- 底本
- Alexander, In Librum De Sensu Commentarium. Commentaria in Aristotelem Graeca III.1, ed. P. Wendland, Berlin: Reimer 1901, pp. 1-173. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:53.9-55.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大以亚里士多德在439b18的划分为出发点,阐明了黑白之间居间颜色产生的第一种方式,即微小不可见粒子的特定比例并置说,并通过与音乐协和音的类比说明了怡人与不快颜色的区别。
" Περὶ δὲ τῶν ἄλλων χρωμάτων ἤδη διελομένοις1 ποσαχῶς ἐνδέχεται γίνεσθαι λεκτέον." Ἐν τοῖς στερεοῖς σώμασι τὴν μὲν μῖξιν καὶ παρουσίαν τοῦ φωτίζειν πεφυκότος ἐν τῷ διαφανεῖ τὸ λευκὸν χρῶμα ποιεῖν εἰπών, τὴν δὲ ἀπουσίαν τούτου τὸ μέλαν ἀναλόγως τῷ ἐν τῷ ἀορίστῳ διαφανεῖ γινομένῳ φωτί τε καὶ σκότῳ, ἐφεξῆς ζητεῖ περὶ τῶν μεταξὺ χρωμάτων τοῦ τε λευκοῦ καὶ τοῦ μέλανος, πῶς γίνεται. ἐπεὶ δὲ δοκεῖ μίξει γίνεσθαι τῶν ἐναντίων, ἐκτίθεται τοὺς τρόπους, καθ’ οὓς δύναται ἡ κατὰ τὰ χρώματα διαφορὰ γίνεσθαι ἐκ τῆς τοῦ λευκοῦ τε καὶ μέλανος μίξεως. ‘Ἐνδέχεται μὲν γάρ, φησί, καὶ παρ’ ἄλληλα τιθέμενα τό τε μέλαν καὶ τὸ λευκόν, ὡς ἑκάτερον μὲν αὐτῶν εἶναι διὰ μικρότητα ἀόρατον, τὸ δὲ ἐκ τῆς συνθέσεως αὐτῶν ὁρατὸν γίνεσθαι, ποιεῖν ἄλλου τινὸς ὄψιν χρώματος.’ ἔστι γάρ τινα ἃ κατ’ ἰδίαν μὲν ὄντα ἐκφεύγει τὴν ὄψιν, συντεθέντα δὲ ἀλλήλοις ὁρᾶται. ἀπὸ γοῦν διαστήματός τινος πυρὸν μὲν ἕνα κείμενον οὐκ ἄν τις ἴδοι· εἰ δὲ σωρὸς πυρῶν γένοιτο, ὁρῷτο ἂν ἀπὸ τοῦ αὐτοῦ διαστήματος. ὡς δὲ ἀπὸ τοῦ αὐτοῦ διαστήματος τούτων τὸ μὲν ὁρατόν, τὸ δὲ οὔ, οὕτως δύναταί τινα διὰ μικρότητα μηδ’ ὅλως κινεῖν τὴν ὄψιν καθ’ αὐτά. τὸ δὴ ἐκ τῆς τοιαύτης τῶν προειρημένων χρωμάτων παραθέσεως ὁρώμενον οὐδετέρῳ μὲν ταὐτὸν ἔσεσθαι2 τῶν παρακειμένων ἀλλήλοις, ἔσεσθαι μέντοι τὶ χρῶμα, εἴγε καὶ ὁρατόν· ἄλλο ἄρα τι εἶδος χροιᾶς. ἔσεσθαι δὲ κατὰ τὴν ἀναλογίαν τῶν παρατιθεμένων τε καὶ συντιθεμένων ἀλλήλοις λευκῶν τε καὶ μελάνων τῶν διὰ σμικρότητα ἀοράτων πλείω καὶ διαφέροντα ἀπογεννώμενα χρώματα· ἄλλο μὲν γὰρ ἴσων ἴσοις παρατιθεμένων, ἄλλο δὲ κατὰ τὴν ἑκατέρου τε ὑπεροχὴν καὶ τὴν τῆς ὑπεροχῆς ἀναλογίαν· οὐ γὰρ ὅμοιον διπλασίων τε τῶν λευκῶν ὄντων καὶ ἡμιολίων ἢ ἐν ἄλλῃ τινὶ ὑπεροχῇ. ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ τῆς τοῦ μέλανος ὑπεροχῆς. καὶ τὰ μὲν ἐν λόγῳ τινὶ καὶ σύμμετρα τῶν ὑπαρχόντων πρὸς ἄλληλα ἔσεσθαι, τὰ δὲ ἐν ὑπεροχῇ ἁπλῇ, καὶ ἔσεσθαι αὐτῶν ἡδέα μὲν καὶ προσηνῆ τὰ ἐν λόγῳ τῆς ὑπεροχῆς ὄντα σύμμετρα, οὐ τοιαῦτα δὲ τὰ ἀσύμμετρα ἀνάλογον τοῖς κατὰ τὰς συμφωνίας· καὶ γὰρ ἐν ἐκείνοις ἡ διαφορὰ κατὰ τοὺς ἐν τοῖς ἀριθμοῖς τῆς ὑπεροχῆς λόγους. ἡ μὲν γὰρ ἔχουσα ὡς δύο πρὸς ἓν διαπασῶν καλεῖταί τε καὶ ἔστιν, ἡ δὲ τῶν τριῶν πρὸς τέσσαρα διατεσσάρων· ὅταν δὲ μηδένα λόγον ἔχωσιν οἱ φθόγγοι πρὸς ἀλλήλους, ἀνάρμοστον καὶ ἀσύμφωνον τὸ ἀκουόμενόν ἐστιν, ἀκουόμενον μέντοι. οὕτως δὲ καὶ ἐπὶ τῆς τῶν λευκῶν τε καὶ μελάνων παραθέσεως τῶν διὰ μικρότητα ἀοράτων ἕξειν τὰ ἀπογεννώμενα χρώματα, οἷον τριῶν δυσὶν ἢ τεσσάρων δυσὶν ἢ τριῶν τέτρασι παρατιθεμένων τε καὶ μιγνυμένων, καὶ τῶν μὲν ἐν ἀναλογίᾳ, τῶν δὲ ἔξω ταύτης, καὶ ἡδέα μὲν τὰ ἐν ἀναλογίᾳ τῶν συντιθεμένων, ὡς τὸ ἁλουργὸν καὶ τὸ φοινικοῦν καὶ τὰ τοιαῦτα, τὰ δὲ ὅσα πληκτικὰ καὶ ἀηδῆ οὐκ ἐν ἀναλογίᾳ. καὶ ὀλίγα φησὶν ἔσεσθαι τὰ ἡδέα διὰ τὴν αὐτὴν αἰτίαν, δι’ ἣν καὶ τὰ συμφώνως ἡρμοσμένα τοιαῦτα, ἢ καὶ πάσας μὲν τὰς χρόας ἐν ἀριθμοῖς τισι τῶν παρατιθεμένων ἀλλήλοις γίνεσθαι, ἀλλὰ τὰς μὲν τεταγμένας παραθέσεις αὐτῶν εἶναι, ἐξ ὧν τὰ ἡδέα χρώματα, τὰς δὲ ἀτάκτους, γίνεσθαι δὲ τὰς ἀτάκτους οὐκ ἐν τῇ τῆς ὑπεροχῆς ἀσυμμετρίᾳ, ἀλλ’ ἐν τῇ τῆς παραθέσεως ἀταξίᾳ. ἔστι γὰρ τὰ δέκα τοῖς πέντε ποικίλως παρατιθέναι, καθ’ ἃς διαφορὰς παραθέσεων διαφορὰν ἔσεσθαι καὶ τῶν χρωμάτων. Μὴ καθαρὰς δ’ ἂν λέγοι παραθέσεις τὰς μὴ ὁμοίων. καθαρὰ μὲν γάρ, εἰ παρὰ δύο φέρε εἰπεῖν ἓν εἴη κείμενον ἐν πάσῃ τῇ μίξει, οὐ καθαρὰ δέ, ὅταν τὰ μὲν παρὰ δύο, τὰ δὲ παρὰ τρία, τὰ δὲ παρὰ ἕν. εἷς μὲν οὖν τρόπος οὗτος τοῦ πλήθους τῶν χρωμάτων, δύο μὲν ὄντων κατὰ τὸ ὑποκείμενον τῶν χρωμάτων, πολλῶν δὲ γινομένων τῷ λόγῳ καὶ τῇ μίξει τε καὶ παραθέσει τῇ ποιᾷ τούτων, ἐν φαντασίᾳ τὸ πλῆθος τῶν χρωμάτων ἐχόντων, οὐκ ἐν ὑποστάσει.3 οὕτως τινὲς καὶ τὰς κράσεις γίνεσθαι λέγουσιν.
