← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论感觉》注解

§59.19-62.4

并置与流出说解释颜色混合的困境

注解亚里士多德《论感觉》440a20–23,阐明通过微小粒子的并置来解释颜色混合并坚持流出说的主张必定陷入既假设不可见的大小又假设不可感觉的时间的双重荒谬,而通过叠置来解释的见解则避免了这一困境。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.22

" Ἐπὶ μὲν οὖν τῶν παρ’ ἄλληλα κειμένων ἀνάγκη ὥσπερ καὶ μέγεθος λαμβάνειν ἀόρατον οὕτω καὶ χρόνον ἀναίσθητον." Ἔστι δὲ ὃ λέγει ὅτι1 τοῖς τῇ παραθέσει ταύτῃ τὴν ὁρατὴν τῶν χρωμάτων μῖξίν τε καὶ φύσιν ἀνατιθεῖσιν, ἔτι δὲ τὸ ὁρᾶν τῇ ἀπὸ τῶν ὁρωμένων ἀπορροίᾳ γίνεσθαι λέγουσιν ἕπεται, ὥσπερ σῶμά τι καὶ μέγεθος λαμβάνουσιν ἀόρατον τῇ αὑτοῦ φύσει, οὕτως λέγειν καὶ χρόνον τινὰ ἀναίσθητον εἶναι. πᾶσα μὲν γὰρ κίνησις ἐν χρόνῳ. διὸ καὶ ἡ ἀπὸ τῶν ὁρωμένων ἀπόρροια διὰ κινήσεως ἐπὶ τὰς ὄψεις ἀφικνουμένη δηλονότι ἐν χρόνῳ ἄν τινι ἀφικνοῖτο. τοῦ δὲ τοῦτον τὸν χρόνον ἀναίσθητον αὐτοῖς ἀναγκαῖον εἶναι λέγειν καὶ τὴν αἰτίαν παρατίθησιν.

“因此,在彼此并置的事物中,正如必须假定不可见的大小一样,同样也必须假定不可感觉的时间。” 他所说的是:对于那些将颜色的可见混合与本性归于这种并置,并且进而主张看是通过被见之物的流出而产生的人来说,正如他们假定某种按自身本性不可见的物体与大小一样,主张存在某种不可感觉的时间也是随之而来的必然结论。因为一切运动都在时间之中。因此,来自被见之物的流出既然通过运动到达视觉,显然也会在某种时间中到达。而且他也提出了他们必然要说这种时间是不可感觉的原因。

§1.23

"Ἵνα λανθάνωσιν αἱ κινήσεις ἀφικνούμεναι καὶ ἓν δοκῇ διὰ τὸ ἅμα φαίνεσθαι." Ἐπεὶ γὰρ κατὰ βραχὺ γίνεται τῇ ὄψει κατὰ τοὺς οὕτω λέγοντας τὸ ὁρᾶν (ὅσον γὰρ οἵα τε δέξασθαι ἡ κόρη τοῦ εἰδώλου, τοσοῦτον καθ’ ἑκάστην ἔμπτωσιν ὁρᾷ), δοκεῖ δὲ ὡς ἅπαξ καὶ μιᾷ προσβολῇ καὶ ὡς ἓν ὁρᾶν τὸ ὁρώμενον, δεῖ ἐν ἀναισθήτοις χρόνοις τὰς τῶν τηλικούτων ἐμπτώσεις γινομένας διαλανθάνειν, ἵνα μὴ κατὰ μικρὰ ἀλλ’ ἀθρόον αὐτὸ ὁρᾶν δοκῇ. πᾶσι μὲν οὖν τοῖς οὕτω τὸ ὁρᾶν λέγουσι γίνεσθαι ἀναισθήτων χρόνων χρεία· τοῖς δὲ καὶ τὴν τῶν χρωμάτων διαφορὰν τῇ τῶν ἀναισθήτων σωμάτων παραθέσει ἀνατιθεῖσιν, εἴγε καὶ τῇ ἀπορροίᾳ λέγοιεν τῇ ἀπὸ τῶν ὁρωμένων τὸ ὁρᾶν γίνεσθαι, διπλασιάζεται τὸ ἄτοπον.2 οὐ γὰρ μόνον ἀναίσθητα μεγέθη τούτοις ἀνάγκη λέγειν, ἀλλὰ καὶ χρόνους ἀναισθήτους. δύναται καὶ ὡς ἰδίως ἑπόμενον τὸ δεῖν λέγειν ἀναισθήτους χρόνους εἶναι τοῖς καὶ τῇ τῶν σωμάτων κατὰ μικρὰ παραθέσει τὴν τῶν χρωμάτων διαφορὰν ἀνατιθεῖσιν εἰρηκέναι. οὕτως δ’ ἂν † πολλὰ ἂν τὰ ὁρώμενα ὡς ἓν ὄψεταί τις, εἰ λανθάνοι ἡ ἀφ’ ἑκάστου αὐτῶν ἀπόρροια καθ’ αὑτὴν ἐμπίπτουσα τοῖς ὀφθαλμοῖς καὶ δοκεῖ ὡς μία ἅπαξ καὶ † ἀφανὲς τοῦ ὁρωμένου γίνεσθαι.

