← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论感觉》注解

§41.24-42.20

感觉对象在现实态与潜能态上的区分

亚历山大就亚里士多德在《论感觉及其对象》第3章开篇(439a12)提出的感觉对象在“现实”与“潜能”上的两分法进行评注,回顾《论灵魂》中关于现实中的感觉与对象在数目上为一而在定义上有别的论述,并指明本篇将进而探究潜能中的感觉对象(如颜色)的固有本性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.14

" Ἔστι μὲν οὖν ἕκαστον διχῶς λεγόμενον, τὸ μὲν ἐνεργείᾳ, τὸ δὲ δυνάμει [λεγόμενον]." Εἴρηται δὲ ἡ διαίρεσις αὕτη ἐν τοῖς Περὶ ψυχῆς. τὸ μὲν οὖν ἐνεργείᾳ αἰσθητὸν πῶς ταὐτὸν τῇ κατ’ ἐνέργειαν αἰσθήσει καὶ πῶς ἕτερον ἐν τοῖς Περὶ ψυχῆς φησιν εἰρῆσθαι· εἴρηται δὲ ὅτι τῷ μὲν ἀριθμῷ ἓν τὸ κατ’ ἐνέργειαν αἰσθητὸν καὶ ἡ κατ’ ἐνέργειαν αἴσθησις, τῷ λόγῳ δὲ ἕτερα. ἄλλο δέ ἐστι τῷ λόγῳ κατ’ ἐνέργειαν αἰσθήσει εἶναι καὶ ἄλλο κατ’ ἐνέργειαν αἰσθητῷ.1 ἀντὶ δὲ τοῦ ταῦτα εἰπεῖν φησι· τὸ μὲν οὖν ἐνεργείᾳ χρῶμα καὶ ὁ ψόφος 〈πῶς ἐστι τὸ αὐτὸ ἢ ἕτερον ταῖς κατ’ ἐνέργειαν αἰσθήσεσιν〉. οὐ γὰρ τὸ κατ’ ἐνέργειαν χρῶμα ταὐτόν ἐστι τῇ κατ’ ἐνέργειαν ὄψει οὐδὲ ὁ κατ’ ἐνέργειαν ψόφος ὁ αὐτὸς τῇ ἀκοῇ· δύναται γὰρ ἐνεργείᾳ ταῦτα εἶναι καὶ μὴ ὁρώμενα, ἀλλ’ οὐκέτι οἷόν τε ἐνεργείᾳ αὐτοῖς αἰσθητοῖς εἶναι χωρὶς αἰσθήσεως. ἔστιν οὖν τὸ λεγόμενον· ‘τὸ μὲν οὖν ἐνεργείᾳ χρῶμα αἰσθητὸν καὶ ὁ ἐνεργείᾳ ψόφος αἰσθητὸς πῶς ἐστι ταὐτὰ τὸ μὲν τῇ κατ’ ἐνέργειαν ὄψει, τὸ δὲ τῇ κατ’ ἐνέργειαν ἀκοῇ, καὶ κατὰ τί ἕτερα, ἐν τοῖς Περὶ ψυχῆς εἴρηται’. ἐδήλωσε δὲ τοῦτο διὰ τοῦ εἰπεῖν ταῖς κατ’ ἐνέργειαν αἰσθήσεσι· ταύταις γὰρ τὰ κατ’ ἐνέργειαν αἰσθητὰ ἀντίκειται. τί δὲ ὂν ἕκαστον αὐτῶν, τό τε χρῶμα καὶ ὁ ψόφος καὶ ἕκαστον τῶν κατὰ τὰς ἄλλας αἰσθήσεις ὁμοίως, δυνάμει ἐστὶν αἰσθητὸν (διὰ γὰρ τοῦ εἰπεῖν ποιήσει τὴν αἴσθησιν καὶ τὴν ἐνέργειαν τὸ δυνάμει αἰσθητὸν ἐδήλωσεν), ὅπερ ἦν τὸ ἕτερον τῶν εἰς ἃ ἡ διαίρεσις αὐτῷ τοῦ αἰσθητοῦ ἐγεγόνει, περὶ οὖν τοῦ οὕτως αἰσθητοῦ νῦν, φησί, λέγωμεν,2 τουτέστι τοῦ δυνάμει.

“因此,每样事物都是在两种意义上被说的,一种是在现实中,另一种是在潜能中[被说的]。” 这种区分已在《论灵魂》中阐明。他说,现实中的感觉对象在何种意义上与现实中的感觉同一,又在何种意义上不同,已在《论灵魂》中说明;并且已经指出,在数目上现实中的感觉对象与现实中的感觉是一,但在定义上则是不同的。在定义上,作为现实中的感觉与作为现实中的感觉对象是两码事。然而,他没有直接说出这些话,而是说道:“那么,现实中的颜色和声音[如何与现实中的诸感觉同一或不同]”。因为现实中的颜色并非与现实中的视觉同一,现实中的声音也并非与听觉同一;因为这些事物即使未被看见,也能够在现实中存在,但脱离了感觉,它们在现实中作为感觉对象存在则不再可能。因此,所说的话的意思是:“因此,现实中作为感觉对象的颜色和现实中作为感觉对象的声音,如何一方面与现实中的视觉同一,另一方面与现实中的听觉同一,以及凭借什么而不同,已在《论灵魂》中说明”。他通过说“与现实中的诸感觉”阐明了这一点;因为与这些感觉相对应的是现实中的感觉对象。另一方面,它们之中的每一个——无论颜色还是声音,以及同样依照其他各感觉的每一个对象——究竟凭借是什么而在潜能上是可感知的(因为通过说“它将产生感觉和现实活动”,他指明了潜能中的感觉对象),这正是他对感觉对象所作的区分中的另一项,他说,关于以这种方式可感知的事物,即潜能中的感觉对象,“我们现在来谈论吧”。

语法注2 条
  1. 1.14ἄλλο δέ ἐστι τῷ λόγῳ κατ’ ἐνέργειαν αἰσθήσει εἶναι καὶ ἄλλο κατ’ ἐνέργειαν αἰσθητῷ

    τῷ λόγῳ(关系/限定与格)修饰谓语 ἄλλο ἐστί,而 κατ’ ἐνέργειαν αἰσθήσει εἶναι 与 κατ’ ἐνέργειαν αἰσθητῷ [εἶναι]构成了表达本质的“与格+不定式”结构(不定式的逻辑主语为与格)。整句意为:在定义上,“作为现实活动中的感觉存在”与“作为现实活动中的感觉对象存在”是互不相同的。

  2. 1.14τί δὲ ὂν ἕκαστον αὐτῶν ... περὶ οὖν τοῦ οὕτως αἰσθητοῦ νῦν, φησί, λέγωμεν

    开头的间接疑问结构 τί δὲ ὂν ἕκαστον αὐτῶν ... δυνάμει ἐστὶν αἰσθητόν 被括号性的说明 (διὰ γὰρ τοῦ εἰπεῖν...) 和关系代词从句 (ὅπερ ἦν...) 与句末动词长距离分隔,最终通过倒装与破格重述(anacoluthon)在 περὶ οὖν τοῦ οὕτως αἰσθητοῦ νῦν, φησί, λέγωμεν 中被总括唤回。整句的核心骨架是:“关于它们各自凭借是什么而在潜能上是感觉对象,即关于以这种方式[潜能中]可感的事物,我们现在来谈论吧”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:41.24-42.20