆς ὀσμῆς εἶναι τὴν αἰτίαν προστίθησιν,3 ὅτι γὰρ χειρίστην [τε] ἔχομεν αἴσθησιν τὴν ὄσφρησιν τῶν τε ἄλλων ζῴων καὶ πασῶν τῶν ἐν ἡμῖν αὐτοῖς αἰσθήσεων, ἀκριβεστάτην πάλιν τὴν ἁφὴν τῶν τε ἄλλων αἰσθήσεων καὶ τῶν ἄλλων ζῴων (διὰ τοῦτο γοῦν οὐδὲ τὰς ὑπερβολὰς τὰς κατὰ τὸν χειμῶνα καὶ θέρος φέρειν ὁμοίως τοῖς ἄλλοις δυνάμεθα)· καὶ ἡ γεῦσις δὲ ἁφῆς. εἴρηκε δὲ περὶ τούτων καὶ ἐν τοῖς Περὶ ψυχῆς.
“关于气味和味道必须加以讨论;因为它们几乎是同一种性质,但它们中的每一个并不存在于相同的事物中。” 他立意讨论气味和味道——其中一者由嗅觉所感知,另一者由味觉所感知——通过说“因为它们几乎是同一种性质,但并不存在于相同的事物中”,他给出了将它们同时提及的原因:说是同一种性质,是因为在他看来,无论味道还是气味,都是由于味道中干燥的东西在湿润之物中被冲洗并如同被擦拭出来而生成的;说不在同一事物中,是因为味道存在于水中,而气味则主要存在于空气中,但也生成于水中。不过关于这些事情,他将在后文展示。在说了这几乎是同一种性质之后,即这两种性质中的每一种都是通过类似的性质而生成的,尽管它们相似且以相似的方式生成,他补充说明了为什么味道对我们而言比气味更为清晰的原因:因为相对于其他动物以及我们自身之中的一切感觉而言,我们的嗅觉是最差的,而相对于其他感觉和其他动物而言,我们的触觉反而是最精确的(无论如何,正因如此我们不能像其他动物那样忍受冬夏的极端天气);而味觉也是触觉的一种。关于这些事情,他在《论灵魂》中也已经讨论过了。
- 1.25οὐ γὰρ τὴν ἐπιπόλασιν οὐδὲ τὴν παράθεσιν πολλὰ ποιεῖν χρώματα
带不定式的宾格结构,承接前一句的“他说(φησί)”充当间接引语。不定式的逻辑主语是“层叠(τὴν ἐπιπόλασιν)”与“并置(τὴν παράθεσιν)”,动词为“ποιεῖν”,宾语为“许多颜色(πολλὰ ... χρώματα)”。
- 1.25ὧν γάρ ἐστι τὰ πέρατα καὶ τὰ ἔσχατα ὡρισμένα, τούτων ἀνάγκη καὶ τὰ μεταξὺ ὡρίσθαι
关系从句“ὧν ... ὡριμένα”置于主句指示代词属格“τούτων”之前。主句核心结构为“τούτων ... ἀνάγκη καὶ τὰ μεταξὺ ὡρίσθαι”(“这些事物的中间物也必然是有限的”),关系代词“ὧν”作领属属格,指涉“τούτων”所代表的事物。
- 1.27τοῦ ὁμοίων ὄντων αὐτῶν καὶ ὁμοίως γινομένων ἐναργέστερον τὸν χυμὸν ἡμῖν τῆς ὀσμῆς εἶναι τὴν αἰτίαν προστίθησιν
带冠词的属格不定式“τοῦ ... εἶναι”充当名词“τὴν αἰτίαν”的宾格性属格补足语(“补充说明了……的原因”)。独立属格结构“ὁμοίων ὄντων αὐτῶν καὶ ὁμοίως γινομένων”嵌套在不定式短语内部,带有让步意味(“尽管它们相似且以相似方式生成”)。
