← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论感觉》注解

§42.21-44.12

作为透明物偶性颜色的光

亚历山大指出了亚里士多德引文(439a18)中从句缺乏对应主句的句法破格并加以补足,进而阐明光作为透明物的偶性颜色的含义,并说明透明性并非水或空气所独有,而是所有物体共有的一种本性与潜能。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.15#1

" Ὥσπερ οὖν εἴρηται περὶ φωτὸς ἐν ἐκείνοις, ὅτι ἐστὶ χρῶμα τοῦ διαφανοῦς κατὰ συμβεβηκός." Ὑπομιμνῄσκει ἡμᾶς τῶν ἐν τοῖς Περὶ ψυχῆς εἰρημένων περὶ φωτός, ὅτι ἐστὶ χρῶμα τοῦ διαφανοῦς κατὰ συμβεβηκός. ἐδείχθη γὰρ ἐν ἐκείνοις ὅτι τὸ φῶς ἐστιν ἐντελέχεια τοῦ διαφανοῦς, ᾗ διαφανές, καὶ ὥσπερ χρῶμα τοῦ διαφανοῦς, οὐχ ἁπλῶς, ἀλλὰ κατὰ συμβεβηκός, ὅτι μὴ παθητικῶς ἀναδέχεται τὸ διαφανὲς τὸ φῶς,1 ἀλλὰ κατὰ σχέσιν τὴν πρὸς αὐτὸ ποιὰν τοῦ φωτίζειν πεφυκότος ποτὲ μὲν πεφώτισται, ποτὲ δὲ οὔ. διὸ οὐκ οἰκεῖον αὐτοῦ χρῶμα τὸ φῶς ὥσπερ τῶν ἄλλων τῶν κεχρωσμένων· ἐν ἐκείνοις μὲν γὰρ μένει τὸ χρῶμα ὡς οἰκεῖον ὄν, ἐπὶ δὲ τοῦ φωτὸς οὐχ οὕτως· καὶ [ὁ] αὐτὸς ἐξηγούμενος προσέθηκε τὸ ὅταν γὰρ ᾖ τι πυρῶδες ἐν διαφανεῖ. καὶ τὸ μὲν κατὰ συμβεβηκὸς χρῶμα τοιοῦτον· πῶς δὲ γίνεται κατὰ σχέσιν πυρώδους τινὸς ἐν διαφανεῖ προσέθηκεν (ἡ μὲν γὰρ παρουσία τοῦ τοιούτου ἐν διαφανεῖ φῶς, ἡ δὲ ἀπουσία σκότος), πῶς κατὰ συμβεβηκὸς φῶς τὸ χρῶμα τοῦ διαφανοῦς ὑπομιμνῄσκων. τῷ δὲ ὥσπερ οὖν εἴρηται περὶ φωτὸς ἐν ἐκείνοις ὅτι ἐστὶ χρῶμα τοῦ διαφανοῦς οὐδὲν δοκεῖ ἀνταποδεδόσθαι.2 εἴη δ’ ἂν ἀκόλουθον τὸ ‘κείσθω τοῦτο καὶ μενέτω’, μεθ’ ὃ εἴη ἂν τὸ ὃ δὲ λέγομεν διαφανὲς οὐκ ἔστιν ἴδιον ἀέρος ἢ ὕδατος. μέλλων δὲ περὶ χρωμάτων λέγειν εὐλόγως ὑπομιμνῄσκει ἡμᾶς ὅτι καὶ τὸ φῶς χρῶμα ὂν μάλιστά τε καὶ πρῶτον 〈ὁρατόν〉, εἴγε δι’ αὐτοῦ καὶ ἡ τῶν ἄλλων χρωμάτων αἴσθησις οὐκ ἐν ἄλλῳ τινὶ γίνεται ἢ ἐν διαφανεῖ, δεικνὺς καὶ συνιστὰς διὰ τούτου ὅτι ἡ τοιαύτη φύσις χρωμάτων ἐστὶ δεκτική. Λαβὼν δὲ τὸ φῶς χρῶμα ὂν ἐν διαφανεῖ γίνεσθαι, ἑξῆς τίς ἐστιν ἡ φύσις τοῦ διαφανοῦς ἡ τῶν χρωμάτων δεκτικὴ καὶ ἐν τίσιν ἐστὶ καὶ τίς ἡ τῶν διαφάνειαν ἐχόντων σωμάτων πρὸς ἄλληλα διαφορὰ ἐνδείκνυται· εἶτα καὶ τὴν τῶν κεχρωσμένων πρὸς τὰ πεφωτισμένα δείξει διαφοράν, καὶ ὅτι εὐλόγως τὰ μὲν οἰκεῖον ἔχει τὸ χρῶμα καὶ τοῦτο ἐν τῷ πέρατι, τὰ δὲ πεφωτισμένα οὔτε οὕτως οὔτε ἐν τούτῳ. ὃ γὰρ λέγομεν, φησί, διαφανὲς οὐκ ἔστιν ἴδιον ἀέρος ἢ ὕδατος, ὧν ἐστί τε καὶ γίνεται τὸ φῶς χρῶμα κατὰ συμβεβηκός. εἰπὼν δὲ ὅτι μὴ ἴδιον τὸ διαφανὲς ἀέρος ἢ ὕδατος, προσέθηκεν ὅτι μηδὲ ἄλλου τινὸς τῶν οὕτως λεγομένων σωμάτων· λέγονται γὰρ διαφανεῖς λίθοι τινές. οὐδὲ τούτων οὖν τινος ἴδιον ἡ διαφάνεια, ἀλλ’ ἔστι κοινὴ φύσις τις καὶ δύναμις οὐ χωριστὴ οὖσα οὐδὲ καθ’ αὑτὴν ὑφίστασθαι δυναμένη, ὥσπερ οὖν οὐδ’ ἄλλη τις δύναμις, ἀλλ’ ἔν τε τούτοις οὖσα ἃ διαφανῆ λέγομεν, ἀέρι λέγω καὶ ὕδατι, καὶ ὧν κατηγοροῦμεν τὸ διαφανές, καὶ ἐν τοῖς ἄλλοις πᾶσι σώμασι, τοῖς μὲν μᾶλλον, τοῖς δὲ ἧττον, τῷ πάντα τὰ σώματα ἔχειν τι τῆς δυνάμεως ἐν αὑτοῖς. Λαβὼν δὲ τὸ τὴν διαφάνειαν φύσιν τινὰ καὶ δύναμιν εἶναι ἐν πᾶσι τοῖς σώμασι, τοῖς μὲν μᾶλλον, τοῖς δὲ ἧττον, προσλαμβάνει τούτῳ τὸ ὡς τῶν σωμάτων, καθὸ σώματα, ἀνάγκη τι εἶναι ἔσχατον καὶ πέρας, ἐπειδὴ μηδὲν ἄπειρον σῶμα, ὡς δέδεικται, καὶ ἔστι τοῦτο ἐπιφάνεια, οὕτως φησὶν ἔσχατόν τι τοιοῦτον εἶναι καὶ τῆς διαφανείας.

