← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论感觉》注解

§44.12-45.26

作为物体极限的表面与颜色的受纳基底

亚历山大论述了作为物体极限的表面与作为透明性极限的颜色之间的关系,阐明了在所有物体中以不同程度固有的透明性是接受诸颜色的底层,并探讨了为何严格意义上唯有透视的流体才被称为透明物。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.15#2

τοῦτο δὲ τὸ τῆς διαφανείας πέρας οὐχ ὡς κεχωρισμένον τῆς ἐπιφανείας οὕτως ἐστὶ τοῦ σώματος πέρας, ἀλλ’ ὡς ἐν ταύτῃ καὶ σὺν ταύτῃ ὄν· ὡς γὰρ ἔχει πρὸς ἄλληλα τό τε διαφανὲς καὶ τὸ σῶμα, οὕτως ἔχει καὶ τὰ πέρατα αὐτῶν πρὸς ἄλληλα. ἐπ’ ἐκείνων δὲ οὐκ ἄλλο μέν ἐστι τὸ σῶμα, ἄλλο δέ τι κεχωρισμένον αὐτοῦ τὸ διαφανές· ἀλλ’ ἔστι τὸ σῶμα αὐτὸ διαφανές, κατὰ τὴν τοιαύτην δὲ δύναμιν χρωμάτων δεκτικόν. ἔστι δὲ καὶ τὸ πέρας αὐτοῦ ἐπιφάνεια τοιαύτη κεχρωσμένη, ὡς εἶναι, καθὸ μὲν σῶμα, τὴν ἐπιφάνειαν αὐτοῦ πέρας, καθὸ δὲ τοιόνδε καὶ διαφανές, τὸ χρῶμα.1 [ἔστι ποιότης ἐν τῇ ἐπιφανείᾳ, καθὸ μὲν σῶμα, ἐπιφάνειαν, καθὸ δὲ τοιόνδε, λευκήν]. ἔστι γὰρ φύσις ἐν τοῖς σώμασι δεκτικὴ χρωμάτων, ἥτις ἐστὶν ἡ διαφάνεια. ὡς γὰρ θερμότητος ἢ ψυχρότητος ἢ ὑγρότητος ἢ ξηρότητος ἢ μανότητος ἢ πυκνότητος οἷόν τε τὰ μὲν μᾶλλον μετέχειν τῶν σωμάτων, τὰ δὲ ἧττον, οὐκ οὐσῶν χωριστῶν δυνάμεων, οὕτως καὶ τῆς διαφανείας. ὡς γὰρ πᾶσι τοῖς ἐν ἄλλῳ πεφυκόσι γίνεσθαί τε καὶ εἶναι ἔστι τι ὑποκείμενον ἐπιτηδειότητα ἔχον πρὸς τὸ κατ’ αὐτὸ εἰδοποιεῖσθαι καὶ ὕλη ἐστὶν αὐτῶν (καὶ γὰρ βαρεῖ καὶ κούφῳ καὶ μεγάλῳ καὶ μικρῷ καὶ θερμῷ καὶ ψυχρῷ καὶ τοῖς ἄλλοις τοῖς ἀνάλογον τούτοις ἔχουσιν ὕλη τις ὑπόκειται), οὕτω δὲ καὶ τοῖς χρώμασι2 καὶ τῇ κατὰ ταῦτα ἐναντιώσει (καὶ γὰρ ταῦτα τῶν ἐν ἄλλοις γίνεσθαι πεφυκότων), καὶ ἔστιν αὕτη ἡ ἐν τοῖς σώμασι διαφάνεια. καὶ τὰ σώματα, καθό ἐστι διαφανῆ, καὶ τὸ χρῶμα ἔχει τε καὶ δέχεται· πᾶν γὰρ σῶμα κατὰ τὴν τοιαύτην δύναμιν χρώματός ἐστι δεκτικόν. ἔστι δὲ οὐκ ἐν πᾶσιν ἴση ἡ φύσις αὕτη τοῖς σώμασιν, ἀλλ’ ἐν οἷς μὲν μᾶλλον, ἐν οἷς δὲ ἧττον· καὶ τὰ μέν ἐστιν αὐτῶν ἀόριστα, τὰ δὲ διωρισμένα. κατὰ δὲ τὰς διαφορὰς ταύτας καὶ ἡ τῶν χρωμάτων ἐν αὐτοῖς διαφορά. πάντα μὲν οὖν τὰ σώματα τῆς φύσεως ταύτης τῆς διαφανείας κεκοινώνηκεν, ἀλλὰ τὰ μὲν μᾶλλον, τὰ δὲ ἧττον. ἰδίως δὲ διαφανῆ, ὡς εἴθισται λέγεσθαι, τῶν σωμάτων μόνα τὰ δίοπτα, ἀπὸ τοῦ * * * φαινόμενον μὲν κυρίως λέγεσθαι τὸ τῇ ὄψει ἀντιληπτὸν παρὰ τὸ φάος (φάος δὲ τὸ φῶς), ὧν δὴ τοῦτο χρῶμα, ταῦτα ἰδίως διαφανῆ. τὰ γὰρ δεχόμενα τὸ φάος ἤτοι φῶς, δι’ οὗ πάντα τὰ ὁρώμενα ὁρᾶται, ταῦτα λέγεται συνήθως διαφανῆ κατὰ ἄμφω, ὅτι τε τὸ φῶς δέχεται, ὅ ἐστι φάος, καὶ διότι τοῖς ἄλλοις πᾶσιν αἴτια ταῦτα τοῦ φαίνεσθαί τε καὶ ὁρᾶσθαι· τὰ γὰρ χρώματα διὰ τούτου ὁρᾶται καὶ τούτου κινητικά. δέχεται δὲ τὸ φῶς τὰ ἀόριστα διαφανῆ τῷ μὴ ἔχειν οἰκεῖον χρῶμα· τὰ γὰρ ἀόριστα, ὥσπερ τὸ πέρας ἴσχει παρ’ ἄλλου οὐκ ἔχοντα οἰκεῖόν τε καὶ ὡρισμένον, οὕτω δὴ καὶ τὰ χρώματα. δι’ οὗ δὴ ταῦτα φαίνεται, τοῦτο δὲ ἰδίως καλοῦμεν διαφανές. οὐ πάντα γάρ, ὡς εἴρηται, τὰ ἔχοντα τὴν διαφάνειαν ὁμοίως ἐστὶ διαφανῆ· ἀλλὰ τὰ μὲν μᾶλλον αὐτῆς, τὰ δὲ ἧττον μετέχει. καὶ ἔστι τὰ μὲν ἀόριστα τῶν σωμάτων διὰ τὸ 〈μηδεμίαν〉 μοῖραν στερεοῦ τε καὶ γῆς ἔχειν ἐν αὑτοῖς [ἅ] καὶ μᾶλλον διαφανῆ καὶ ἐν τῷ βάθει, τὰ δὲ ἕτερα ἧττον, διότι γῆς ταῦτα ἐν αὑτοῖς μετέχει, ἥτις ἐλάχιστα διαφανής ἐστι· τὸ γὰρ μᾶλλόν τε καὶ ἧττον μίξει τοῦ ἐναντίου.