“为了使到达的运动不被察觉,并且由于同时显现而被认为是一。” 因为按照这样主张的人们的说法,对视觉而言看是一点一点产生的(因为瞳孔在每次撞击中所见到的,仅是它能够从影像中接收的量),但另一方面人们却认为是以单次冲击并作为一而一下子看见被见之物,所以如此微小部分的撞击在不可感觉的时间中发生必须不被察觉,以便人们显得不是分部而是全盘地看见它。因此,对于所有主张看是如此产生的人来说,都需要不可感觉的时间;但对于那些将颜色的差异也归于不可感觉的物体的并置的人来说,如果他们还主张看是通过来自被见之物的流出而产生的,那么荒谬之处就加倍了。因为他们不仅必须主张不可感觉的大小,而且必须主张不可感觉的时间。〔他〕也可能把必须主张存在不可感觉的时间,作为特别伴随那些将颜色的差异也归于物体按细小部分并置的人们的事情说了出来。这样一来,如果从它们每一个流出的成分单独撞击眼睛而不被察觉,并且被认为仿佛单一地一次……被见之物产生,那么人就会将许多被见之物看作一。

§1.24#1

"Ἐνταῦθα δὲ οὐδεμία ἀνάγκη." Ἐνταῦθα λέγει ἐπὶ τῆς δόξης τῆς δι’ ἀλλήλων τὰ χρώματα ὁρᾶσθαι λεγούσης καὶ οὕτως αὐτῶν τὴν μῖξιν ποιούσης. τὸ γὰρ ἐπιπολῆς χρῶμα κινούμενον ὑπὸ τοῦ ὑποκειμένου αὐτῷ ἀλλοίαν τὴν φαντασίαν ποιήσει τοῦ ὁρωμένου, καὶ κατὰ τὰς τῶν ὑποκειμένων διαφορὰς ἔσται καὶ ἡ τοῦ ὁρωμένου φαντασία διάφορος. ὅτι δὲ βελτίων ἡ δόξα αὕτη ἡ περὶ μίξεως χρωμάτων τῆς πρὸ αὐτῆς ἔδειξεν ἐπενεγκὼν τὸ ὥστ’ εἰ μὴ ἐνδέχεται μηδὲν εἶναι μέγεθος ἀόρατον, ἀλλὰ πᾶν ἔκ τινος ἀποστήματος ὁρατόν. ταύτῃ γὰρ ἐκείνης αὕτη πλέον ἕξει, ὅτι οὐκ ἔστι κατὰ ταύτην ἀόρατόν τι σῶμα. περὶ μέντοι τοῦ ἀναισθήτους χρόνους μὴ ἔσεσθαι ἐπὶ ταύτης οὐδὲν εἶπεν, ὅτι ἀνάγκη τοῦτο ἐπὶ ταύτης γίνεσθαι, εἰ κατὰ ἀπορροίας τῶν ὁρωμένων λέγοι τις γίνεσθαι τὸ ὁρᾶν. Δύναται τὸ λεγόμενον οὕτως εἰρῆσθαι. ἐκθέμενος τὰς δύο δόξας, καθ’ ἃς οἷόν τε πλείω φαίνεσθαι τὰ χρώματα, τήν τε κατὰ παράθεσιν τῶν διὰ μικρότητα ἀοράτων, ἥτις ἦν δόξα τῶν πρὸ αὐτοῦ, καὶ τὴν κατὰ ἐπιπρόσθησιν, ἑξῆς εἶπε πῶς γινομένου τοῦ ὁρᾶν