- 底本
- Alexander, In Librum De Sensu Commentarium. Commentaria in Aristotelem Graeca III.1, ed. P. Wendland, Berlin: Reimer 1901, pp. 1-173. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:39.21-41.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大考察了将触觉与味觉分配给土及心脏的辩证推论,阐明感觉灵魂本身位于心脏,并指出亚里士多德随后过渡到对各固有感觉对象(首先是颜色)的探究。
Τὴν δὲ ἁφὴν ἀναθετέον, φησί, τῇ γῇ, ὁμοίως δὲ καὶ τὸ γευστικὸν ὄργανον, ἐπεὶ ἡ γεῦσις ἁφῆς τι εἶδος, ὡς εἶναι τῶν τεσσάρων σωμάτων γῆς μὲν τὰς δύο, ἁφήν τε καὶ γεῦσιν, ὕδατος δὲ τὴν ὄψιν, ἀέρος δὲ τὴν ἀκοήν, πυρὸς δὲ τὴν ὄσφρησιν. ὅτι δὲ μὴ ἀρεσκόμενος ταύτῃ τῇ δόξῃ, ἀλλὰ πιθανολογῶν τίθησι, πρόδηλον· ἔδειξε γὰρ ὅτι μὴ οἷόν τε ἐκ γῆς εἶναί τι αἰσθητήριον καὶ διὰ τοῦ τῶν ἐν ἡμῖν ὅσα πλέον γῆς ἔχει ἀναίσθητα εἶναι, ὡς τρίχας, ὄνυχας, ὀστᾶ. ἀλλὰ καὶ τὴν γεῦσιν ἐν ὑγρότητι καὶ δι’ ὑγρότητος γινομένην ἔδειξεν. ἢ οὐδὲ νῦν τὰ αἰσθητήρια ἐκ γῆς φησιν ὄντα, ἀλλὰ τὰς ἐνεργείας αὐτῶν τοιαύτας γίνεσθαι, ὃν τρόπον ἔδειξε καὶ ἐπὶ τῆς ὀσφρήσεως. Ἔτι δὲ πιθανολογῶν καὶ δεικνὺς πῶς ἄν τις ἐπιχειρήσειεν πρὸς τὸ ἑκάστην αἴσθησιν ἑκάστου τῶν στοιχείων εἶναι καὶ ἐξ οὗ, προστίθησι λέγων· καὶ διὰ τοῦτο πρὸς τῇ καρδίᾳ τὸ αἰσθητήριον αὐτῶν, τῆς γεύσεως καὶ τῆς ἁφῆς· ἀντίκειται γὰρ τῷ ἐγκεφάλῳ αὕτη, καί ἐστιν θερμότατον τῶν μορίων. εἰπὼν γὰρ ἐκ πυρὸς τὴν ὄσφρησιν εἶναι καὶ διὰ τοῦτο περὶ τὸν ἐγκέφαλον εἶναι τὸ τῆς ὀσφρήσεως ἴδιον αἰσθητήριον (ὕλη γὰρ τὸ ψυχρὸν τῷ θερμῷ, ἐπεὶ καθόλου τὸ ἐναντίον τῷ ἐναντίῳ ὕλη· θερμὴ δὲ ἡ ὄσφρησις, εἴγε τῆς καπνώδους ἀναθυμιάσεως), πάλιν φησὶ διὰ τοῦτο τὰ τῆς ἁφῆς τε καὶ τῆς γεύσεως ὄργανα εἶναι περὶ τῇ καρδίᾳ, ὡς τούτων μὲν τῶν αἰσθητηρίων ὄντων