- 底本
- Alexander, In Librum De Sensu Commentarium. Commentaria in Aristotelem Graeca III.1, ed. P. Wendland, Berlin: Reimer 1901, pp. 1-173. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:47.21-49.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节注解亚里士多德《论感觉及其对象》439a25–439a26。亚历山大分析了作为物体界限的表面与作为透明者界限的颜色之间的关系,阐明二者在数目上为一但在定义上有别,并解释了亚里士多德对毕达哥拉斯派将表面等同于颜色的观点的批判与修正。
" Ὥσπερ οὖν ἐπὶ τῶν σωμάτων ἀνάγκη τι εἶναι ἔσχατον." Λαβὼν ὅτι τὸ χρῶμα ἐν τῷ διαφανεῖ1 (καὶ γὰρ τὸ φῶς ἐν τούτῳ καὶ τοῦτο ὂν κατὰ συμβεβηκὸς χρῶμα — τοῦτο γὰρ τῆς τῶν χρωμάτων φύσεως δεκτικόν — καὶ τούτῳ συμβεβηκὸς ὡς ὑποκειμένῳ τῷ χρώματι τούτου ἐστὶ τὸ χρῶμα, λέγω δὴ τοῦ διαφανοῦς) * * * ὡς γὰρ τοῦ σώματος, καθὸ σῶμά ἐστιν, ἀναγκαίως ἐστὶν ἔσχατόν τι καὶ πέρας (οὐδὲν γὰρ ἄπειρον σῶμά ἐστι, παντὸς δὲ σώματος ἔσχατον ἡ ἐπιφάνεια), οὕτως καὶ τῆς ἐν τοῖς σώμασι διαφανείας καὶ τῶν σωμάτων, καθὸ ἐστι διαφανῆ, ἀναγκαῖον εἶναί τι πέρας, ταὐτὸν μὲν ἐν τῷ ἀριθμῷ τῷ τοῦ σώματος πέρατι, ὅτι καὶ τὰ ὧν πέρατα ταῦτα ἓν κατ’ ἀριθμόν, οὐ ταὐτὸν δὲ τῷ λόγῳ, ὅτι μηδὲ ταὐτὸν ἦν τό τε σώματι εἶναι καὶ τὸ διαφανεῖ· σώματα μὲν γὰρ ἀλλήλων οὐκ ἔστι μᾶλλον καὶ ἧττον, διαφανῆ δὲ τὰ μὲν μᾶλλον, τὰ δὲ ἧττόν ἐστι. τοῦ μὲν οὖν σώματος, ὡς σώματος, πέρας ἡ ἐπιφάνεια, τοῦ δὲ διαφανοῦς, ὡς διαφανοῦς, τὸ χρῶμα· διὸ καὶ ταὐτόν πως καὶ οὐ ταὐτὸν ἐπιφάνειά τε καὶ χρῶμα. τὸ δὲ πέρας τοῦ διαφανοῦς χρῶμα· κατὰ δὲ τὸ πέρας ὁρᾶται τὰ κεχρωσμένα, ὥστε πέρας τὸ χρῶμα. καθὸ μὲν γὰρ ὁρᾶται, κατὰ τοῦτο καὶ χρῶμα ἔχει· κατὰ δὲ τὸ πέρας ὁρᾶται· κατὰ τοῦτο ἄρα ἔχει τὸ χρῶμα, καὶ τοῦτό ἐστιν αὐτῶν, ὡς διαφανῶν, πέρας. οὐκέτι γὰρ τὰ οὕτω διαφανῆ καὶ διὰ βάθους ἐστὶ τοιαῦτα· τῶν γὰρ ἀορίστων διαφανῶν ἡ διαφάνεια διὰ βάθους.
