- 底本
- Alexander, In Librum De Sensu Commentarium. Commentaria in Aristotelem Graeca III.1, ed. P. Wendland, Berlin: Reimer 1901, pp. 1-173. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:55.9-56.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《论感觉》440a7,通过画家底层涂色与罩染的技法以及透过烟雾看太阳的例证,解释了第二种关于居间诸颜色生成的学说,即通过白与黑的叠透显现而产生多样颜色。
" Εἷς μὲν οὖν τρόπος τῆς γενέσεως τῶν χρωμάτων οὗτος, εἷς δὲ τὸ φαίνεσθαι δι’ ἀλλήλων." Εἰπὼν τὴν δόξαν τὴν τῇ ποιᾷ παραθέσει τοῦ λευκοῦ τε καὶ μέλανος τὴν τῶν ἄλλων χρωμάτων φαντασίαν γίνεσθαι λέγουσαν, δευτέραν πάλιν ἐκτίθεται δόξαν, καθ’ ἣν δοκεῖ καὶ αὐτὴν δύνασθαι μὴ ὄντων ἄλλων χρωμάτων φαντασίαν γίνεσθαι,1 μόνων ὄντων ἐν ὑποστάσει τοῦ τε λευκοῦ καὶ τοῦ μέλανος. ἔστι δὲ αὕτη ἡ τῷ δύνασθαι δι’ ἀλλήλων τὸ λευκὸν καὶ τὸ μέλαν ὁρᾶσθαι τὴν τῶν μεταξὺ χρωμάτων φαντασίαν ἀνατιθεῖσα.2 πῶς δὲ διαφαίνεσθαι δι’ ἀλλήλων τὰ χρώματα δύναται καὶ φαντασίαν διάφορον ἀποτελεῖν δεικνὺς παρέθετο τοὺς γραφεῖς. οὗτοι γὰρ ὑπαλείφοντές τινα ἐναργεστέραν χρόαν, εἶτα ἐπαλείψαντες ἔξωθεν αὐτῇ τινα ἔλαττον ἔχουσαν τὸ ἐναργὲς ποιοῦσιν ἄλλην φαίνεσθαι καὶ οὐχ ὁποία ἦν· τοῦτο δὲ ποιοῦσιν, ὅταν ὡς ἐν ὕδατι ἢ ἐν ἀέρι βούλωνταί τι ποιῆσαι φαινόμενον. ἀλλὰ καὶ ὁ ἥλιος διὰ μὲν καθαροῦ τοῦ ἀέρος λευκὸς φαίνεται, ὅταν δὲ δι’ ἀχλύος ἢ καπνοῦ βλέπηται, φοινικοῦς ὁρᾶται. τὸ γὰρ ἐπιτιθέμενον χρῶμα ὅταν διαφέρον ᾖ τοῦ ὑποκειμένου, οὐδετέρου φαντασία ὁλόκληρος σῴζεται, ἀλλ’ ἄλλο τι παρ’ ἑκάτερον αὐτῶν τὸ φαινόμενόν ἐστιν. ἔστι δὲ καὶ τοῦτον τὸν τρόπον πλῆθος χρωμάτων κατὰ τὴν ἀναλογίαν τῶν τε διορωμένων καὶ τῶν δι’ ὧν διορᾶται,3 ὄντων γε λευκοῦ τε καὶ μέλανος. εἰ μὲν γὰρ εἴη ὑπερέχον τὸ ἐν βάθει ὂν λευκὸν τοῦ ἐπιπολῆς ὄντος μέλανος, ἄλλου χρώματος ἡ φαντασία, εἰ δὲ ἰσάζοι, ἄλλη, καὶ εἰ ἀνάπαλιν λαμβάνοιτο, ἄλλη καὶ διάφορος κατὰ τοὺς λόγους τῶν ὑπεροχῶν ἢ τοῦ ἐν βάθει ἢ τοῦ ἐπιπολῆς. ὅτι δὲ μὴ ἡ αὐτὴ δόξα αὕτη τῇ πρὸ ταύτης, δῆλον· ἐκεῖ μὲν γὰρ παράθεσις ἦν ἀοράτων κατ’ αὐτά, ἐνταῦθα δὲ ὁρατῶν σύνθεσις, τῶν μὲν ὑποτιθεμένων, τῶν δὲ ἐπιτιθεμένων.
“因此,颜色生成的一种方式是这一种,而另一种则是通过彼此显现。” 在阐述了认为其他颜色的表象是因白与黑的特定并置而产生的主张之后,他又提出了第二种主张。同样根据该主张,即使没有其他颜色存在,而唯有白与黑在实体存在中存在,似乎也能够有表象产生。而这正是把居间诸颜色的表象归因于白与黑能够通过彼此被看见的主张。在说明颜色如何能够通过彼此透视显现并产生不同的表象时,他援引了画家们作为例证。因为画家们底层涂抹某种更为鲜明的颜色,接着从外部在上面涂抹某种鲜明度较低的颜色,从而使它显现为另一种颜色,而不再是它原先的那样;每当他们想要让某物显现为如同在水中或在空气中那样时,他们就这么做。此外,太阳穿过清澈的空气显现为白色,但每当穿过薄雾或烟雾被观看时,就显现为深红色。因为每当覆加在上面的颜色与底层的颜色不同时,任何一方的表象都不能完整地保存下来,所显现的乃是不同于它们各自的某种他物。而且以此方式,依照被透视之物与透视借以进行之物的比例(只要它们确实是白与黑),也存在着诸颜色的多样性。因为如果处于深处的白色超出处于表层的黑色,便会是另一种颜色的表象;如果均等,又是另一种;而如果反过来取,依照处于深处者或处于表层者的超出比例,又会是另一种各不相同的〔表象〕。而显然,这一主张与前一主张并非同一个主张;因为在那边,是本身不可见之物的并置,而在这里,则是可见之物的结合,其中一些置于其下,另一些覆加其上。
- 1.20καθ’ ἣν δοκεῖ καὶ αὐτὴν δύνασθαι μὴ ὄντων ἄλλων χρωμάτων φαντασίαν γίνεσθαι
καθ’ ἣν 引导关系从句,先行词为 δόξαν。宾格 καὶ αὐτήν 与关系代词 ἣν 一致并同受介词 κατά 支配(“同样根据该主张”),无人称动词 δοκεῖ 支配不定式 δύνασθαι 及宾格不定式短语 φαντασίαν γίνεσθαι(“表象得以产生”)。独立属格 μὴ ὄντων ἄλλων χρωμάτων 起条件或让步作用。
- 1.20τῷ δύνασθαι δι’ ἀλλήλων τὸ λευκὸν καὶ τὸ μέλαν ὁρᾶσθαι τὴν τῶν μεταξὺ χρωμάτων φαντασίαν ἀνατιθεῖσα
定冠词带与格的不定式短语 τῷ δύνασθαι... 修饰分词 ἀνατιθεῖσα(“归因于”),表示归因的根据或手段。ὁρᾶσθαι 为被动态不定式,其宾格主语为 τὸ λευκὸν καὶ τὸ μέλαν,意为“白与黑能够通过彼此被看见”。
- 1.20τῶν τε διορωμένων καὶ τῶν δι’ ὧν διορᾶται
由介词短语 κατὰ τὴν ἀναλογίαν(“依照……的比例”)支配的并列结构。中性复数现在被动分词 τῶν διορωμένων(“处于深处而被透视之物”)与带有关系从句的定冠词短语 τῶν δι’ ὧν διορᾶται(“借以进行透视之物/表层之物”)形成对照。