θερμῶν τῇ αὑτῶν φύσει (ἡ γὰρ σὰρξ οὐ τοιαύτη), τῆς δὲ ἐνεργείας αὐτῶν περὶ ψυχρὰ γινομένης μᾶλλον, εἴγε γῆς καὶ τῶν ἀντιτυπίαν ἐχόντων γεωδῶν μάλιστα ἡ ἁφὴ ἀντιλαμβάνεται. οὐδὲ τοῦτο δὲ ὑγιῶς δόξει λέγεσθαι· οὐδὲ γὰρ ἡ ἁφὴ γῆς (ὡς εἶπε πρὸ ὀλίγου περὶ τῆς ὀσφρήσεως λέγων πυρὸς δὲ τὴν ὄσφρησιν), ἀλλ’ εἶπε τὸ δὲ ἁπτικὸν γῆς, τὸ αἰσθητήριον οὕτω γῆς λέγων· οὐ θερμὸν δὲ ἡ γῆ. μήποτ’ οὖν οὐχ ὡς ὁμοίων οὐσῶν τῶν αἰσθήσεων καὶ κατὰ τὸν αὐτὸν λόγον περὶ τῇ καρδίᾳ, καθ’ ὃν [ἡ] περὶ τῷ ἐγκεφάλῳ ἥ τε ὄσφρησις καὶ ἡ ὄψις, λέγει, ἀλλ’ ὅτι ὁμοίως ὡς περὶ ἐκείνῳ ὄντι ψυχροτάτῳ τῶν ἐν τῷ σώματι μορίων ἥ τε ὄσφρησις καὶ ἡ ὄψις, οὕτω περὶ τῇ καρδίᾳ ἥ τε ἁφὴ καὶ ἡ γεῦσις οὔσῃ θερμοτάτῃ τῶν μορίων. θερμὴ γὰρ ἡ καρδία καὶ κατὰ τοῦτο ἀντικειμένη τῷ ἐγκεφάλῳ· διὸ ἐκεῖνος μὲν ὕλη τῷ θερμῷ, ἡ δὲ καρδία τῷ ψυχρῷ. οὐκέτι περὶ τὸν ἐγκέφαλον δὲ λέγων αἰσθητήριά τινα εἶναι ἤδη καὶ τὴν αἰσθητικὴν ψυχὴν τὴν διὰ τούτων αὐτοῦ λέγει εἶναι·1 διὰ γὰρ τοῦτο εἰπὼν διὸ καὶ περὶ τὸν ἐγκέφαλον προσέθηκε τῷ τόπῳ. μίαν γὰρ τῷ ἀριθμῷ τὴν αἰσθητικὴν ψυχὴν λέγει, καὶ ταύτην ἐν τῇ καρδίᾳ λέγει. διὸ οὐδὲ τὰ πρὸς τῷ ἐγκεφάλῳ ὄργανα αἰσθητικὰ ἀπὸ τούτου τὴν ἀρχὴν ἔχει, ἀλλ’ ἄρχεται μὲν ἀπὸ τῆς καρδίας, διὰ δὲ τούτου πρώτου ἡ ὁδὸς αὐτῶν· ἀπὸ γὰρ τῆς καρδίας πόροι τινὲς ἐπὶ τὸν ἐγκέφαλον διατείνουσι τρεῖς, εἶτα ἀπὸ τοῦ ἐγκεφάλου ὁ μὲν αὐτῶν ἐπὶ τὴν ὄψιν, ὁ δὲ ἐπὶ τὴν ἀκοήν, ὁ δὲ ἐπὶ τὴν ὄσφρησιν καθήκουσιν. οἱ δὲ τῆς ἁφῆς καὶ τῆς γεύσεως εὐθὺς ἐπὶ τὴν καρδίαν ἐπ’ εὐθείας τέτανται, ἀλλ’ οὐ διὰ τῆς ἐπὶ τὸν ἐγκέφαλον ὁδοῦ. Εἰπὼν δὲ ταῦτα περὶ τῶν αἰσθητηρίων ἑξῆς ἐπὶ τὸν τῶν αἰσθητῶν μέτεισι λόγον τῶν καθ’ ἕκαστον αἰσθητήριον (οὐ γὰρ περὶ τῶν κοινῶν αἰσθητῶν νῦν λέγει). καθόλου μὲν οὖν τί τὸ ἔργον αὐτῶν ἐστιν ἑκάστου ἐν τοῖς Περὶ ψυχῆς φησιν εἰρῆσθαι (τίνες δέ εἰσιν οἱ καθόλου περὶ αὐτῶν λόγοι προστίθησιν)· ὅτι γὰρ τὸ διατιθέναι πως τήν τε αἴσθησιν καὶ τὸ αἰσθητήριον,2 καὶ ὅτι τὸ ἐνεργεῖν καθ’ ἕκαστον τῶν αἰσθητηρίων τό τε εἶδος τῶν αἰσθητῶν χωρὶς τῆς ὑποκειμένης ὕλης αὐτοῖς δέχεσθαι, καὶ ὅτι ἡ κατ’ ἐνέργειαν αἴσθησις καὶ τὸ αἰσθητὸν τὰ αὐτά, περὶ τούτων προείρηται. τί δέ ποτε ἕκαστον 〈ὂν〉 τῶν ἑκάστῃ αἰσθήσει αἰσθητῶν αἰσθητὸν τῇ οἰκείᾳ αἰσθήσει γίνεται,3 νῦν λέγει τε καὶ προστίθησι τὴν ἑκάστου αὐτῶν φύσιν, τίς ποτέ ἐστι δεικνύς, ἐπεὶ μὴ ταὐτὸν αὐτοῖς τό τε εἶναι καὶ τὸ αἰσθητοῖς εἶναι. κοινὸν μὲν οὖν τὸ αἰσθητόν, περὶ οὗ εἴρηται (τὸ γὰρ αἰσθήσει ἀντιληπτόν), ἴδιον δὲ ἑκάστου ἡ οἰκεία φύσις τε καὶ οὐσία, καθ’ ἣν διαφέροντα ἕτερά τε ἀλλήλων ἐστὶ καὶ οὐ τῇ αὐτῇ αἰσθήσει αἰσθητὰ πάντα. τὸ δὲ ὁμοίως καὶ περὶ ἁφῆς ἐπισκεπτέον εἶπεν ἀντὶ τοῦ ‘περὶ ἁπτοῦ’· τοῦτο γὰρ τὸ αἰσθητόν, ἡ δὲ ἁφὴ αἴσθησις. καὶ πρῶτόν γε περὶ χρωμάτων εἰπεῖν προτίθεται, ἅ ἐστι τῇ ὄψει αἰσθητά.
他说,另一方面,触觉必须分配给土,同样味觉器官也是如此,因为味觉是触觉的一种,其结果是在四种物体[元素]中,属于土的有两种,即触觉和味觉,属于水的有视觉,属于空气的有听觉,属于火的有嗅觉。但他并非赞同这种观点,而是出于或然性的论证而如此设定,这一点是显而易见的;因为他已经证明,没有任何感觉器官能够由土构成,并且这也是通过我们体内含土较多的部分(如毛发、指甲、骨骼)是没有感觉的这一事实证明的。不仅如此,他还指明味觉是在湿润中并通过湿润产生的。或者说,他现在说的也不是感觉器官由土构成,而是它们的现实活动是以这种方式产生的,正如他在嗅觉的情况中所表明的那样。 此外,他在进行或然性论证并说明人们如何能够推论每种感觉属于各个元素且来自何者时,补充说道:“因此它们的感觉器官,即味觉和触觉的感觉器官,靠近心脏;因为心脏与脑相对立,且是各部分中最热的。”因为在说嗅觉属于火且因此嗅觉特有的感觉器官在脑周围之后(因为对于热而言冷是质料,既然一般而言对立者是对立者的质料;而嗅觉是热的,如果它确实属于烟状蒸发物的话),他又说,正因如此触觉和味觉的器官在心脏周围,就好像这些感觉器官按其自身的本性是热的(因为肉并不是这样的),而它们的现实活动更多是围绕冷的事物产生的,如果触觉最把握土以及具有抗阻性的土性事物的话。