← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论感觉》注解

§45.26-47.20

诸元素的透明性程度与固有颜色的保持

亚历山大以天体和火为基准讨论了透明性在四大元素(风、水、土)中被分有的程度,解释了流动的未限定透明物何以不能被动受作用地保持光或颜色,而含土较多的坚实物体何以能根据其内部透明成分的混合比例保持固有颜色。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.15#3

μάλιστα μὲν γὰρ ὁρατὸν καὶ διαφανὲς τῶν σωμάτων, ὃ αὐτό τέ ἐστιν ὁρατὸν καὶ διαφανὲς καὶ τοῖς ἄλλοις τοῦ ὁρᾶσθαι αἴτιον γίνεται· τοιοῦτον δὲ σῶμα τὸ φωτίζειν πεφυκός, ὥσπερ τό τε θεῖον καὶ τὸ πῦρ. κατὰ λόγον δὲ κατὰ τὴν πρὸς τοῦτο γειτνίασιν καὶ οἰκειότητα καὶ τῶν ἄλλων ἕκαστον κεκοινώνηκε τῆς διαφανείας, ἀὴρ μὲν μᾶλλον (διὸ καὶ τάχιστα οὗτος φωτὸς ἀναπίμπλαται), δευτέρως δὲ τὸ ὕδωρ, τελευταία δὲ ἡ γῆ· διὸ καὶ ἐλάχιστα αὕτη διαφανής· καὶ γὰρ ὅσα ἐκ γῆς εἶναι δοκοῦντά ἐστι διαφανῆ, ὕδατος μᾶλλον ἢ γῆς ὄντα αὐτὰ εὕροι τις ἄν· καὶ τῇ ταύτης δὲ μίξει τὰ ἔλαττον διαφανῆ τῶν σωμάτων οὕτως διαφανῆ. καὶ γὰρ δὴ ὁ μὲν ἀὴρ οἰκεῖός πως τῷ πυρί· διὸ καὶ ταχέως ἐμπίπλαται φωτός. τὸ δὲ ὕδωρ καὶ τροφὴ δοκεῖ τῷ πυρὶ εἶναι· καὶ γὰρ ἐν τοῖς καιομένοις ὅλοις ἡ ὑγρότης ἐστὶν 〈ἡ〉 ἐν αὐτοῖς καιομένη, καὶ ἐφ’ ὅσον ταύτην ἔχει, καίεται· τοιοῦτον γὰρ καὶ ὁ καπνός. ἡ δὲ γῆ πορρωτάτω ἀφέστηκεν αὐτοῦ (διὸ καὶ ἥκιστα αὕτη διαφανής)· διὸ καὶ εἰκότως τὴν τῆς στερήσεώς πως τοῦ φωτὸς χώραν ἔχει, οὔτε αὐτὴ δεχομένη τὸ φῶς ἐν αὑτῇ, ὅτῳ τ’ ἂν ἄλλῳ μιχθῇ, ἀντιφράττουσα αὐτῷ καὶ κωλύουσα φωτίζεσθαι δι’ ὅλου, ὡς ὁρῶμεν ἐπὶ τοῦ ἀέρος ἐν ᾧ καπνός ἐστι· πολὺ γὰρ τὸ γεῶδες ἐν τῷ καπνῷ. οὐδὲ ἡ φλὸξ δίοπτος, διότι καὶ αὐτὴ γεῶδές τι ἔχει μεμιγμένον, εἴγ’ ἐστὶ καπνὸς καιόμενος καὶ ἡ φλόξ. διὸ οὐ κονιορτοῦ ὄντος ἐν τῷ ἀέρι διαφανὴς ἔτι ὁ ἀὴρ μένει.1 κέρας δὲ καὶ τὸ χελώνιον διαφανῆ ἐργασθέντα πως γίνεται, ὅτι τὸ πλεῖστον ὕδατος ἐν αὐτοῖς· δηλοῖ δὲ τῷ μαλακτὰ εἶναι. τὰ μὲν οὖν μάλιστα διαφανῆ τῶν σωμάτων τὸ μάλιστα ὁρατὸν τῶν χρωμάτων δέχεται, τοῦτο δέ ἐστὶ τὸ φῶς, καὶ δι’ ὅλων αὐτῶν, τῷ μὴ ἔχειν τὸ ἀντιφράττον καὶ τῷ ἀόριστα εἶναι· δι’ ὃ καὶ τῶν ἄλλων χρωμάτων ὁρατὸν ἕκαστον· τῷ δὲ εἶναι ὑγρά τε καὶ ἀόριστα καὶ μὴ δύνασθαι στέγειν τοῦτο ὃ δέχεται οὐ παθητικῶς χρώννυται. διὸ οὐκ ἀεὶ τὸ χρῶμα τοῦτο ἔχει, ἀλλ’ ἀπελθόντος τοῦ πεφυκότος φωτίζειν αὐτὰ ἐν στερήσει τούτου γίνεται· ὡς εἴγε στέγειν ἐδύνατο τὸ χρῶμα, ἦν 〈ἂν〉 ἀεὶ φῶς ἐν αὐτοῖς. ἀλλὰ καὶ τὰ ἄλλα χρώματα ὁμοίως δέχεται· κινεῖται γὰρ ὑπὸ τούτων δι’ οἰκειότητα. ὅσα δὲ στερεὰ τῶν σωμάτων καὶ γῆς ἔχοντα πλεῖον, οὔτε δίοπτα ταῦτα, διότι μηδὲ ὁμοίως διαφανῆ, οὔτε τὸ φῶς ἔτι δέχεται· οὐ γὰρ τῶν τοιούτων σωμάτων οἰκεῖον χρῶμα τὸ φῶς. ἔχει μέντοι οἰκεῖόν τι χρῶμα· στερεὰ γὰρ ὄντα καὶ στέγειν δυνάμενα τοῦτο ὃ τὴν ἀρχὴν ἐδέξατο καὶ ἔσχεν ἐκ τῆς τῶν διαφανῶν ἐν αὐτῷ ποιᾶς μίξεως, ὁρᾶται μὲν διὰ τοῦ φωτός,2 ὃ κυριώτατά τε καὶ μάλιστα ὁρατόν, οὐ μὴν αὐτὸ τὸ φῶς ὡς χρῶμα δεχόμενα· καθόσον δὲ μετέχει τῆς διαφανείας, κατὰ τοσοῦτον καὶ οὕτως κέχρωσται. ὅσα μὲν γὰρ μᾶλλον αὐτῶν ἐστι διαφανῆ φωτοειδὲς ἔχει τὸ χρῶμα, ἔχοντα μεμιγμένον ἐν αὑτοῖς τὸ τοιούτου χρώματος αἴτιον, τὰ δ’ ἐγγὺς τούτοις λευκόν· τὰ γὰρ μᾶλλον ὁρατὸν ἔχοντα τὸ χρῶμα μᾶλλόν ἐστι καὶ διαφανῆ. τὰ δὲ μέλανα στερήσει διαφανείας τοιαῦτα, ὡς τὸ σκότος ἀπουσίᾳ τοῦ φωτίζειν πεφυκότος. καὶ τοιαύτη μὲν ἡ τοῦ χρώματος φύσις καὶ ἡ τῆς ἐν τοῖς σώμασι διαφανείας.