“因此,正如在那些著作中关于光所说的那样,它是透明物的偶性颜色。” 他让我们回忆起在《论灵魂》中关于光所说的话,即它是透明物的偶性颜色。因为在那些著作中已经表明,光是透明物作为透明物的完全现实,可以说就是透明物的颜色,但并非无条件地是,而是偶性地是,因为透明物并不是被动地接受光,而是根据具有自然照明能力之物对它的某种关系,有时被照亮,有时则不被照亮。因此,光并不像在其他有色物中那样是它自身固有的颜色;因为在那些事物中,颜色作为固有之物留存着,但在光的情形下却并非如此;而他自己在阐释时加上了“因为无论何时在透明物中有某种火质之物”。偶性的颜色就是这种性质;但他进一步补充了它是如何根据透明物中某种火质之物的关系而生成的(因为这种事物在透明物中的出现就是光,而其缺失就是黑暗),以此提醒我们透明物的颜色即光是如何作为偶性的。另一方面,对于“因此,正如在那些著作中关于光所说的那样,它是透明物的颜色”这一从句,似乎没有给出任何相应的主句。但合理的后续内容应是“姑且设定并保留这一点”,在其后紧接着应是“而我们所谓的透明物并非空气或水所特有”。由于他即将论述诸颜色,他合乎情理地提醒我们,光本身作为一种颜色,尤其且首要地是[可见的]——如果确实通过它才能产生对其他颜色的感觉——而且它不会在透明物之外的任何其他事物中生成,借此表明并确立了这种本性是能够接受颜色的。在假定了光作为颜色生成于透明物中之后,他接着指出了能够接受颜色的透明物的本性究竟是什么,它存在于何物之中,以及具有透明性的诸物体彼此之间的差异是什么;随后他还将指明有色物与被照亮之物之间的区别,并说明合情合理的是,前者具有固有的颜色且这一颜色存在于其极限[表面]处,而被照亮之物则既非以这种方式亦非在此[极限]中具有颜色。因为他说,我们所谓的透明物并非空气或水所特有,而光正是作为偶性属于它们并生成为其偶性颜色的。在指明透明物并非空气或水所特有之后,他又补充说它也不属于其他任何以此称呼的物体;因为某些石头也被称为透明的。因此,透明性既非这些物体中任何一种所特有,而是一种共同的本性和潜能,它并非分离的存在,也不能自身独立持存,正如其他任何潜能一样,而是既存在于我们称为透明的这些事物中——我指的是空气和水,以及我们对其谓述透明的事物中——也存在于所有其他物体之中,在某些物体中较多,在另一些中较少,这是由于所有物体自身都具有这种潜能的某一部分。在假定了透明性是存在于所有物体中(在某些中较多,在另一些中较少)的某种本性和潜能之后,他对此进一步假定:正如物体只要作为物体,就必然具有某种端点和极限(因为已经证明没有任何物体是无限的),而这就是表面,同样,他说,透明性也有某种这样的端点。

语法注2 条
  1. 1.15ὅτι μὴ παθητικῶς ἀναδέχεται τὸ διαφανὲς τὸ φῶς

    连词 ὅτι 在此引导原因从句(“因为”)。τὸ διαφανές 为主语,τὸ φῶς 为宾语。该从句解释了光为何被称为偶性颜色:透明物并非将光作为受动性质(pathos)而被动地接受,而是凭借与照明之物的关系(kata skhesin)被照亮。

  2. 1.15τῷ δὲ ὥσπερ οὖν εἴρηται περὶ φωτὸς ἐν ἐκείνοις ὅτι ἐστὶ χρῶμα τοῦ διαφανοῦς οὐδὲν δοκεῖ ἀνταποδεδόσθαι.

    整个 τῷ... ὥσπερ οὖν εἴρηται 从句作为一个与格成分,充当 οὐδὲν ἀνταποδεδόσθαι(“没有任何主句予以呼应”)的补足语。亚历山大在此指出了亚里士多德原文中的句法破格(anacoluthon),即由 ὥσπερ 引导的从句缺乏与之相应的主句(apodosis),并结合上下文探讨了应当补足的内容。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:42.21-44.12