δύναται σῴζεσθαι τὸ τὴν τῶν χρωμάτων μίξιν κατά τινα γίνεσθαι τούτων τῶν τρόπων· οὐ γὰρ ταῖς ἀπορροίαις, ὡς ᾤοντο οἱ πρὸ αὐτοῦ (ἁφὴ γὰρ οὕτω καὶ ἡ ὄψις ἔσται), ἀλλὰ τῇ τοῦ μεταξὺ τῆς ὄψεως καὶ τοῦ ὁρωμένου διαφανοῦς κινήσει ὑπὸ τῶν ὁρατῶν. εἰπὼν δὲ ὅτι ἄτοπον τὸ τῇ ἀπορροίᾳ τὴν ὄψιν γίνεσθαι λέγειν καὶ δεικνὺς πῶς, παρατίθεται καὶ δείκνυσι τὸ συμβαῖνον ἄτοπον τοῖς παραθέσει τῶν ἀοράτων τὴν τῶν χρωμάτων μῖξιν 〈γίνεσθαι〉 λέγουσιν, εἰ ἀπορροίᾳ γίνεσθαι λέγοιεν τὸ ὁρᾶν. οὐ γὰρ μόνον αὐτοῖς ἀναγκαῖον ἔσται ἀόρατά τινα μεγέθη λέγειν, ἀλλὰ καὶ ἀναίσθητον χρόνον, καὶ διπλασιασθήσεται τὸ ἄτοπον, εἴγε μήτε ἀναίσθητον τῇ αὑτοῦ φύσει μέγεθός ἐστιν, ὡς ἐρεῖ, μήτε ἀναίσθητος χρόνος. πᾶσι μὲν γὰρ τοῖς ἀπορροίας αἰτιωμένοις ἀκολουθεῖ τὸ ἀναίσθητον χρόνον εἶναι λέγειν. εἰ δέ τινες τῇ τῶν ἀοράτων παραθέσει τὴν μῖξιν τῶν χρωμάτων αὐτῶν γίνεσθαι λέγοιεν, ὡς ἔλεγον οἱ πρὸ αὐτοῦ, τούτοις ἀκολουθήσει ἅμα μὲν μεγέθη ὑποτίθεσθαι ἀόρατα εἶναι, ὃ καὶ αὐτὸ ἄτοπον, ἅμα δὲ καὶ χρόνον ἀναίσθητον, ὡς ἴσον εἶναι τὸ ἐπὶ μὲν οὖν τῶν παρ’ ἄλληλα κειμένων τῷ ‘ἐπὶ μὲν γὰρ τῶν παρ’ ἄλληλα κειμένων, ὡς μεγέθη τινὰ ὑποτίθεσθαι ἀόρατα εἶναι, οὕτως ἀνάγκη ἔσται καὶ χρόνους ἀναισθήτους λέγειν.’3 οὕτως γὰρ τὰ κατὰ μικρὸν ἐμπίπτοντα μόρια τῇ κόρῃ καὶ κατὰ τοσοῦτον, ὅσον ἡ κόρη δέξασθαι δύναται, ὡς ἕν τε καὶ συνεχὲς ὁραθήσεται, εἰ λανθάνοι ἡ διαφορὰ τῶν χρόνων καθ’ οὓς ἐμπίπτει τῇ κόρῃ τὰ ὁρώμενα εἴδωλα καὶ εἷς δοκεῖ εἶναι ἐν ᾧ τὸ πᾶν ὁρᾷ.

