← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论感觉》注解

§56.6-57.28

对视觉流出说的批判与反驳

亚历山大根据亚里士多德《论感觉》440a15的词条,对古代原子论者及恩培多克勒的视觉流出说展开反驳,列举了流出说在归结为触觉、物体消耗与补充、风的影响、闭眼以及距离知觉等方面的诸多困难与荒谬之处。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.21#1

" Τὸ μὲν οὖν ὥσπερ οἱ ἀρχαῖοι λέγειν ἀπόρροιαν εἶναι τὴν χροιάν." Ἐκθέμενος τὰς δόξας τὰς δύο, καθ’ ἃς αἱ τῶν πλειόνων χρωμάτων φαντασίαι κατὰ μῖξιν τῶν ἐναντίων, τοῦ τε λευκοῦ καὶ τοῦ μέλανος, γίνεσθαι † δοκεῖ ἐν ᾗ ἦν δόξα προκαταβεβλημένη1 περὶ τοῦ ὁρᾶν ὑπὸ τῶν ἀρχαίων, ὡς ἄρα τοῦ ὁρᾶν κατὰ τὴν ἀπὸ τῶν ὁρωμένων ἀπόρροιαν γινομένου· εἴδωλα γάρ τινα ὁμοιόμορφα ἀπὸ τῶν ὁρωμένων συνεχῶς ἀπορρέοντα καὶ ἐμπίπτοντα τῇ ὄψει τοῦ ὁρᾶν ᾐτιῶντο. τοιοῦτοι δὲ ἦσαν οἵ τε περὶ Λεύκιππον καὶ Δημόκριτον, οἳ καὶ ἐκ τῆς τῶν ἀοράτων διὰ μικρότητα παραθέσεως τὴν μεταξὺ χρωμάτων φαντασίαν ἐποίουν· ἀλλὰ καὶ Ἐμπεδοκλῆς οὕτω τὸ ὁρᾶν γίνεσθαι λέγει, ὡς πρὸ ὀλίγου ἐμνημόνευσεν. ὅτι δὲ μὴ ὑγιὴς ἡ δόξα μηδὲ οὕτως οἷόν τε τὸ ὁρᾶν γίνεσθαι, ἀλλ’ ὡς αὐτὸς ἔδειξεν, ὑπομιμνῄσκει ἡμᾶς καθόλου δεικνὺς ὅτι μὴ κατὰ τὰς ἀπορροίας τὰς ἀπὸ τῶν ὁρωμένων τὸ ὁρᾶν γίνεσθαι οἷόν τε. εἰ γὰρ οὕτω, δι’ ἁφῆς ἡ ἀντίληψις τῇ ὄψει ἔσται, εἴγε τὰ ἀπορρέοντα σώματα ὄντα τῷ ἐμπίπτειν αὐτὰ † ἢ ὁραθεισῶν * * * οὐκέτι προσέθηκεν τὸ ἑπόμενον ἄτοπον. εἴη δ’ ἄν, εἰ εἴη δι’ ἁφῆς, δεῖν αὐτὴν ψυχροῦ θερμοῦ, ὑγροῦ 〈ξηροῦ〉 καὶ τῶν ἁπτῶν ἐναντιώσεων ἀντιλαμβάνεσθαι· οὐδενὸς δὲ τούτων ἀντιληπτική.2 ἔτι εἰ συνεχὴς ἀπὸ τῶν ὁρωμένων ἀπόρροια, πῶς οὐκ ἀναλίσκεται ταχέως τοσαύτης σωματικῆς ἀποκρίσεως ἀπ’ αὐτῶν γινομένης; εἰ δὲ ἀντιπροσκρίνεται αὐτοῖς ἄλλα, πρῶτον μὲν διὰ τί τοῦτο οὐκ ἀεὶ γίνεται ἐπ’ αὐτῶν, ὥστε ἴσα [τε] αὐτὰ διαμένειν; τίς τε αἰτία τοῦ ὡρισμένως αὔξεσθαι καὶ πάλιν ὡρισμένως μειοῦσθαι; ἔπειτα πῶς ὁμοιοσχήμονα διαμένει; τὰ μὲν γὰρ ἀπορρέοντα ὁμοιόμορφα (διὰ τοῦτο γοῦν καὶ χρωμάτων ἡ ὄψις ἀντιλαμβάνεται)· τὰ δὲ προσκρινόμενα διὰ τί τοιαῦτά ἐστι; καὶ εἰ συνεχὴς ἡ ἀπόρροια ἀφ’ ἑκάστου καὶ κατὰ πάντα τὰ μόρια, πῶς οὐκ ἐμποδίσει τὰ ἀποκρινόμενα τοῖς φερομένοις, ἵνα 〈μὴ〉 προσκριθῇ, ἢ ἐκεῖνα τούτοις, ἵνα μὴ φέρηται;3 πῶς δὲ λεπτὰ ὄντα οὐ σκεδασθήσεται ἀνέμων ὄντων; ὁρῶμεν γάρ, κἂν ἄνεμος ᾖ μεταξύ. ἔτι πῶς διαστήματος ἀντίληψις γίνεται, εἰ τὰ ἐμπίπτοντα ὁ ὀφθαλμὸς ὁρᾷ; πῶς δὲ καὶ μύοντες οὐκ ὀψόμεθα, εἰ οὕτως ἐστὶ τὰ φερόμενα λεπτά; δυνήσεται γὰρ καὶ μυόντων διὰ τῶν πόρων εἴσω χωρεῖν. διὰ τί δὲ καὶ ἐπιτεθέντος τοῦ ὁρωμένου 〈τοῖς ὀφθαλμοῖς〉 οὐκ ὀψόμεθα; καὶ γὰρ τότε ἀπορρεύσεται τὰ εἴδωλα καὶ δέξεται αὐτὰ ὁ ὀφθαλμός. ἢ διὰ τί φωτὸς χρεία πρὸς τὸ ὁρᾶν, δεχομένου τὸ ὁρώμενον τοῦ ὀφθαλμοῦ, γίνεται; ἔτι ἤτοι τὰ ἀπορρέοντα παράκειται τῷ ὀφθαλμῷ ἢ τότε φέρεται, ὅταν εἰς αὐτὰ ἐπιστραφῇ. εἰ μὲν οὖν παράκειται, οὐδ’ ὅλως διαστήματος ἀντίληψις ἔσται· εἰ δὲ τότε φέρεται, πρῶτον μὲν ἐν πλείονι χρόνῳ τὰ πλεῖον ἀφεστῶτα ὀψόμεθα, ὅπερ οὐχ οὕτως γινόμενον ὁρῶμεν· εἶτα εἰ τῷ τοῦ ἀέρος τοῦ πρότερον ἀπορρέοντός τε καὶ ἐμπίπτοντος τοῦ εἰδώλου τῇ ὄψει ποσῷ, ὃς καὶ αὐτὸς ἐμπίπτει τῇ ὄψει, κατ’ αὐτοὺς τὸ διάστημα ὁραθήσεται, πρῶτον μὲν πῶς τοσοῦτον ἀέρα ἡ ὄψις δέξεται (καθ’ ἑκάστην γὰρ φορὰν εἰδώλου τοσοῦτον ἀέρα δέξεται, ὅσος ἐστὶν ὁ μεταξὺ αὐτοῦ τε καὶ τοῦ ὁρωμένου); εἶτα ἕξει τινὰ ἰσχὺν τὰ ἀπορρέοντα εἴδωλα, ὡς τοῦτον προωθεῖν δύνασθαι; εἶτα πῶς, ὅταν ἄνεμος ᾖ, τοῦτο ἔτι σωθήσεται; ὁ γὰρ ἄνεμος ὁρᾶται παρασύρων τὸν μεταξὺ ἀέρα. εἰ δὴ τὰ εἴδωλα λεπτότερα ὄντα διαδύεται τὴν τῶν ἀνέμων βίαν, πῶς οὐχὶ διὰ τοῦ ἀέρος διαδύσεται;

