← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论感觉》注解

§62.4-63.12

通过媒介论避免不可见量度与时间

亚历山大解释了亚里士多德通过采用居间透明体运动的视觉学说,消除了假定不可见大小或不可感觉时间的必然性,并讨论了依据颜色叠置的混合见解以及远距离观看并置事物时所产生的表象混合。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.24#2

δύο δὲ ἄτοπα ἀκολουθήσει τῇ τοιαύτῃ δόξῃ, τό τε μεγέθη τινὰ λέγειν ἀόρατα καὶ χρόνους ἀναισθήτους, ὧν οὐδέτερον ἀληθές, ὡς προελθὼν δείξει. Εἰπὼν δὲ τὸ ἑπόμενον ἄτοπον τοῖς τὸ ὁρᾶν ταῖς ἀπὸ τῶν ὁρωμένων ἀπορροίαις ἀνατιθεῖσι καὶ δείξας αὐτὸ ἐπὶ παραδείγματος τοῦ τὴν τῶν χρωμάτων μῖξιν ἐκ τῆς τῶν ἀοράτων παραθέσεως γίνεσθαι (ἕπεται γὰρ καὶ χρόνους ἀναισθήτους τίθεσθαι), ὅτι μὴ τοῦτο ἕπεται τὸ ἄτοπον τοῖς διὰ τῆς τῶν μεταξὺ κινήσεως τὸ ὁρᾶν γίνεσθαι λέγουσιν ἐπιφέρει,1 πάλιν ἐπὶ τούτου παραδείγματι χρώμενος τῇ δόξῃ τῇ κατὰ τὴν ἐπιπρόσθησιν τῶν χρωμάτων τὴν μῖξιν αὐτῶν γίνεσθαι λεγούσῃ. λέγει γὰρ ἐνταῦθα οὐδεμία ἀνάγκη, τὸ ἐνταῦθα λέγων ἐπὶ τῆς δόξης τῆς διὰ τῆς κινήσεως τοῦ μεταξὺ τὸ ὁρᾶν γίνεσθαι λεγούσης, ἣν προέκρινεν αὐτός. οὐκέτι γὰρ τοῖς οὕτω λέγουσι γίνεσθαι τὸ ὁρᾶν ἀνάγκη λέγειν ἀναίσθητόν τι μέγεθος ἢ ἀναίσθητόν τινα χρόνον εἶναι, καὶ διὰ τί δείκνυσιν ἐπὶ τῶν χρωμάτων τῶν ἐπαληλιμμένων ἀλλήλοις· οὔτε γὰρ ἀναίσθητα οὕτως τὰ κεχρωσμένα λαμβάνουσιν οὔτε χρόνου δεησόμενα πρὸς τὸ τὰς ἀπὸ τούτων ἀπορροίας πρὸς τὴν ὄψιν ἐνεχθῆναι. ἀλλὰ τὸ ἐπιπολῆς χρῶμα τῷ διαφανεῖ τῷ μεταξὺ τῆς τε ὄψεως καὶ ἑαυτοῦ γειτνιῶν2 ἄλλως μὲν διαθήσει τὸ διαφανὲς τὸ μεταξὺ ἁπλοῦν τε καὶ καθ’ ἑαυτὸ ὄν, ἄλλως δέ, εἰ εἴη τι αὐτῷ ὑποκείμενον ὑφ’ οὗ πάσχοι. οὐ γὰρ ὡς ἁπλοῦν ἔτι διατίθησι τὸ μεταξὺ διαφανές, ἀλλ’ ὡς μεμιγμένον καὶ ἕτερόν τι ὂν διὰ τὴν τοῦ ὑπαληλιμμένου χρώματος αὐτῷ διαφορὰν καὶ τὸ ὑπ’ αὐτοῦ πάθος γινόμενον ἐν αὐτῷ. εἰπὼν δὲ ταῦτα καὶ δείξας ἐπιφέρει· ὥστ’ εἰ μὴ ἐνδέχεται μηδὲν εἶναι μέγεθος ἀόρατον, ἀλλὰ πᾶν ἔκ τινος ἀποστήματος ὁρατόν, καὶ αὕτη τις ἂν εἴη χρωμάτων μῖξις, λέγων ὅτι εἰ μὴ εἴη μεγέθη τινὰ ἀόρατα, ἡ ἐκείνως λεγομένη μῖξις γίνεσθαι τῶν χρωμάτων κατὰ τὴν τῶν ἀοράτων παράθεσιν οὐκ ἂν εἴη, εἴγε μηδὲν μέγεθος ἀόρατον, αὕτη δὲ ἡ δευτέρα δόξα ῥηθεῖσα γίνοιτ’ ἂν καὶ αὐτὴ τῆς τῶν χρωμάτων μίξεως αἰτία, ἡ κατὰ τὴν ἐπάλειψιν καὶ ἐπιπρόσθησιν ἄλλου ἄλλῳ. ἐρεῖ γὰρ καὶ ἄλλην τινὰ καὶ τήνδε κυριωτέραν. Καὶ μὴ ὄντων δὲ μεγεθῶν ἀοράτων τινῶν, ὅμως φησὶ μηδὲν κωλύειν καὶ τῇ παραθέσει τῶν χρωμάτων δόξαι τινὰ μῖξιν γίνεσθαι τοῖς ἀπὸ πλείονος διαστήματος ὁρῶσι τὰ τοῦτον τὸν τρόπον παρακείμενα. περὶ γὰρ τοῦ μηδὲν εἶναι μέγεθος ἀόρατον τῇ αὑτοῦ φύσει μηδὲ οὕτως δύνασθαι τὴν μῖξιν τῶν χρωμάτων γίνεσθαι, ὡς ἐκ τῆς τῶν ἀοράτων πυρῶν παραθέσεως, ἐν ὑστέρῳ, φησί, δειχθήσεται.

