- 底本
- Alexander, In Librum De Sensu Commentarium. Commentaria in Aristotelem Graeca III.1, ed. P. Wendland, Berlin: Reimer 1901, pp. 1-173. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:58.1-59.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大针对认为看是由于影像流出而产生的古代原子论观点,提出了关于影像的部分接收以及大小判定不可能等诸多荒谬之处,从而完成了批判,随后阐述了亚里士多德通过透明介质的实现来解释视觉的自身学说。
τί δὲ ἔσται καὶ τὸ ἀναμετροῦν τὸν εἰσιόντα εἰς τὴν ὄψιν ἀέρα; πῶς δὲ καὶ τὸ μέγεθος καὶ τὸ σχῆμα τοῦ ὁρωμένου ἡ ὄψις κρινεῖ, κατὰ τὸ τῆς κόρης μέγεθος δεχομένη ἀπὸ τοῦ φερομένου εἰδώλου μόριον; καὶ γὰρ εἰ πολλάκις καὶ πολλὰ δέχεται, πῶς καὶ διὰ τί ἄλλοτε ἄλλο μέρος τοῦ εἰδώλου δέξεται, καὶ οὐχὶ ἀεὶ τὸ αὐτὸ καὶ ἐκ διαστημάτων; εἰ δὲ καὶ ἀεὶ τὸ παρακείμενον, τίς ἡ σύνθεσις τούτων ἐν τῇ ὄψει, ὡς θέατρον ἢ ναὸν δοκεῖν ἑωρακέναι διὰ οὕτω μικρῶν μορίων τῶν ἐμπιπτόντων ἀπὸ τοῦ ἀπ’ αὐτῶν εἰδώλου φερομένου; πῶς δὲ οὐ μεταξὺ ἀπ’ ἄλλων τινῶν εἰδώλων ἐμπιπτόντων τῇ ὄψει τινὰ διασπάσει τὴν τῆς ὄψεως τῆς τοῦ πρώτου συνέχειαν, εἰ δεῖ τοσαυτάκις καὶ τοσαῦτα εἴδωλα ἐνεχθῆναι ἀπό τινος πρὸς αὐτήν, ὡς κατὰ τὸ τῆς κόρης μέγεθος δεχομένην ἀπ’ αὐτῶν τι ὅλον ἀεὶ δέξασθαι, ἄλλο ἀπ’ ἄλλου εἰδώλου μέρος λαμβάνουσαν; πῶς δὲ καὶ ἀπὸ τῶν λείων ὡς ἐσχηματισμένα τὰ εἴδωλα λαμβάνει, οὐκ ἐχόντων ἐξοχάς; ἢ πῶς ἀπὸ τῶν κατόπτρων; ἢ πῶς αἱ ἐξοχαὶ ἀφ’ ὧν δύναται φέρεσθαι μένουσιν ἐν τῇ ὄψει, εἰ οὕτως ἐστὶ λεπτὰ καὶ ἀσθενῆ τὰ εἴδωλα, καὶ οὐ συγχέονται; διὰ τί δὲ κἂν ὀλίγον ἀπελθόντος τοῦ ὁρωμένου, ταῦτα μένει † ἢ ἐξ ὧν ἐν τῇ ὄψει; τὸ δὲ λέγειν μυωπίζεσθαι τὴν ὄψιν ὑπὸ τῶν φερομένων ἐπ’ αὐτὴν εἰδώλων καὶ διορίζεσθαι καὶ πρὸς τὸ ὁρᾶν παρασκευάζεσθαι οὐκέτι τηρούντων ἐστὶ1 τὸ διὰ τῶν εἰδώλων γίνεσθαι τὸ ὁρᾶν. δῆλον γὰρ ὅτι μυωπισθεῖσα ἡ ὄψις ὑπὸ τοῦ εἰδώλου ἄλλο τι ὄψεται, εἰ μὴ τὸ εἴδωλον. τί