然而,透明性的这一极限作为物体的极限,并非是与表面相分离的,而是存在于这一[表面]之中并与这一[表面]并存的;因为透明物与物体如何相互关联,它们的极限也如何相互关联。在它们的情形中,物体并非一物,而透明物并非从它分离出来的另一物;相反,物体本身就是透明的,并且依据这样一种潜能能够接受诸颜色。它的极限也是这样一种被染色的表面,从而在它是物体的限度上,表面是它的极限,但在它是此类事物且是透明物的限度上,颜色则是[极限]。[它是表面中的性质,在它是物体的限度上是表面,在它是此类事物的限度上是白色的表面]。因为在诸物体中存在着一种能够接受诸颜色的本性,这就是透明性。因为正如诸物体中有可能有些较多地、有些较少地分有热或冷、湿或干、稀薄或稠密——这些并非分离的潜能——对于透明性而言也是如此。因为正如对于所有本性上在另一物中生成并存在的事物而言,都存在某种具有适宜性以依其获得形式的底层,并且作为它们的质料(因为确实对于重与轻、大与小、热与冷以及其他与此相应的事物,都潜存着某种质料),对于诸颜色以及依据它们的相反性而言也是如此(因为这些也属于本性上在其他事物中生成的事物),而这正是诸物体中的透明性。而诸物体只要是透明的,就既具有又接受颜色;因为每个物体都依据这样一种潜能能够接受颜色。但这种本性在所有物体中并不均等,而是在某些物体中较多,在另一些物体中较少;并且它们之中有些是未限定的,有些则是已限定的。依据这些差异,它们之中诸颜色的差异也随之产生。因此,所有物体都分有了透明性这一本性,但有些分有较多,有些分有较少。然而,如通常所说的那样,在诸物体中严格意义上只有那些透视物是透明的,这是由于……[视力]所能把握之物因phaos(phaos即phos,光)而在本义上被称作可见之物;而光确实作为颜色属于它们,这些物体在严格意义上就是透明的。因为那些接受phaos即光——通过它一切可见物得以被看见——的事物,通常因两方面的原因被称为透明物:既因为它们接受光(即phaos),也因为它们是所有其他事物显现并被看见的原因;因为诸颜色通过它被看见并且能够推动它。而未限定的透明物因不具有固有的颜色而接受光;因为未限定之物正如因没有固有的和已限定的极限而从他物获得极限一样,对于诸颜色也确实如此。由此,这些事物借以显现的那一事物,这正是我们在严格意义上所称的透明物。因为正如已经说过的,并非所有具有透明性的事物都同样是透明的;相反,有些较多地分有它,有些则较少地分有它。在诸物体中,未限定的物体由于自身之中[毫无]坚实之物和土的分量,既更加透明且在深处也是透明的;而其他物体则较少透明,因为它们自身分有了土,而土是透明程度最低的;因为或多或少是由于相反者的混杂。