“因此,正如在物体的情形中必然有某种极限一样。” 假定了颜色存在于透明者之中(因为光也在此[透明者]之中,而这是偶性的颜色——因为这正是诸颜色本性的接受者——并且由于〔颜色〕偶附于作为颜色的基底的此者,颜色是属于此者的,我指的正是属于透明者)[……]。因为正如对于物体而言,就其作为物体而言,必然有某种极限与界限(因为没有物体是无限的,而一切物体的极限是表面),同样对于物体中的透明性以及物体而言,就其是透明的而言,也必然有某种界限,在数目上与物体的界限同一,因为以这些为界限的事物在数目上也是一,但在定义上不同一,因为作为物体存在与作为透明者存在并不是同一的;因为物体之间不存在程度的高低,而透明者则有的是较高程度的,有的是较低程度的。因此,对于物体作为物体而言,界限是表面,而对于透明者作为透明者而言,[界限]是颜色;所以表面与颜色在某种方式上既是同一的,又不是同一的。而透明者的界限是颜色;有颜色的事物是在其界限处被看见的,所以界限是颜色。因为就其被看见而言,在此方面它们也具有颜色;而它们是在其界限处被看见的;因此它们在此方面具有颜色,而这就是它们作为透明者的界限。因为如此透明的事物不再是在深度上具有这种特性的;因为只有未限定的透明者,其透明性才贯穿其深度。
"Ἡ μὲν οὖν τοῦ φωτὸς φύσις ἀορίστῳ διαφανεῖ ἐστι." Ἀόριστον μὲν γὰρ διαφανὲς τὸ ὑγρὸν καὶ μὴ ἔχον οἰκεῖον ὅρον, ᾧ ἀντιδιαιρεῖται τὸ στερεὸν σῶμα, σῶμα ἁπλῶς λέγων αὐτό, ὡς ἐμφαινομένης τῆς στερεότητος ἐν τῷ σώματι, ἐπεὶ οὐδέν γε ἔλαττον καὶ τὸ ἀόριστον σῶμα σῶμα. τὴν διαφορὰν δὲ φωτός τε καὶ χρώματος καὶ τῶν ἐν οἷς ταῦτα διαφανῶν δείκνυσι διὰ τούτων. τὸ μὲν γὰρ φῶς ἐν τῷ ἀορίστῳ διαφανεῖ καὶ οἰκεῖον οὐκ ἔχοντι τέλος. ὡς γὰρ οὐκ ἔχει τὰ τοιαῦτα σώματα, καθὸ σώματα, οἰκεῖόν τι πέρας, ἀλλ’ ἀεὶ ὑπὸ ἄλλου ὁρίζεται καὶ περατοῦται, οὕτως οὐδὲ χρῶμα2 οἰκεῖον ἔχει τῷ τὸ μὲν χρῶμα πέρας καὶ τοῦτο εἶναι τοῦ σώματος,3 καθὸ διαφανές τε καὶ χρώματος δεκτικὸν καὶ ὁρατόν, ταῦτα δὲ μὴ ἔχειν οἰκεῖον πέρας. ἐπεὶ δέ ἐστι καὶ ἐν τοῖς στερεοῖς ἡ διαφάνεια καὶ οἰκεῖον ἔχει πέρας ταῦτα καὶ ὡρισμένον, τοῦ ἐν τοῖς στερεοῖς σώμασι διαφανοῦς ἀνάγκη μὲν εἶναι ἔσχατόν τι καὶ τοῦτο ὡρισμένον, ὥσπερ καὶ καθὸ σώματα ἦν· συνοδεύει γὰρ καὶ ἐν τῷ ὑποκειμένῳ τό τε ὡς σώματος καὶ τὸ ὡς διαφανοῦς πέρας. Τοῦτο δ’ ὅτι τὸ χρῶμά ἐστι προσβιβάζει ἀπὸ τῶν συμβεβηκότων. τὸ γὰρ χρῶμα ἢ ἐν τῷ πέρατι τοῦ σώματός ἐστι ἢ πέρας τοῦ σώματός ἐστι. καὶ ὅτι τοῦτο οὕτως ἔχει, παρατίθεται τὴν τῶν Πυθαγορείων δόξαν, ὅτι τὴν ἐπιφάνειαν, ὅ ἐστι πέρας τοῦ σώματος, χρόαν ἔλεγον. παραθέμενος δὲ τὴν ἐκείνων δόξαν, ἐπανορθῶν αὐτὴν λέγει εἶναι μὲν ἐν τῷ πέρατι τοῦ σώματος, ὅπερ ἐστὶν ἡ ἐπιφάνεια, τὸ χρῶμα, οὐ μὴν εἶναι τὸ τοῦ σώματος πέρας. καὶ * * * ὡς σώματός ἐστι πέρας τὸ χρῶμα· τὸ μὲν γὰρ χρῶμα ποιότης, ἡ δὲ ἐπιφάνεια ποσόν, εἴγε μέγεθος ἐπὶ δύο διεστώς· καὶ πᾶν μὲν σῶμα ἐπιφάνειαν ἔχει, οὐ πᾶν δὲ κέχρωσται. καὶ οὔτε, εἰ μία 〈κατ’ ἀριθμὸν ἐπιφάνεια〉, ἐξ ἀνάγκης ἓν κατ’ ἀριθμὸν χρῶμα (δύναται γὰρ ἐν τῇ μιᾷ κατ’ ἀριθμὸν ἐπιφανείᾳ καὶ τὰ ἐναντία εἶναι χρώματα), οὔτε, εἰ ἓν κατ’ ἀριθμὸν χρῶμα, ἀνάγκη καὶ ἐπιφάνειαν κατ’ ἀριθμὸν εἶναι μίαν. ὅτι δὲ μὴ τοῦ σώματος, καθὸ σῶμα, πέρας τὸ χρῶμα, ἀλλὰ τοῦ διαφανοῦς, καὶ αὐτὸς διὰ τῶν ἑξῆς δείκνυσι, καὶ ὅτι τὸ διαφανές ἐστι τὸ ἐν τοῖς σώμασι χρωμάτων δεκτικόν.