“因此,像古人那样说颜色是流出物……” 在阐明了认为多种颜色的表象是因相反者即白与黑的混合而产生的两种主张之后[,他……]。在那一主张中,包含着古人预先奠定的关于视觉的主张,即视觉仿佛是因来自被见之物的流出而产生的;因为他们把看的原因归咎于某些从被见之物中连续流出并撞击视觉的同形影像。留基波与德谟克利特一派就是这样的人,他们还从因微小而不可见之物的并置中产生出居间诸颜色的表象;但恩培多克勒也正如他不久前所提到的那样,主张看是以这种方式产生的。而他提醒我们,这一主张是不健全的,看也不可能以这种方式产生,而是正如他自己所展示的那样;他普遍地表明看不可能依照来自被见之物的流出而产生。因为如果是这样,视觉的把握将是通过触觉进行的,既然流出的东西是物体,通过它们的撞击[……],他便不再补充随之而来的荒谬。而如果它是通过触觉的,那荒谬之处就在于它必定要把握冷、热、湿、干以及可触的对立物;但它对这些无一具有把握能力。此外,如果来自被见之物的流出是连续的,在从它们之中发生如此大量的物体性分离时,为何它们不会迅速消耗殆尽?如果另外之物作为交换附着于它们,首先,为何这不在它们身上总是发生,以致它们保持相等?限制性地增长又限制性地缩减的原因又是什么?其次,它们如何保持同形?因为流出的东西具有相似的形状(至少正因此视觉也把握颜色);但被附着的东西为何也是如此?而且,如果流出是从每一事物且在所有部分上都连续的,那么分离出的东西怎能不妨碍被运送之物附着上去,或者后者怎能不妨碍前者运送出来?而且,它们既然如此精细,在有风时又怎能不被吹散?因为即使其间有风,我们也在看。此外,如果眼睛所看的是撞击上来的东西,对距离的把握又是如何产生的?而且,如果被运送之物如此精细,我们即使闭上眼睛又怎能不看见?因为即使闭上眼睛,它们也能够通过孔道进入内部。又为何当被见之物覆于[眼睛]之上时我们看不见?因为那时影像同样会流出,而眼睛也会接收它们。或者,既然眼睛接收被见之物,为何看还需要光线?此外,流出的东西要么就挨着眼睛,要么就在〔眼睛〕转而朝向它们时才被运送。如果它们就挨着,将根本不存在对距离的把握;但如果是那时才被运送,首先,我们将在更多的时间中看到更远之物,而这正是我们所见并未如此发生的;其次,如果依照他们的说法,距离将根据在影像之前流出并撞击视觉(它自身也撞击视觉)的空气量而被看见,那么首先,视觉怎能接收如此多的空气(因为在影像每次运送中,它将接收与它自身和被见之物之间一样多的空气)?其次,流出的影像会有某种力量以至于能够将这空气向前推移吗?其次,每当有风时,这又怎能依然得以保持?因为风显然会把其间的空气裹挟而去。如果影像更加微细,穿过了风的暴力,它们又怎能不穿过空气呢?