“关于其余的颜色,我们现在既已区分了它们可能以多少种方式产生,就必须谈论。” 在坚实物体中,在说明了透明者中依本性能照亮之物的混合与临在产生白色,而此物的缺席产生黑色,这类似于在未限定的透明者中产生的光与黑暗之后,他接着探讨白色与黑色之间的居间诸颜色,它们是如何产生的。既然颜色似乎是由相反者的混合产生的,他就阐述了根据白与黑的混合、诸颜色的差异能够借以产生的各种方式。“因为他说,黑与白彼此并置,以致它们各自由于微小而不可见,但由它们的结合而成之物却成为可见的,从而产生某种其他颜色的外观,这是可能的。”因为确实有一些事物,单独特存时会避开视线,但彼此结合时便能被看见。至少从某个距离看,人不可能看见放置着的一粒小麦;但如果成了一堆小麦,从相同的距离就能被看见。正如从相同距离看,这些东西中一个可见而另一个不可见,同样地,有些事物完全有可能由于微小而依其自身根本不能打动视觉。因此,从上述诸颜色的这种并置中所看到的东西,与彼此并置的任何一方都不相同,然而只要它确实是可见的,就必定是某种颜色,也就是说,是某种别的颜色的形式。而且他说,依照由于微小而不可见、彼此并置且结合的白与黑的比例,所生成的颜色将更多且各不相同;因为当等量与等量并置时是一种颜色,而依照各方的超出以及超出的比例又是另一种颜色;因为当白色者为两倍、一倍半或处于其他某种超出时,情况并不是相同的。关于黑色的超出也是同样的道理。在彼此相关的存在者中,有些将处于某种比例之中且是可通约的,而另一些则处于单纯的超出之中;并且在它们之中,凡在超出的比例上是可通约的,就将是悦人而怡人的,而不可通约的则不是如此,这类似于协和音中的情形;因为在那些[协和音]中,差异也是依照数字中超出的比例而定的。因为具有二对一比例的音程被称为八度音,且确实是八度音;而三对四的则是四度音;但每当诸音调彼此之间毫无比例时,听到的声音就是不和谐与不协和的,然而终究是被听到的。他说,在因微小而不可见的白与黑的并置中,所生成的颜色也将处于这种状况,例如三个与两个、或四个与两个、或三个与四个并置且混合,有些处于比例之中,有些处于比例之外;凡在结合之物中处于比例之中的,就是悦人的颜色,如紫色、深红色及此类颜色,而凡是刺目且不悦人的,则不处于比例之中。他说,悦人的颜色将是少数,这是由于使协调和谐之物成为如此的同一个原因;或者说,所有的颜色都是在彼此并置的事物的某些数目中产生的,但在它们的并置中,有些是有序的(悦人的颜色便由此产生),有些则是无序的,而无序的并置并不是产生于超出的不可通约性,而是产生于并置本身的紊乱。因为把十个与五个以多样的方式并置是可能的,依照并置的这些差异,颜色的差异也将产生。他会把并非相似之物的并置称为“不纯的并置”。因为举例来说,如果在整个混合中始终是一个放置在两个旁边,并置就是纯粹的;但当有些是放置在两个旁边、有些在三个旁边、有些在一个旁边时,就是不纯的。因此,这就是颜色多样性的一种方式,即颜色就底层主体而言虽然只有两种,但由于比例以及它们的特定混合与并置而变成许多种,它们是在表象中而非在实体存在中拥有颜色的多样性。有些人说,融和(混合)也是以这种方式产生的。
- 1.19διελομένοις
与非人称动词性形容词 λεκτέον 连用的与格,在句法上充当论述主体(“我们既已区分……”)的逻辑主语。
- 1.19τὸ δὴ ἐκ τῆς τοιαύτης τῶν προειρημένων χρωμάτων παραθέσεως ὁρώμενον οὐδετέρῳ μὲν ταὐτὸν ἔσεσθαι
间接引语结构,未来时不定词 ἔσεσθαι 承接前文的 φησί 继续使用,无需单独的主句动词,以宾格主语 τὸ... ὁρώμενον 概括并置说的推论。
- 1.19ἐν φαντασίᾳ τὸ πλῆθος τῶν χρωμάτων ἐχόντων, οὐκ ἐν ὑποστάσει
属格复数现在分词 ἐχόντων 修饰 τούτων(被并置的颜色/元素),明确指出按照并置说,颜色的多样性仅存在于表象(ἐν φαντασίᾳ)中,而非存在于客观实在(ἐν ὑποστάσει)中。