οὖν ταῦτα καὶ πῶς; καὶ ταῦτα μὲν καὶ τοιαῦτα λέγειν ἔστι πρὸς τοὺς ἀπὸ τῶν ὁρατῶν ἀπορρεῖν τι λέγοντας καὶ οὕτως ὁρᾶσθαι τὰ ὁρώμενα. Αὐτὸς δὲ μόνον ὑπομνήσας ὅτι μὴ εὔλογον οὕτως τὸ ὁρᾶν γίνεσθαι, ἔχων δεδειγμένον ἐν τοῖς ἔμπροσθεν ὅτι μηδὲ ἀπὸ τῆς ὄψεως οἷόν τε λέγειν ἀπορρεῖν τι καὶ οὕτως ἡμᾶς ὁρᾶν, τίθησι τὴν αὑτοῦ δόξαν, ἣν ἐν τοῖς Περὶ ψυχῆς κατεσκεύασε, λέγων· ὥστ’ εὐθὺς κρεῖττον φάναι τῷ κινεῖσθαι τὸ μεταξὺ τῆς αἰσθήσεως ὑπὸ τοῦ αἰσθητοῦ2 γίνεσθαι τὴν αἴσθησιν ἢ ἁφῇ καὶ ἀπορροίᾳ. δοκεῖ γὰρ αὐτῷ πάσχουσα μὲν καὶ ἡ ὄψις ὑπὸ τῶν ὁρατῶν αἰσθάνεσθαι, ὥσπερ καὶ τῶν ἄλλων αἰσθήσεων ἑκάστη, ἀλλ’ οὐχὶ ποιοῦσά τι καὶ ἐκπέμπουσα, πάσχουσα δὲ οὐ τῷ δέχεσθαι ἀπορρέοντά τινα ἀπὸ τῶν αἰσθητῶν, ἀλλὰ τῷ τὸ μεταξὺ τῆς τε ὄψεως καὶ τοῦ ὁρωμένου διαφανές, ὅταν κατ’ ἐνέργειαν ᾖ τοιοῦτο (τοιοῦτον δέ ἐστι τὸ πεφωτισμένον), κινεῖσθαι ὑπὸ τῶν ὁρατῶν, τουτέστι τῶν χρωμάτων (κινητικὸν γὰρ τὸ χρῶμα τοῦ κατ’ ἐνέργειαν διαφανοῦς)· τὸν αὐτὸν δὲ τρόπον ὑπὸ τῶν χρωμάτων κινεῖσθαι τὸ κατ’ ἐνέργειαν διαφανές, ὡς κινούμενον ὑπὸ τῆς τοῦ φωτίζειν πεφυκότος παρουσίας τὸ δυνάμει φῶς δέχεται τε καὶ φωτίζεται. κινούμενον γάρ πως καὶ διατιθέμενον τὸ κατ’ ἐνέργειαν διαφανὲς ὑπὸ τῶν ὁρατῶν τὸ εἶδος αὐτῶν διαδίδωσι τῇ κόρῃ, ὁμοίως ὡς ἔλαβεν, οὔσῃ καὶ αὐτῇ διαφανεῖ. καὶ οὕτως διὰ ταύτης δεχομένης διὰ τοῦ διαφανοῦς τοῦ μεταξὺ 〈τὸ〉 εἶδος τοῦ ὁρωμένου καὶ μέχρι τοῦ πρώτου αἰσθητικοῦ διαδιδούσης3 αὐτὸ τῷ τὸν μεταξὺ πόρον τοῦ τοιούτου σώματος εἶναι πλήρη, τὸ ὁρᾶν γίνεσθαι εὔλογον, καὶ ὅτι οὐ κατὰ τὰς ἀπὸ τῶν ὁρατῶν ἀπορροίας. ἑξῆς λέγει καὶ τὸ ἑπόμενον ἄτοπον τοῖς ἅμα μὲν τῇ παραθέσει τῶν ἀοράτων διὰ μικρότητα [τῶν] χρωμάτων τὴν μῖξιν τῶν παρὰ τὸ λευκόν τε καὶ μέλαν χρωμάτων γίνεσθαι λέγουσιν, ἅμα δὲ τὴν ἀπόρροιαν τοῦ ὁρᾶν αἰτιωμένοις.