语法注3 条
  1. 1.21Ἐκθέμενος τὰς δόξας τὰς δύο, καθ’ ἃς αἱ τῶν πλειόνων χρωμάτων φαντασίαι κατὰ μῖξιν τῶν ἐναντίων, τοῦ τε λευκοῦ καὶ τοῦ μέλανος, γίνεσθαι † δοκεῖ ἐν ᾗ ἦν δόξα προκαταβεβλημένη

    句首分词短语 Ἐκθέμενος τὰς δόξας τὰς δύο 所对应的主句主要动词缺失或出现讹误(带有剑号 †),形成了破格文句(anacoluthon)。随后文意顺接至关系从句 ἐν ᾗ ἦν δόξα,引出古人关于流出说的前提假设。

  2. 1.21εἴη δ’ ἄν, εἰ εἴη δι’ ἁφῆς, δεῖν αὐτὴν ψυχροῦ θερμοῦ, ὑγροῦ 〈ξηροῦ〉 καὶ τῶν ἁπτῶν ἐναντιώσεων ἀντιλαμβάνεσθαι· οὐδενὸς δὲ τούτων ἀντιληπτική.

    未明示主语的潜势希求法 εἴη δ’ ἄν 承前文所提的“随之而来的荒谬”(τὸ ἑπόμενον ἄτοπον)作为隐含主语,意为“[该荒谬]会是……”。其后的不定式短语 δεῖν αὐτὴν... 构成说明该荒谬具体内容的表语从句。

  3. 1.21ἵνα 〈μὴ〉 προσκριθῇ, ἢ ἐκεῖνα τούτοις, ἵνα μὴ φέρηται

    动词 ἐμποδίσει(阻碍)后接表示目的或结果的 ἵνα 从句。句中形成了对称结构:τὰ ἀποκρινόμενα(分离出之物)阻碍 τοῖς φερομένοις(运送而来之物)的附着,反之 ἐκεῖνα(运来之物)亦阻碍 τούτοις(分离出之物)运送出来。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:56.6-57.28