“因此,光之本性是在未限定的透明者之中。” 因为未限定的透明者是指湿润且不具有固有边界之物,与此相对立而划分出的是坚实物体,他将其径直称为物体,这是因为坚实性显现在物体之中,尽管未限定的物体丝毫不差地同样是物体。他通过这些指明了光与颜色、以及它们所存在于其中的诸透明者之间的区别。因为光存在于未限定且没有固有终点[边界]的透明者之中。因为正如这类物体就其作为物体而言不具有任何固有的界限,而是始终被他者所限定和界定,同样它们也不具有固有的颜色,这是由于颜色是界限,且属于物体就其作为透明、可接受颜色并可见而言的界限,而这些物体不具有固有的界限。但由于透明性也存在于坚实事物之中,且这些事物具有固有的且被限定的界限,因此对于坚实物体中的透明者而言,必然有某种极限,且这是被限定的,正如它们就作为物体而言所具有的情形一样;因为作为物体的界限与作为透明者的界限,在基底中也是相伴随的。而他从偶性出发使人确信这就是颜色。因为颜色要么在物体的界限之中,要么就是物体的界限。为了表明情况确实如此,他引述了毕达哥拉斯派的意见,即他们把作为物体界限的表面称为“颜色”。在引述了他们的意见后,他在纠正该意见时说,颜色虽存在于物体的界限即表面之中,却绝不是物体的界限。并且[……]颜色[并非]作为物体的界限;因为颜色是性质,而表面是数量,如果表面确实是在两个维度上延展的量度的话;而且一切物体都具有表面,但并非一切物体都被赋予颜色。而且,即使[表面在数目上是一],颜色也未必在数目上是一(因为在数目为一的表面之中可能存在相反的诸颜色),并且即使颜色在数目上是一,表面也未必在数目上是一。而颜色不是物体就其作为物体而言的界限,而是透明者的界限,且透明者正是物体中接受诸颜色者,他本人也通过接下来的论述证明了这一点。
- 1.16Λαβὼν ὅτι τὸ χρῶμα ἐν τῷ διαφανεῖ
支配分词 Λαβὼν 的主句动词在紧随长插入成分(καὶ γὰρ τὸ φῶς... τοῦ διαφανοῦς)之后的文本脱落处( *)遗失,造成句法中断(破格文)。鉴于后文紧接着以 ὡς γὰρ τοῦ σώματος... 引出理由,脱落处很可能包含类似“他推进论证如下”之类的主句动词。
- 1.17καὶ * * * ὡς σώματός ἐστι πέρας τὸ χρῶμα
此处文本存在脱落( *)。由于前文已阐述“颜色存在于物体的界限之中,却非物体的界限自身”,而后文紧接着以“颜色是性质而表面是数量”进行论证,故脱落处必定包含一个表达“颜色[并非]作为物体的界限”的否定性命题(含否定词与谓语动词)。
- 1.17τῷ τὸ μὲν χρῶμα πέρας καὶ τοῦτο εἶναι τοῦ σώματος
带冠词与格 τῷ 统辖不定式 εἶναι 与 μὴ ἔχειν,构成表示原因(“由于……缘故”)的副词性短语。在这一因果结构中,两个宾格加不定式结构(τὸ μὲν χρῶμα πέρας ... εἶναι 与 ταῦτα δὲ μὴ ἔχειν)形成了对偶并置。
