- 底本
- Alexander, In Librum De Sensu Commentarium. Commentaria in Aristotelem Graeca III.1, ed. P. Wendland, Berlin: Reimer 1901, pp. 1-173. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:51.17-53.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大论证了颜色不是物体本身的界限而是“透明者的界限”,随后说明白色、黑色以及居间颜色的差异源于产生光的似火本性的临在、不在场及其混合的比例。
ὅτι δὲ τοῖς μὲν μᾶλλον τοῖς δὲ ἧττον ὑπάρχει ἡ φύσις αὕτη οὖσα ἐν πᾶσι, προειρήκαμεν. Εἰπὼν δὲ τοῦτο καὶ λαβὼν ὅτι ἐν τῷ διαφανεῖ, νῦν προστίθησιν ὅτι ἐν τῷ πέρατι τούτου, ἀλλ’ οὐκ ἐν τῷ τοῦ σώματος, ὡς ἐδόκει τοῖς Πυθαγορείοις. ὅτι μὲν γὰρ ἐν πέρατι ἡ χρόα ὡς ἐναργὲς λαμβάνει· ὁρατὰ γὰρ τὰ σώματα κατὰ τὸ πέρας. καθ’ ὃ γὰρ ἕκαστον τῶν ὁρατῶν ὁρατόν ἐστι, τοῦτο τὸ χρῶμά ἐστιν αὐτοῦ· κατὰ δὲ τὸ πέρας τὰ ὡρισμένα διαφανῆ ἐστι· τὸ πέρας ἄρα τοῦ ὡρισμένου διαφανοῦς, καθὸ διαφανές, χρῶμά ἐστι. τὰ γὰρ ἐν βάθει τῶν σωμάτων λέγοιτ’ ἂν δυνάμει χρῶμα ἔχειν, ὥσπερ καὶ ὁρατὰ εἶναι· ὡς γὰρ τὸ ὁρατὰ εἶναι ἔχει, οὕτως ἔχει καὶ τὸ κεχρῶσθαι. πᾶν γὰρ χρῶμα ὁρατὸν τῇ αὑτοῦ φύσει, εἰ καὶ μὴ τὸ εἶναι αὐτῷ ἐν τούτῳ.1 τὸ δὲ φῶς οὐκ ἂν εἴη χρῶμά τι ἁπλῶς οὐδὲ ὑπὸ τὸν τοῦ χρώματος λόγον, ὅτι μὴ παθητικῶς αὐτὸ ἔχει τε καὶ δέχεται τὰ διαφανῆ. προστίθησι δέ, βεβαιῶν τὸ πέρας εἶναι τὸ χρῶμα, ὅτι καὶ αὐτῶν τῶν διαφανῶν εἴ τι οἰκεῖόν ἐστί τινος χρῶμα, καὶ τοῦτο κατὰ τὸ πέρας ὁρατόν ἐστι· τὸ γὰρ φῶς οὐ χρῶμα ἦν αὐτῶν· οὐ γὰρ ἴδιον. Εἰπὼν δὲ ταῦτα ἑξῆς προστίθησι καὶ τὴν αἰτίαν τῆς τῶν χρωμάτων τῶν ἐν τοῖς σώμασι διαφορᾶς λέγων· ἔστι μὲν οὖν εἶναι ἐν τῷ διαφανεῖ τοῦθ’ ὅπερ καὶ ἐν τῷ ἀέρι ποιεῖ φῶς.2 ἔστι δὲ τὸ λεγόμενον τὸ φῶς τὸ ἐν τοῖς ἀορίστοις γινόμενον διαφανέσι χρῶμά πως ὄν· καὶ γὰρ αὐτὸ παρουσίᾳ φωτὸς ἤ τινος φύσεως φωτίζειν τε καὶ χρωννύναι