因为在诸物体中最可见且最透明的,是那自身既可见又透明、并且成为其他事物被看见的原因之物;而这样的物体就是本性上能够照亮之物,例如神圣的物体[天体]与火。合乎理智的是,依据与此者的邻近性与亲缘性,其他各个事物也分有了透明性:空气较多(因此它也最迅速地充满光),其次是水,最后是土;因此土也是最不透明的。因为凡看似由土构成而又是透明的事物,人们会发现它们其实更多由水而非由土构成;而且通过这种[土]的混杂,诸物体中较不透明者才如此[较不]透明。因为空气确实在某种程度上与火有亲缘性;因此它迅速充满光。而水似乎也是火的养料;因为在整个燃烧着的物体中,是它们之中的湿气在燃烧,并且只要具有它,它就燃烧;因为烟也是这样一种事物。然而土离它[火]最远(因此它也最不透明);所以它也理所当然地在某种程度上占据了光的匮乏的位置,自身既不在其内接受光,无论与何种其他事物混杂,也都会阻塞它并阻碍其通体被照亮,正如我们在有烟的空气中所见到的那样;因为烟中有大量的土性成分。火焰也不是可透视的,因为自身也混杂有某种土性的成分,如果火焰确实也是燃烧着的烟的话。因此当尘土在空气中时,空气就不再保持透明。角质和龟甲在经过某种加工后会变透明,这是因为它们之中含有绝大部分的水;这通过它们能够软化而显明出来。因此,诸物体中最透明者接受诸颜色中最可见者,而这就是光,并且通体[接受],这是由于没有阻碍之物并且由于它们是未限定的;正是通过这[光],其他各颜色也是可见的。但由于它们是湿润且未限定的,不能保持所接受之物,它们并非被动受作用地被染色。因此它们并不总是具有这种颜色,而是在本性上能照亮它们之物离去时,就处于对它的匮乏之中;因为假若它们能够保持这种颜色,光就会一直在它们之中。然而它们也同样接受其他诸颜色;因为出于亲缘性,它们被这些颜色所推动。另一方面,诸物体中凡属坚实且含有较多土者,这些既不是可透视的(因为它们并不同样是透明的),也不再接受光;因为光不是此类物体的固有颜色。然而它们确实具有某种固有的颜色;因为作为坚实之物并且能够保持起初因其内部透明成分的某种混合所接受并持有之物,它们虽通过最本原且最可见的光被看见,却并非把光本身作为颜色来接受;并且在它们分有透明性的限度内,就按该限度并以该方式被染色。因为它们之中凡较多透明者,就具有似光的颜色,因在自身中混杂了产生此类颜色的原因,而接近这些者则具有白色;因为具有更可见的颜色者,也是更透明的。而黑色的事物因透明性的匮乏而成为此类,正如黑暗是由于本性上能够照亮之物的缺席一样。颜色以及物体中透明性的本性就是如此。

