- 底本
- Alexander, In Librum De Sensu Commentarium. Commentaria in Aristotelem Graeca III.1, ed. P. Wendland, Berlin: Reimer 1901, pp. 1-173. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:49.24-51.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大就亚里士多德《论感觉》439a33的文句进行注解,阐明坚实物体中接受颜色的基底与空气、水等未限定透明者具有相同的透明本性,并分析了随观察条件改变显现的介质颜色与坚实物体固有颜色之间的区别。
" Ἀλλὰ τὴν αὐτὴν δεῖ φύσιν νομίζειν." Προθέμενος δεῖξαι ὅτι τὸ χρῶμα οὐ τὸ τοῦ σώματος πέρας ἐστίν, ἀλλ’ ἐν τῷ τοῦ σώματος πέρατι, πέρας ὂν οὐχ ὡς σώματος, ἀλλὰ τοῦ διαφανοῦς, καθὸ διαφανές, πρῶτον δείκνυσιν ὅτι τὸ ἐν τοῖς στερεοῖς σώμασι διαφανές ἐστι τὸ χρώματος δεκτικόν. τὴν γὰρ αὐτήν, φησί, δεῖ νομίζειν φύσιν καὶ ἐν τοῖς στερεοῖς εἶναί τε καὶ συνθέτοις σώμασι τὴν τοῦ χρώματος δεκτικήν, ἥτις καὶ ἔξω τῶν στερεῶν σωμάτων ὁρᾶται χρωματιζομένη· τοιαύτη δὲ ἀήρ τε καὶ ὕδωρ. δείκνυσι δὲ διὰ τούτων ὅτι τὸ διαφανὲς χρώματος δεκτικόν. ἔξω δὲ εἶπε ταῦτα χρωματίζεσθαι, ὅτι ὑπό τινος ἔξωθεν φωτίζεταί τε καὶ χρώννυται οἰκεῖον οὐκ ἔχοντα 〈χρῶμα〉 (τὰ γὰρ ἐξ αὑτῶν καὶ οἰκεῖον ἔχοντα χρῶμα ἐντὸς κεχρῶσθαι λέγει, διότι οἰκεῖον ἔχει καὶ ἐν αὑτοῖς τὸ χρῶμα καὶ τὸ αἴτιον τοῦ χρώματος)· ἡ γὰρ αὐγὴ καὶ τὸ φῶς τὸ ἐν τοῖς ἀορίστοις διαφανέσι γινόμενον, οἷά ἐστιν ἀὴρ καὶ ὕδωρ, ἀλλὰ καὶ κίνησις ἡ ὑπὸ τῶν χρωμάτων τούτων † ἐστί χρωματίζεται· ἐν γὰρ τούτοις αὐγή τις γίνεται, καὶ ἐν τῷ ἀέρι καὶ ἐν τῷ ὕδατι, ὑπό τινων ἀνθῶν, ὡς χρώννυσθαι δοκεῖν αὐτά. ἢ αὐγὴν τὸ φῶς εἶπε τὸ γινόμενον ἐν αὐτοῖς, χρῶμα ὄν πως αὐτῶν. καὶ ἐν τοῖς στερεοῖς ἄρα ἡ φύσις ἡ αὐτή ἐστιν ἡ τὰ χρώματα δεχομένη. Ἑξῆς δὲ προστίθησι, κατὰ τί αὐτοῖς ἡ διαφορά, τούτοις τε τοῖς ἀορίστοις διαφανέσιν, ἃ εἶπεν ἔξω * * * ὄντα χρωματίζεσθαι, καὶ τοῖς ὡρισμένοις. ἐπὶ μὲν γὰρ ἐκείνων διὰ τὸ ἀόριστα αὐτὰ εἶναι καὶ μὴ παθητικῶς ἀναδέχεσθαι τὰ χρώματα οὐ τὸ αὐτὸ φαίνεται