而对于这样一种见解,将伴随着两处荒谬:既主张某些大小是不可见的,又主张时间是不可感觉的,而这两者都不是真实的,正如他随着论述的展开所将表明的那样。在指出了把看归因于来自被见之物的流出的人所伴随的荒谬,并在颜色的混合产生于不可见物的并置这一例子中表明了这一点之后(因为假定不可感觉的时间也是随之而来的),他接着补充说,对于那些主张看是通过居间者的运动而产生的人来说,并不伴随这处荒谬;在此事上,他再次以主张颜色的混合通过叠置而产生的见解作为例子。因为他说“在此处毫无必然性”,他所说的“在此处”是指主张看通过居间者的运动而产生的见解,即他自己所赞同的见解。因为对于如此主张看产生的人来说,不再必然要主张存在某种不可感觉的大小或某种不可感觉的时间;并且他在彼此涂抹叠置的颜色上表明了何以如此。因为按照这种方式,他们既不把着色的事物假定为不可感觉的,也不把它们假定为需要时间以便来自它们的流出被带到视觉。相反,与视觉和其自身之间的透明体邻接的表面颜色,在其为单一且就其自身而言存在时,将以一种方式处置中间的透明体;但如果其下有某种使其受动之物承载着它,则将以另一种方式处置。因为它不再作为单一之物来处置中间的透明体,而是由于其下涂抹的颜色的差异以及由〔下层颜色〕在它之中所产生的受动,作为混合之物且是另一种不同的东西来处置〔它〕。在说了并指明了这些之后,他补充道:“因此,如果不可能有任何大小是不可见的,而是一切大小从某种距离来看都是可见的,那么这也将是颜色的一种混合”,他的意思是,如果不存在某些不可见的大小,那么以那种方式所说的颜色由不可见物的并置而产生的混合就不会存在(既然没有任何大小是不可见的);但是这所说的第二种见解,即依据一种颜色涂抹叠置在另一种颜色之上的见解,其自身也可能成为颜色混合的原因。因为他还会谈到另一种,而且是更为根本的这一混合。另一方面,即使不存在某些不可见的大小,他说,对于从较远距离观看按这种方式并列放置的事物的人来说,仍然没有什么妨碍也由于颜色的并置而显得产生某种混合。因为关于没有任何大小按自身本性是不可见的,颜色的混合也不能按如同不可见的小麦粒并置那样的方式产生这一点,他说,将在后文予以表明。

语法注2 条
  1. 1.24Εἰπὼν δὲ τὸ ἑπόμενον ἄτοπον τοῖς τὸ ὁρᾶν ταῖς ἀπὸ τῶν ὁρωμένων ἀπορροίαις ἀνατιθεῖσι καὶ δείξας αὐτὸ ἐπὶ παραδείγματος τοῦ τὴν τῶν χρωμάτων μῖξιν ἐκ τῆς τῶν ἀοράτων παραθέσεως γίνεσθαι (ἕπεται γὰρ καὶ χρόνους ἀναισθήτους τίθεσθαι), ὅτι μὴ τοῦτο ἕπεται τὸ ἄτοπον τοῖς διὰ τῆς τῶν μεταξὺ κινήσεως τὸ ὁρᾶν γίνεσθαι λέγουσιν ἐπιφέρει

    句子的核心骨架为 Εἰπὼν ... καὶ δείξας ... ὅτι μὴ τοῦτο ἕπεται τὸ ἄτοπον ... ἐπιφέρει(“在说出……并表明……之后,他补充说这一荒谬并不伴随……”)。两个过去分词短语在前,主动词 ἐπιφέρει 引导 ὅτι 从句作为其宾语从句。

  2. 1.24ἀλλὰ τὸ ἐπιπολῆς χρῶμα τῷ διαφανεῖ τῷ μεταξὺ τῆς τε ὄψεως καὶ ἑαυτοῦ γειτνιῶν

    分词 γειτνιῶν 为缩略动词 γειτνιάω 的现在主动态分词中性单数主格(γειτνιάον > γειτνιῶν,与阳性单数主格同形),在性、数、格上与中性名词短语主语 τὸ ἐπιπολῆς χρῶμα 规则一致并修饰该主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:62.4-63.12