那么,衡量进入视觉中的空气的又将是什么?此外,根据瞳孔的大小从运送而来的影像中接收一部分的视觉,又怎能判定被见之物的大小和形状?因为即使它接收多次且接收许多部分,视觉又如何以及为何会在不同时间接收影像的不同部分,而不是始终隔着间隔接收相同的部分?而即使它始终接收相邻的部分,这些部分在视觉中的组合又是怎样的,以至于人们仿佛凭借从自它们运送而来的影像中撞击进来的如此微小的部分,就看见了一座剧场或一座神庙?而且,如果必须从单一事物向视觉如此多次且运送如此多的影像,以至于视觉根据瞳孔的大小从中接收某种部分,从一个影像中获取一部分而从另一个影像中获取另一部分,从而始终接收全体,那么在其他某些影像撞击视觉的间隙,怎能不有一些影像撕裂关于第一事物的视觉的连续性呢?而且,对于没有突起的光滑表面,视觉又怎能从中接收作为成形之物的影像?或者从镜子中又怎能接收?或者,如果影像如此微细而脆弱,能够从其运送而来的突起又怎能留存在视觉中而不发生混杂?又为何即便被见之物稍微离开,这些影像仍留存在视觉之中?另一方面,主张视觉受到向它运送而来的影像的刺激、被限定并被准备用于观看,这已经不再是坚持看是通过影像产生的人们的立场了。因为显而易见,视觉受到影像的刺激后,如果不看影像,就必定会看别的什么东西。那么这些究竟是什么,又是如何产生的?对于那些主张某种东西从可见物中流出并因此看到被见之物的人,可以提出这些以及诸如此类的反驳。 但他自己仅仅提示了看以这种方式产生是不合情理的,并且由于他在前面已经证明,主张某种东西从视觉流出且我们由此看见也是不可能的,于是他提出了自己在《论灵魂》中确立的主张,说道:“因此,与其说是通过接触和流出,不如径直说是通过感觉的中介被可感觉之物所推动而产生感觉,这样更为恰当。”因为在他看来,视觉也是通过受可见物的作用而产生感觉的,正如其他各个感觉一样,而不是通过施加某种作用或发出某种东西;然而,受作用并非由于接收从可感觉之物中流出的某些东西,而是由于视觉与被见之物之间的透明体在现实态中成为这样时(而被照亮者就是这样的),被可见之物即颜色所推动(因为颜色能推动现实态中的透明体);而现实态中的透明体被颜色推动的方式,正如潜能上的〔透明体〕被天生能照亮之物的临场所推动而接收光并被照亮一样。因为现实态中的透明体在受到可见物的某种推动和规定时,便将它们的形式正如它所接收的那样传递给瞳孔(瞳孔自身也是透明的)。因此,通过这一[瞳孔]经由其间透明体接收被见之物的形式,并由于其间通道充满这种物体而将其一直传递到第一感觉器官,看由此产生才是合乎情理的,而不是由于来自可见物的流出。接着,他也指出了随之而来的荒谬之处,这是针对那些一方面主张白与黑之外的颜色的混合是因微小而不可见的诸颜色的并置而产生,另一方面又将看的原因归咎于流出的人们的。
- 1.21οὐκέτι τηρούντων ἐστὶ
主语是带有定冠词的不定式从句 τὸ δὲ λέγειν μυωπίζεσθαι τὴν ὄψιν...,谓语是连系动词 ἐστί 配合表特征/所属的谓语性属格 τηρούντων。整个句式表示“主张……已经不再是坚持[看是通过影像产生]的人们的特征(作为)”。
- 1.21τῷ κινεῖσθαι τὸ μεταξὺ τῆς αἰσθήσεως ὑπὸ τοῦ αἰσθητοῦ
带冠词的与格不定式短语 τῷ κινεῖσθαι... 作为表示手段或原因的与格,修饰其后的 γίνεσθαι τὴν αἴσθησιν。其中 τὸ μεταξὺ τῆς αἰσθήσεως 是被动不定式 κινεῖσθαι 的逻辑主语(宾格),指感觉器官之间的中介物。
- 1.21διὰ ταύτης δεχομένης ... διαδιδούσης
指示代词 ταύτης 指代前文刚提及的阴性名词 κόρη(瞳孔)。在介词 διά 的支配下,属格分词结构 ταύτης δεχομένης... διαδιδούσης 构成表示手段的介词短语(“通过这一[瞳孔]接收……并传递……”),修饰主句的宾格不定式从句 τὸ ὁρᾶν γίνεσθαι εὔλογον。