语法注2 条
  1. 1.15ὡς εἶναι, καθὸ μὲν σῶμα, τὴν ἐπιφάνειαν αὐτοῦ πέρας, καθὸ δὲ τοιόνδε καὶ διαφανές, τὸ χρῶμα

    此处是由 ὡς 引导的结果不定式从句,内含“宾格加不定式”(accusative and infinitive)结构。在由 καθὸ δὲ τοιόνδε καὶ διαφανές 引出的后半对应从句中,承前省略了不定式 [εἶναι] 和述语宾格 [πέρας],从而构成平行的对比结构:只要它作为物体,其表面就是极限;只要它是透明的,颜色就是极限。

  2. 1.15ὡς γὰρ πᾶσι τοῖς ἐν ἄλλῳ πεφυκόσι γίνεσθαί τε καὶ εἶναι ... οὕτω δὲ καὶ τοῖς χρώμασι

    在以 οὕτω δὲ καὶ τοῖς χρώμασι 引出的主句中(呼应 ὡς 从句“正如对于一切……而言都存在某种底层”),谓语部分(ἔστι τι ὑποκείμενον……)被承前省略。与格 τοῖς χρώμασι 是与前面的 πᾶσι τοῖς…… 平行的关系与格。此外,插入句中的 τῶν ἐν ἄλλοις γίνεσθαι πεφυκότων 是针对主语 ταῦτα 的表语性属格,表示“属于……一类的事物”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:44.12-45.26