χρῶμα οὐδὲ ἡ αὐτὴ αὐγὴ ἐγγύς τε προσιόντων καὶ ἀφισταμένων πορρωτέρω1 (κατὰ γὰρ ποιὰν σχέσιν καὶ θέσιν τῶν δι’ αὐτῶν ὁρωμένων πρὸς τὰ ὁρῶντα καὶ ποσὴν ἀπόστασιν διάφορον τὸ ἐν αὐτοῖς χρῶμα φαίνεται καὶ μεταβάλλον τῷ μὴ αὐτὰ ἀναδέχεσθαι τὸ χρῶμα τὸ ὁρώμενον·2 κινούμενα δέ πως ὑπ’ αὐτῶν αἴτια τοῖς ὁρῶσι τοῦ ὁρᾶσθαι ταῦτα γίνεται), ἐν δὲ τοῖς σώμασι (πάλιν δὲ σώματα τὰ στερεὰ λέγει) τὸ αὐτὸ μένει τὸ ὁρώμενον, ἐγγύς τε καὶ πορρωτέρω ἀποχωρούντων, ἄν γε ᾖ τὸ διάστημα σύμμετρον· οὐ γὰρ τὸ ἐν τούτοις χρῶμα ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει, ἀλλ’ ἔστιν ἐν αὐτοῖς τοῦτο δι’ οὗ αὐτὰ ὁρᾶται, ἀλλ’ οὐ διὰ τούτων.3 ἀλλ’ ἐπειδὴ πολλάκις καὶ ἐν τοῖς οἰκεῖον ἔχουσί τι χρῶμα καὶ στερεοῖς τὸ περιέχον ἢ πυκνότερον ὂν ἢ λεπτότερον, μᾶλλον πεφωτισμένον ἢ ἧττον, κατὰ ποιάν τοῦ φωτὸς σχέσιν πρὸς τὰ χρώματα καὶ τὴν μῖξιν τὴν πρὸς ταῦτα ἄλλοτε ἀλλοῖα ποιεῖ φαίνεσθαι τὰ ὁρώμενα, ὡς ἐπὶ τοῦ τῆς περιστερᾶς τραχήλου, διὰ τοῦτο ἀσφαλῶς προσέθηκεν τὸ ἐὰν μὴ τὸ περιέχον ποιῇ μεταβάλλειν, ὥρισται καὶ ἡ φαντασία τῆς χρόας. ἢ τὸ ἐὰν μὴ τὸ περιέχον ποιῇ μεταβάλλειν εἶπεν ἐπὶ τῶν σωμάτων, λέγων τὰ στερεά· πολλάκις γὰρ καὶ τούτων τὸ χρῶμα ἀλλοῖον ὑπὸ τοῦ περιέχοντος γίνεται ἢ θερμοτέρου ἢ ψυχροτέρου ἢ ὅλως τοιούτου ὄντος, ὡς ὑπ’ αὐτοῦ πάσχειν τὸ κεχρωσμένον καὶ μεταβάλλειν. Προσθεὶς δὲ τὴν διαφορὰν τῶν τε ἐν τοῖς ἀορίστοις διαφανέσι χρωμάτων καὶ τῶν ἐν τοῖς ὡρισμένοις, τὴν αἰτίαν ἀποδιδοὺς (χρήσιμον γὰρ ἦν αὐτῷ πρὸς τὸ μὴ ἡγεῖσθαί τινας διὰ τοῦτο τὰ μὲν ἀόριστα διαφανῆ εἶναι, τὰ δὲ ὡρισμένα μηκέτι) δῆλον, φησίν, ὅτι ἡ αὐτὴ φύσις καὶ τὸ αὐτὸ καὶ ἐν τοῖς στερεοῖς καὶ ἐν τοῖς ἐκτός τε 〈χρωματιζομένοις〉 καὶ ἀορίστοις χρώματός ἐστι δεκτικόν, καὶ ἔστι τοῦτο διαφανές. καθ’ ὅσον ἄρα ὑπάρχει καὶ ἐν τοῖς σώμασιν ἡ διαφάνεια, κατὰ τοσοῦτον αὐτοῖς καὶ χρώματος μέτεστιν.