语法注2 条
  1. 1.15διὸ οὐ κονιορτοῦ ὄντος ἐν τῷ ἀέρι διαφανὴς ἔτι ὁ ἀὴρ μένει

    否定词 οὐ 位于属格独立结构(κονιορτοῦ ὄντος ἐν τῷ ἀέρι)之前,但在句法上否定的是主动词 μένει(或谓语 διαφανὴς μένει)。这属于否定词前置的倒装(hyperbaton),整个句子的含义是“当尘土在空气中时,空气就不再保持透明”。

  2. 1.15στερεὰ γὰρ ὄντα καὶ στέγειν δυνάμενα τοῦτο ὃ τὴν ἀρχὴν ἐδέξατο καὶ ἔσχεν ἐκ τῆς τῶν διαφανῶν ἐν αὐτῷ ποιᾶς μίξεως, ὁρᾶται μὲν διὰ τοῦ φωτός

    主句承接前文的中性复数短语 ὅσα δὲ στερεὰ τῶν σωμάτων 作为主语,动词采用中性复数主语常用的单数形式(ὁρᾶται)。分词 στερεὰ ὄντα、στέγειν δυνάμενα 以及后文的 οὐ μὴν ... δεχόμενα 均为修饰主语的伴随分词。关系代词 ὃ 规定了 στέγειν 的宾语 τοῦτο,动词 ἐδέξατο 和 ἔσχεν 采用单数形式以指称每个单独的物体。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:45.26-47.20