- 底本
- Alexander, In Librum De Sensu Commentarium. Commentaria in Aristotelem Graeca III.1, ed. P. Wendland, Berlin: Reimer 1901, pp. 1-173. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:63.13-64.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
列出亚里士多德《论感觉》440a31的引文,亚历山大阐述了亚里士多德基于《论生灭》而提出的通体贯穿的真正混合学说,并将其与离散的最小部分之并置所构成的混合说相对立。
" Εἰ δέ ἐστι μῖξις τῶν σωμάτων μὴ μόνον τὸν τρόπον τοῦτον ὅνπερ οἴονταί τινες, παρ’ ἄλληλα τῶν ἐλαχίστων τιθεμένων, ἀδήλων δὲ ἡμῖν διὰ τὴν αἴσθησιν." Διὰ τούτων τίθησι τὴν αὑτοῦ δόξαν, ᾗ συγκατατίθεται μᾶλλον τῶν προειρημένων. αἱ μὲν γὰρ προειρημέναι οὐ μῖξιν χρωμάτων, ἀλλὰ φαντασίαν μίξεως εἰσάγουσιν· διὸ οὐδὲ ὑπόστασίν τινα διδόασι τοῖς ἄλλοις χρώμασιν. 〈καθ’〉 ἣν δὲ αὐτὸς νῦν τίθησι δόξαν, μῖξίς τε ἀληθῶς ἐστι χρωμάτων, καὶ ὕπαρξις ἐστι δὲ ἡ κατὰ μῖξιν τῶν σωμάτων γινομένη. εἰ γὰρ ἔστι μῖξις τῶν σωμάτων,1 οὐ κατὰ παράθεσιν μόνον, ὡς ᾤοντο οἱ πρὸ αὐτοῦ, παρ’ ἄλληλα τιθεμένων τῶν ἐλαχίστων καὶ ἀδήλων ἡμῖν διὰ τὸ ἀναίσθητα εἶναι, ἀλλὰ καὶ ὅλων δι’ ὅλων τρεπομένων, ὡς ἐν τοῖς Περὶ γενέσεως δέδειχε περὶ μίξεως λέγων (τοῖς μὲν γὰρ παραθέσει τὴν μῖξιν γίνεσθαι λέγουσιν ἀκολουθεῖ ταῦτα μόνον μίγνυσθαι λέγειν ἀλλήλοις, ὅσα ἐνδέχεται διελεῖν εἰς τὰ ἐλάχιστα. ἔστι δὲ ταῦτα ἐφ’ ὧν οἷόν τε τῶν ὁμοειδῶν ἕν τι κατ’ ἀριθμὸν λαβεῖν, ὃ μηκέτι εἰς ὅμοια διαιρεῖται· διὸ καὶ ἀδιαίρετον ταύτῃ. ἔστι δὲ τοῦτο ἐπὶ τῶν στερεῶν τε καὶ ἀνομοιομερῶν, οἷον ἀνθρώπων, ἵππων, κυνῶν, βοῶν, σπερμάτων. ἐν ἑκάστῳ γὰρ τούτων ἐστί τι τὸ κατ’ ἀριθμὸν ἕν, ὃ καὶ ἐλάχιστόν ἐστι τῶν ἐν τῷ αὐτῷ γένει, τῷ μηκέτ’ εἰς ὅμοια διαιρεθῆναι δύνασθαι· οὔτε γὰρ ὁ εἷς κατ’ ἀριθμὸν ἄνθρωπος εἰς ἀνθρώπους ἔτι διαιρεῖται οὔτε ὁ ἵππος οὔτε ἄλλο τι τῶν τοιούτων. τῶν δὴ τοιούτων καὶ οὕτως ἀδιαιρέτων ἑκάστων κατὰ παράθεσιν μῖξις. ἵπποι γὰρ κυσὶ καὶ ἀνθρώποις καὶ κριθαὶ πυροῖς καὶ κέγχροις οὕτω μίγνυνται τῇ τῶν ἐλαχίστων ἐν αὐτοῖς σῳζομένων παραθέσει, ὅταν πολλὰ ᾖ· οὐ γὰρ δὴ εἷς ἵππος ἑνὶ ἀνθρώπῳ παρατεθεὶς μεμῖχθαι λέγεται ἢ εἷς πυρὸς κριθῇ μιᾷ. ὅσα δὲ ὑγρά τε καὶ ὁμοιομερῆ καὶ μὴ οἷόν τε αὐτῶν τὸ ἐλάχιστον λαβεῖν, ταῦτα οὐκέτι οἷόν τε τῇ παραθέσει τῶν ἐλαχίστων μίγνυσθαι λέγειν, ἀλλ’ ἐν τούτοις διὰ παντὸς ἡ μῖξις, ἃ καὶ κυρίως μεμῖχθαι λέγεται· ἔστι δὲ ταῦτα ἐφ’ ὧν τὸ κεκρᾶσθαι κατηγοροῦμεν. πῶς δὲ τοῦτο δυνατὸν ὅλον τι δι’ ὅλου μίγνυσθαι ἔδειξεν ἐν τοῖς Περὶ γενέσεως καὶ φθορᾶς, ὅτε περὶ μίξεως ἔλεγε· διὸ καὶ λέγει ἐν τοῖς Περὶ μίξεως εἰρηκέναι. εἶπε γὰρ ἐκεῖ τὸ τὴν ὕλην [δι’] ἀμφοτέρων τῶν μεμιγμένων εἶναι τὴν αὐτήν, καὶ διὰ τοῦτο ἑκάτερον αὐτῶν καὶ ποιητικὸν τοῦ ᾧ μίγνυται καὶ παθητικὸν ὑπ’ ἐκείνου εἶναι, ὅταν ἰσάζωνται ταῖς δυνάμεσι τὰ μιγνύμενα [ᾖ], ὡς μὴ τὸ ἕτερον αὐτῶν κατισχῦσαν θάτερον εἰς τὸ ἴδιον εἶδος αὐτοῦ μεταβάλλειν, ἀλλ’ ὡς ἑκάτερον ἅμα ποιοῦν τε καὶ πάσχον, ἀποβάλλοντα τὰς ὑπεροχάς,2 ὧν παρουσῶν ἦν ἀλλήλων διαφέροντα, καὶ τὸ μὲν ὕδωρ φέρε εἰπεῖν, τὸ δὲ οἶνος, ἐν μέσῳ καταστῇ, καὶ ἕν τι εἶδος ἐξ ἀμφοτέρων γένηται καὶ † ἡνωμένα, ἀλλ’ οὐ παραθέσει τῷ εἶναι εὐόριστα καὶ ὑγρὰ † τό τε δι’ ὅλων τι μεμῖχθαι.
“但是,如果物体的混合并不仅仅以某些人所认为的这种方式存在,即最小的部分彼此并置,但由于感觉而对我们是不显明的。” 通过这些话,他提出了他自己的见解,相比于先前所述的那些见解,他更赞同这一见解。因为先前所述的见解所引入的并不是颜色的混合,而是混合的表象;因此它们也没有给其他颜色以任何实质存在。但是根据他自己现在所提出的见解,不仅真正存在颜色的混合,而且存在着依物体的混合而产生的实在存在。因为,如果物体的混合不仅像他之前的人所认为的那样,仅仅依并置而存在,即最小的部分彼此并置,并且由于不可感觉而对我们是不显明的,而且也通过整体穿透整体的转变而存在,正如他在《论生灭》中谈论混合时所表明的那样——因为对于那些主张混合依并置而产生的人来说,伴随的结论是主张只有那些能够被分割为最小部分的事物才能彼此混合。而这些事物是这样一类:在同类的物中能够取出一个在数目上为一、且不再能被分割为与之相似之物的东西;因此就此而言它也是不可分割的。这种情况出现在坚固且由非同质部分构成的事物上,比如人、马、狗、牛、种子。因为在这些事物中的每一个里面,都存在某种在数目上为一的东西,由于不再能被分割为相似之物,它也是同一属中最小的东西;因为一个在数目上为一的人不再能被分割为人,马以及任何其他这类事物也不能。确实,对于这类事物,以及对于这样不可分割的每一个事物而言,混合是依并置而成的。因为当马与狗及人,大麦与小麦及黍类数量众多时,它们便是通过保存在其中的最小部分的并置而如此混合的;因为绝不会说一匹马与一个人并置便已经混合,或者一粒小麦与一粒大麦[并置也是如此]。但凡是液体且由同质部分构成的事物,并且不可能取得它们的最小部分,这些事物便不能再被说成是通过最小部分的并置而混合,相反,在这些事物中混合是通体贯穿的,这些事物才被严格地称为已经混合;而这些乃是我们称之为融调的事物。至于某种事物如何可能整体穿透整体地混合,他在《论生灭》中讨论混合时已经指明了;因此他也说自己在《论混合》中已经谈到过。因为他在那里说过,两个被混合之物的质料是相同的,正因如此,当混合之物在能力上彼此平衡时,它们中的每一个对于与之混合者而言既是能动的,又受其作用而成为受动的,从而它们中的一方不至于压倒另一方并将其转化为自身的种相,而是每一个都在同时能动与受动,抛弃它们先前借以彼此相异的过度特质,设想一者是水,另一者是酒,达到居中的状态,由两者生成一种单一种相,并且由于易于被界定且是流动的,不是依并置而是统一起来,通体贯穿地混合在一起——
- 1.25εἰ γὰρ ἔστι μῖξις τῶν σωμάτων
由 εἰ 引导的条件从句展开了并置混合与通体混合的漫长对比,中途插入了长篇括号性质的解释(τοῖς μὲν γὰρ...),使得句子在末尾未出现显式的归结从句而形成句式中断(anacoluthon)。在脉络上,它阐明了亚里士多德自身关于完全混合学说的理据。
- 1.25ἀποβάλλοντα τὰς ὑπεροχάς
分词 ἀποβάλλοντα 在形态上为中性复数,尽管前面出现了单数主格 ἑκάτερον ἅμα ποιοῦν τε καὶ πάσχον,此处它是按意义与先前的 τὰ μιγνύμενα(被混合之物)取得一致(constructio ad sensum)。它修饰混合物抛弃彼此过度的性质并趋于中间状态的过程。