δυναμένης γίνεται, ἧς ἀπελθούσης σκότος ἐν τῷ διαφανεῖ γίνεται, στέρησις φωτὸς ὄν. ὡς οὖν ἐπὶ τῶν ἀορίστων διαφανῶν ἔχει τὸ ἐν ἐκείνοις χρῶμα παρουσίᾳ γινόμενον τοῦ φωτίζειν δυναμένου, οὕτως φησὶν ἔχειν καὶ ἐπὶ τῶν ὡρισμένων τὸ χρῶμα τὸ οἰκεῖον αὐτῶν ἑκάστου. ἐν οἷς μὲν γὰρ αὐτῶν οὖσι διαφανέσι ἐστὶ καὶ τὸ ὑφ’ οὗ χρώννυσθαι πέφυκε τὸ διαφανὲς (τοιαύτη δὲ ἦν ἡ λαμπρὰ καὶ πυρώδης φύσις), ταῦτα ὁρατά τε μᾶλλον καὶ μᾶλλον χρώννυται ἔχοντα τὸ χρῶμα ὡρισμένον τε καὶ μένον, ὅτι καὶ τὸ παρεκτικὸν καὶ αἴτιον τοῦ χρώματος ἐν αὑτοῖς ἔχει, καὶ ταῦτ’ ἐστὶ τὰ λευκὸν ἔχοντα τὸ χρῶμα· καὶ γὰρ ἡ χιών, διότι πλεῖστον ἀέρος ἔχει, ἔτι δὲ καὶ [ἐξ] ὕδατος, διαφανῶν ἀμφοτέρων, μάλιστα † δὲ διαφανὴς καὶ λευκὴ διὰ τὴν κίνησίν τε καὶ τρῖψιν τοῦ ἀέρος 〈ὃς〉 κινούμενος τοῦ λευκοῦ καὶ ἀφρώδους χρώματος αἴτιος· ἡ γὰρ κίνησις αὐτὸν συνάγουσα διὰ τὴν περιέχουσαν τοῦ νέφους ψυχρότητα παχύτερον ποιεῖ θερμαίνουσα καὶ συνίστησι, καὶ οὕτως κρατηθεὶς ὑπὸ τοῦ ἐκτὸς ψυχροῦ πήγνυται. ἐν οἷς δὲ μὴ ἔστιν ἢ ἧττόν ἐστιν ἡ τοιαύτη φύσις, ταῦτα μέλανά τε καὶ ἐν στερήσει χρώματος ἀνάλογον τῷ σκότῳ 〈τῷ〉 ἐν τοῖς διαφανέσιν ὄντι, ὁπόταν μὴ παρῇ τὸ φωτίζειν τε καὶ χρωννύναι αὐτὰ δυνάμενον. καὶ τὰ μεταξὺ δὲ χρώματα δῆλον ὅτι κατὰ τὴν αὐτὴν ἀναλογίαν τῆς ποιᾶς τοῦ ἐν τούτοις παρουσίας τε καὶ μίξεως γένοιτο ἄν, ὃ ἐφεξῆς ζητήσει. ἔοικε δὲ οὐ τῇ τοῦ διαφανοῦς ἐπιτάσει τε καὶ ἀνέσει τὴν τῶν χρωμάτων ἀνατιθέναι διαφοράν, ἀλλὰ τῇ τοῦ φωτίζειν καὶ χρωννύναι πεφυκότος αὐτὸ παρουσίᾳ τε καὶ ἀπουσίᾳ. ἢ ἐξ ἀμφοῖν ἂν γίνοιτο· καὶ γὰρ τῇ διαφανείᾳ καὶ τῇ παρουσίᾳ τοῦ χρωννύναι πεφυκότος τὸ μᾶλλον ἢ ἧττον εἶναι εἴη ἄν καὶ τὸ διαφανέσι μᾶλλον 〈ἢ ἧττον〉 τοῖς στερεοῖς ἐν τῇ ποιᾷ μίξει τῶν προειρημένων.