但这似乎也说得不够妥当;因为他并没有〔说〕“触觉属于土”(正如他刚才谈到嗅觉时所说“而嗅觉属于火”),而是说“而触觉器官属于土”,从而说感觉器官属于土;但土并不是热的。难道他之所以这样说,并不是认为这些感觉是相似的,并且它们在心脏周围是出于嗅觉和视觉在脑周围的相同道理,而是因为,正如嗅觉和视觉在身体各部分中最冷的脑周围一样,触觉和味觉同样在各部分中最热的心脏周围?因为心脏是热的,且在这方面与脑相对立;因此后者是热的质料,而心脏是冷的质料。 然而,他说某些感觉器官在脑周围,绝不是说通过这些器官进行感知的灵魂已经在那里[脑中]了;因为正是为此,在说了“因此也在脑周围”之后,他补充了“在位置上”。因为他说在数目上感觉灵魂是一个,并且他说它在心脏中。因此,即使是靠近脑的感觉器官,其开端也不是来自脑,而是始于心脏,并且它们的通路首先经过这[脑];因为从心脏向脑伸展出三条通道,然后从脑出发,其中一条通向视觉,另一条通向听觉,另一条通向嗅觉。而触觉和味觉的通道则是直接笔直地通向心脏,并不经过通往脑的路径。 在谈论了关于感觉器官的这些内容之后,他接着过渡到关于各个感觉器官所对应的感觉对象的论述(因为他现在不是在谈论共同感觉对象)。他说,普遍而言它们各自的作用是什么,已在《论灵魂》中论及(并且他补充说明关于它们的普遍论述是什么);因为使感觉和感觉器官受到某种调动,依照各个感觉器官进行现实活动是在没有其底层质料的情况下接受感觉对象的形式,以及现实中的感觉与感觉对象是同一的——关于这些事情此前已经说过。但是,对每种感觉而言的感觉对象各自究竟凭借是什么而成为其固有感觉可感知的东西,他现在正在论述并予以补充,表明它们各自的本性究竟是什么,因为对它们而言,“存在”与“作为感觉对象存在”并不是同一回事。因此,作为感觉对象(此前已论及)是共同的(因为它是通过感觉可被把握的),而各自特有的则是其固有的本性与本质,依据这种本性与本质,它们彼此相异,并且并非全都能被同一种感觉所感知。他说“同样关于触觉也须予以考察”,是用以代替“关于可触知物”;因为后者是感觉对象,而触觉是感觉。并且他首先打算讨论颜色,即视觉所能感知的对象。
- 1.13οὐκέτι περὶ τὸν ἐγκέφαλον δὲ λέγων αἰσθητήριά τινα εἶναι ἤδη καὶ τὴν αἰσθητικὴν ψυχὴν τὴν διὰ τούτων αὐτοῦ λέγει εἶναι
否定词 οὐκέτι 修饰主动词 λέγει,表示“在说某些感觉器官在脑周围时,他绝非就此已经断言通过它们进行感知的灵魂也就在那里”。分词 λέγων 具有条件或让步意味,ἤδη καὶ 则用于否定从前提直接得出推论的急推关系。
- 1.13ὅτι γὰρ τὸ διατιθέναι πως τήν τε αἴσθησιν καὶ τὸ αἰσθητήριον
ὅτι 引导名词性从句,展开前文所述“普遍论述”(οἱ καθόλου λόγοι)的具体内容。从句内部省略了述语 ἔργον ἐστίν(即“[其功能乃是]使感觉和感觉器官受到某种调动”),并与后文的 καὶ ὅτι τὸ ἐνεργεῖν... 及 καὶ ὅτι ἡ κατ’ ἐνέργειαν αἴσθησις... 构成并列。
- 1.13τί δέ ποτε ἕκαστον 〈ὂν〉 τῶν ἑκάστῃ αἰσθήσει αἰσθητῶν αἰσθητὸν τῇ οἰκείᾳ αἰσθήσει γίνεται
τί 引导间接疑问从句,结合校勘补入的动名词分词 ὂν,构成“各个感觉对象究竟凭借其是什么存在者,才成为其固有感觉可感知之物”的句式,探究其本体论本质。该疑问从句作主句动词 λέγει 和 προστίθησι 的宾语。