“但必须认为这是同一种本性。” 在打算表明颜色不是物体的界限,而是在物体的界限之中,且不是作为物体的界限,而是透明者就其作为透明者而言的界限之后,他首先指明坚实物体之中的透明者正是颜色的接受者。因为他说,必须认为坚实且复合的物体之中接受颜色的本性,与在坚实物体之外被看见着色的本性是同一种;而这正是空气和水。他通过这些指明了透明者是颜色的接受者。他说这些是在“外”被着色的,是因为它们没有固有的[颜色],而是由某种外部事物照亮并赋予颜色(因为对于凭自身拥有固有颜色的事物,他说它们是在“内”被着色的,因为它们在自身之中拥有固有的颜色和颜色的原因);因为在未限定的透明者如空气和水之中产生的光辉与光,以及由这些颜色引起的运动被着色;因为在这些之中,即在空气中和水中,由某些艳色产生某种光辉,以致它们看似被着色了。或者,他把在它们之中产生的光称为光辉,这在某种方式上是它们的颜色。因此在坚实事物之中,接受诸颜色的本性也是同一种。接着他补充了它们之间的差异何在,即在这些未限定的透明者——他曾说它们是在外着色的——与那些限定的透明者之间的差异。因为在前者的情形中,由于它们是未限定的且并不以受动的方式领受诸颜色,因此对于走近者和退远者而言,既显现不出相同的颜色,也显现不出相同的光辉(因为依据透过它们而被看见的事物相对于看见者的某种关联和位置以及某种距离,它们之中的颜色显现为各不相同且发生变化的,这是由于它们自身并不领受被看见的颜色;而是以某种方式被它们推动,对看见者而言成为这些事物被看见的原因);但在物体之中(他又将坚实者称为物体),无论走近还是退远,只要距离适度,被看见之物就保持不变;因为在这些之中的颜色并不是在生成中拥有其实存,而它们自身借以被看见之物是在它们之中,而不是〔他物〕透过它们[被看见]。但是,由于常常即使在拥有某种固有颜色的坚实事物中,周围的环境由于较稠密或较稀薄,被照亮较多或较少,依凭光相对于颜色的某种关联及其与颜色的混合,会使被看见之物时而显得各不相同,正如在鸽子颈部的情形中那样,因此他谨慎地补充道:“除非周围的环境使其发生改变,否则颜色的表象也是确定的。” 或者他说“除非周围的环境使其发生改变”是针对物体而言,指的是坚实物体;因为常常它们[物体]的颜色也由于周围环境较热或较冷、或一般而言处于某种状态,以致着色之物受其影响并发生改变,而变得不同。在补充了未限定透明者之中的颜色与限定透明者之中的颜色之间的差异并给出原因之后(因为这对他是有用的,以免有人因此认为未限定者是透明的,而限定者不再是透明的),他说,显而易见,无论在坚实事物中还是在[外部着色的]未限定事物中,接受颜色的都是同一种本性和同一者,而这就是透明者。因此,在透明性也属于物体的限度内,物体就在同样限度内分有颜色。
- 1.18ἐγγύς τε προσιόντων καὶ ἀφισταμένων πορρωτέρω
属格独立结构,其隐含的逻辑主语是一般的观察者(看见者)。它在逻辑上呼应后文的与格 τοῖς ὁρῶσι 及短语 τῶν διʼ αὐτῶν ὁρωμένων πρὸς τὰ ὁρῶντα,表示对走近者或退远者而言表象发生变化的情境条件。
- 1.18τῷ μὴ αὐτὰ ἀναδέχεσθαι τὸ χρῶμα τὸ ὁρώμενον
带冠词不定式的与格结构(τῷ + 不定式),表示原因。αὐτά 作不定式 ἀναδέχεσθαι 的逻辑主语(宾格),指代未限定的透明物体(空气和水),而 τὸ χρῶμα τὸ ὁρώμενον 是不定式的直接宾语。
- 1.18διʼ οὗ αὐτὰ ὁρᾶται, ἀλλʼ οὐ διὰ τούτων
借助介词 διά 引领的短语构成的对比结构。前半句中的 διʼ οὗ 是中性单数关系代词属格,指物体内在的颜色(或界限),表示自身借以被看见的手段/原因;后半句的 διὰ τούτων 是复数,指紧邻前文的坚实物体(并非透过它们看到其他事物)。