“但在此处则毫无必然性。” 他所说的“在此处”,是指关于颜色透过彼此被看见并以此产生它们的混合的见解。因为表面的颜色被其下承载之物推动,将对被见之物产生另一种表象,并且根据下承载之物的差异,被见之物的表象也将是不同的。而关于颜色的混合的这一见解优于在它之前的见解,他是通过补充“因此,如果不可能有任何大小是不可见的,而是一切大小从某种距离来看都是可见的”来表明的。因为在这一点上,后者相对于前者具有优势,即按照后者并不存在某种不可见的物体。然而,关于在后者中不会存在不可感觉的时间,他却没有说什么,因为如果有人主张看是由于被见之物的流出而产生,那么在后者中这也必然会发生。 所说的话也可以作如下理解:在阐明了能使颜色显得更多的两种见解——即依据因微小而不可见之物的并置的见解(这是在他之前的人们的见解),以及依据叠置的见解——之后,他接着说明了,看以何种方式产生才能保留颜色的混合按照这些方式之一产生;即不是像在他之前的人们所认为的那样通过流出(因为这样视觉也将成为接触),而是通过视觉与被见之物之间的透明体被可见物推动。在指出主张视觉通过流出产生是荒谬的并表明其如何荒谬之后,他又提出并指出了,那些主张颜色的混合通过不可见物的并置产生的人,如果也主张看通过流出产生,所面临的荒谬。因为他们不仅必须主张某些不可见的大小,而且必须主张不可感觉的时间,而如果像他将要说的那样,既不存在按自身本性不可感觉的大小,也不存在不可感觉的时间,那么荒谬就加倍了。因为对于所有将原因归咎于流出的人来说,主张存在不可感觉的时间都是随之而来的。但如果有人像在他之前的人们所说的那样,主张颜色自身的混合是通过不可见物的并置产生的,那么对于这些人来说,将同时伴随着假定存在不可见的大小(这本身也是荒谬的)以及假定存在不可感觉的时间;以至于“因此,在彼此并置的事物中”等同于“因为在彼此并置的事物中,正如必须假定某些大小是不可见的,同样也将必须主张不可感觉的时间”。因为这样一来,如果被见的影像撞击瞳孔的那些时间的差异不被察觉,并且其在其中看见全体的时间被认为是一,那么按照瞳孔所能接收的程度而一点一点撞击瞳孔的细小部分,就会被看作是一且连续的。

语法注3 条
  1. 1.22Ἔστι δὲ ὃ λέγει ὅτι

    Ἔστι δὲ ὃ λέγει 构成程式化的引出句(“他所说的是……”),引出后续阐明其内容的 ὅτι 从句(其中 ἕπεται 作为主要动词,支配与格成分 τοῖς ... ἀνατιθεῖσιν, ἔτι δὲ ... λέγουσιν)。ὅτι 从句内部由 ὥσπερ ... οὕτως ... 构成相关对应结构。

  2. 1.23εἴγε καὶ τῇ ἀπορροίᾳ λέγοιεν τῇ ἀπὸ τῶν ὁρωμένων τὸ ὁρᾶν γίνεσθαι, διπλασιάζεται τὸ ἄτοπον

    这是由条件从句中的希求语气 λέγοιεν 与结论句中的现在直陈语气 διπλασιάζεται 构成的混合条件句。对于假设的前提(“如果他们主张看是通过流出而产生”),现在直陈语气断定地表达了该假设一旦成立便必然客观随之产生的逻辑结论。

  3. 1.24ὡς ἴσον εἶναι τὸ ἐπὶ μὲν οὖν τῶν παρ’ ἄλληλα κειμένων τῷ ‘ἐπὶ μὲν γὰρ τῶν παρ’ ἄλληλα κειμένων, ὡς μεγέθη τινὰ ὑποτίθεσθαι ἀόρατα εἶναι, οὕτως ἀνάγκη ἔσται καὶ χρόνους ἀναισθήτους λέγειν.’

    由 ὡς 加不定式构成的结果句(ὡς ἴσον εἶναι)。中性单数冠词 τὸ 将亚里士多德的原句(ἐπὶ μὲν οὖν τῶν παρ’ ἄλληλα κειμένων)名词化作为主语,而与格冠词 τῷ 则引导后续注解者的释义短语作为 ἴσον 的补足成分(“等同于……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:59.19-62.4