然而,这种本性虽然存在于一切事物之中,但在某些事物中更多,在另一些事物中更少,这一点我们先前已经说过。在说明了这一点并假定[颜色]是在透明者之中以后,他现在补充说,颜色是在此[透明者]的界限之中,而不是像毕达哥拉斯学派所认为的那样在物体的界限之中。因为颜色是在界限之中,他是作为一件显明的事实来接受的;因为物体是依照界限而被看见的。因为可见之物各自借以成为可见的根据,这就是它的颜色;而限定的透明者是依照界限[成为可见的];因此限定的透明者就其作为透明者而言的界限就是颜色。因为物体深处的事物可以被说成是潜在地拥有颜色,正如它们是潜在地可见一样;因为处于可见是何种情形,处于被着色也就是何种情形。因为一切颜色凭自身的本性都是可见的,即使颜色的存在并不在于可见这一点本身。另一方面,光无论如何不能算作严格意义上的某种颜色,也不能归入颜色的定义之下,因为透明者既不以受动的方式拥有它,也不以这种方式接受它。他补充说,以确证颜色就是界限:即使在透明者自身中有什么属于某物的固有颜色,这也就是依照界限而被看见的;因为光并不是它们的颜色,因为它不是固有的。 在说了这些之后,他接着补充了物体中诸颜色产生差异的原因,说:“因此,在空气中产生光的同一种东西,也有可能存在于[物体的]透明者之中。”而所说的话的意思是,在未限定的透明者之中产生的光在某种方式上就是颜色;因为光本身也是由于光的临在、或者某种能够照亮并着色的本性的临在而产生的,当这本性离去时,黑暗便在透明者之中产生,而黑暗是光的缺失。因此,正如在未限定的透明者情形中,由于能够照亮之物的临在而在它们之中产生的颜色处于这种状况,他说,在限定的事物的情形中,它们各自固有的颜色也是处于这种状况。因为在它们那些身为透明者且又拥有那透明者依其本性被着色之根据(而这正是明亮且似火的本性)的事物中,这些事物既更可见,也更多地被着色,拥有确定且持存的颜色,这是因为它们在自身之中就拥有提供颜色并作为颜色原因的东西,而这些就是拥有白色的事物;因为雪也是如此,由于它含有极多的空气,此外还含有水,两者都是透明的,却由于空气的运动与摩擦而格外透明且呈白色,这被运动的[空气]正是白色与泡沫状颜色的原因;因为运动由于云的包围着的寒冷而将它聚拢,通过加温使之变稠并凝聚,如此被外部的寒冷克服便凝结了。而在没有或较少具有这种本性的事物中,这些则是黑色的,处于颜色的缺失之中,类似于当能够照亮并给它们着色的东西不在场时透明者之中的黑暗。显而易见,居间的诸颜色也将依照其中存在之物的某种临在与混合的同一种比例而产生,这正是他接下来要探讨的。他似乎并不是将诸颜色的差异归因于透明性的增强与减弱,而是归因于依其本性能够照亮并给它着色的东西的临在与不在场。或者,这也是由两者共同产生的;因为由于透明性以及依本性能够着色之物的临在,都可以有更多或更少,并且在上述诸物的某种混合中,坚实事物也会更多或[更少]是透明的。
- 1.18εἰ καὶ μὴ τὸ εἶναι αὐτῷ ἐν τούτῳ
让步分句中,主语是带有物主与格 αὐτῷ(指颜色自身)的名词化不定词短语 τὸ εἶναι(存在、本质),谓语是介词短语 ἐν τούτῳ(承接前文的 τὸ ὁρατὸν εἶναι),系词 ἐστί 被省略,意为“即使颜色的本质[存在]并不在于可见这一点本身”。
- 1.18ἔστι μὲν οὖν εἶναι ἐν τῷ διαφανεῖ τοῦθ’ ὅπερ καὶ ἐν τῷ ἀέρι ποιεῖ φῶς
引自亚里士多德原文(439b14–16)。句首的 ἔστι 作为非人称动词支配不定词 εἶναι,表示可能性(“……是可能的/可能存在”)。不定词 εἶναι 的主语是指示代词 τοῦτο,并由关系分句 ὅπερ καὶ ἐν τῷ ἀέρι ποιεῖ φῶς 修饰。
