← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论感觉》注解

§37.6-39.21

感觉器官的元素对应与嗅觉归于火

针对亚里士多德将各感觉器官与四大元素相对应并将嗅觉与火相联系的论述(438b16),亚历山大解释说,这种对应是通过气味(烟状蒸发物)的炽热本性以及寒冷的脑与质料的关系推导出来的,同时指出这只是假定性、辩证性的推论,并非亚里士多德本人的定论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.13#1

" Ὥστ’ εἴπερ ἐπὶ τούτων συμβαίνει καθάπερ ἐλέγομεν." Δείξας τὴν ὄψιν ὕδατος οὖσαν, εἰ οὕτως, φησίν, ἐπὶ τῆς ὄψεως ἔχει καὶ διὰ τοῦτο, καθὰ ἐγλίχοντό τινες, ἕκαστον αἰσθητήριον ἑκάστῳ τῶν στοιχείων ἀνατίθεται, τὴν μὲν ὄψιν ὕδατος εἶναι θετέον, τὴν δὲ ἀκοὴν ἀέρος (αὕτη δὲ ἡ τῶν ψόφων ἀκουστική), τὴν δὲ ὄσφρησιν πυρός. Καὶ πῶς οἷόν τε προσβιβάζειν καὶ δεικνύναι ὅτι ἡ ὄσφρησις πυρός, λέγει· ὃ γὰρ ἐνεργείᾳ ἡ ὄσφρησις, τοῦτο δυνάμει τὸ ὀσφραντικόν,1 διὰ τούτου δεικνὺς οὕτως ἐκ πυρός (τοὐναντίον γάρ, ὡς δείξει ἄλλοθι, ἡ ἐνέργεια 〈καὶ ἡ δύναμις, ἡ δὲ ἐνέργεια〉 περὶ τὴν ὄσφρησιν, ἀλλ’ οὐ τὸ ὀσφραντικόν), καίτοι ἐπὶ τῆς ὄψεως εἰπὼν τὸ ὁρατικόν ὕδατος εἶναι καὶ ἐπὶ τῆς ἀκοῆς ἀέρος τὸ τῶν ψόφων αἰσθητικόν. ἔστι δὲ ὃ λέγει ‘ὃ ἔστι κατ’ ἐνέργειαν ἡ ὄσφρησις, τοῦτο δυνάμει ἐστὶ τὸ ὀσφραντικόν’· δυνάμει γὰρ τὰ ὁρατὰ ἡ ὄψις πρὸ τοῦ ὁρᾶν, καὶ δυνάμει τὰ ἀκουστὰ ἡ ἀκοὴ πρὶν ἀκούειν, καὶ ἡ ὄσφρησις οὖν δυνάμει τὰ ὀσφραντὰ πρὶν ὀσφρᾶσθαι. ἡ γὰρ κατ’ ἐνέργειαν ὄσφρησις τὸ ὀσφραντόν ἐστιν, ὥσπερ ἡ κατ’ ἐνέργειαν ὄψις τὸ ὁρατόν, εἴ γε τῇ τῶν εἰδῶν τῶν αἰσθητῶν λήψει τὸ αἰσθάνεσθαι, καὶ εἴη ἄν † ὃ λέγει ὃ γὰρ ἐνεργείᾳ ἡ ὄσφρησις, τοῦτο δυνάμει τὸ ὀσφραντικόν ἐστι. ἡ δ’ ἐνεργείᾳ ὄσφρησις ἡ αὐτὴ τῷ κατ’ ἐνέργειαν ὀσφραντῷ· τὸ γὰρ ὀσφραντὸν καὶ ἡ κατ’ ἐνέργειαν ὄσφρησις τὸ αὐτό. ἀλλὰ μὴν τὸ ὀσφραντὸν καὶ ἡ ὀσμή, ἧς ἡ ὄσφρησις ἀντιλαμβάνεται, ξηρὰ καὶ καπνώδης ἐστὶν ἀναθυμίασις· ἡ δὲ τοιαύτη ἀναθυμίασις πυρώδης τε καὶ ἐκ πυρός (τοῦτο δὲ δῆλον ἔκ τε τῶν θυμιωμένων — ὀσμὴν γὰρ τότε μάλιστα ποιεῖ —, καὶ τὰ ἄνθη δὲ ἐν θερμοτέρῳ ἀέρι πλείονα τὴν ὀσμὴν ποιεῖ, ὥσπερ τινὸς ἀναθυμιάσεως γινομένης ἀπ’ αὐτῶν)· διὰ γὰρ τῆς τοιαύτης ἀναθυμιάσεως ἡ εἰς πῦρ μεταβολή. ἐρεῖ δὲ προϊὼν περὶ τοῦ τί ποτέ ἐστι τὸ ὀσφραντόν· τοιαύτη γὰρ καὶ ἡ κατ’ ἐνέργειαν ὄσφρησις. Προσβιβάζων δὲ πῶς ἄν τις τὴν ὄσφρησιν τοῦ πυρὸς εἶναι λέγοι βουλόμενος ἕκαστον αἰσθητήριον ἑκάστῳ τῶν στοιχείων ἀνατιθέναι (οὐ γὰρ δὴ ἀρέσκοντα αὑτῷ λέγει· εἶπε γὰρ ἐν τοῖς Περὶ ψυχῆς μήτ’ ἐκ πυρὸς μόνου μήτ’ ἐκ γῆς εἶναί τι δύνασθαι αἰσθητήριον, καὶ τήν γε ὄσφρησιν ἐν ἐκείνοις ἀνέθηκεν ἢ ἀέρι ἢ ὕδατι) φησὶ δὴ καὶ κατὰ τοῦτο δύνασθαι δείκνυσθαι τὴν ὄσφρησιν πυρὸς οὖσαν, ὅτι τὸ τῆς ὀσφρήσεως αἰσθητήριον περὶ τὸν ἐγκέφαλόν ἐστι. δεῖ μὲν γὰρ τὴν τοῦ θερμοῦ ὕλην ψυχρὰν εἶναι, ψυχρότερος δὲ ὁ ἐγκέφαλος τῇ αὑτοῦ φύσει. τοιαύτη ἄρα καὶ ἡ δυνάμει ὄσφρησις καὶ τὸ δυνάμει ὀσφραντικόν. ἀλλ’ εἰ τὸ δυνάμει τι ὂν ὕλη ἐκείνου ὃ δυνάμει, δυνάμει δὲ καὶ ἡ ὄσφρησις τὸ ὀσφραντὸν 〈ὂν〉 εἴη ἄν ὕλη τοῦ ὀσφραντοῦ, ὕλη δὲ τὸ ψυχρὸν τοῦ θερμοῦ καὶ ἔστι ψυχρὸν τὸ ὀσφραντικὸν τῷ ἀπὸ τοῦ ἐγκεφάλου τε καὶ περὶ τὸν ἐγκέφαλον εἶναι, τὸ ὀσφραντὸν ἄρα θερμόν. εἰ δὲ τοῦτο, ἡ κατ’ ἐνέργειαν ὄσφρησις θερμή τε καὶ διὰ θερμοῦ γινομένη παρουσίαν, καὶ οὕτως ὁ λέγων τὴν ὄσφρησιν πυρὸς εἶναι εὖ ἂν δοκοίη λέγειν. δυνάμει γὰρ θερμὴ ἡ τοῦ ψυχροῦ ὕλη ἐστὶν ἀντὶ τοῦ ‘ἡ ἐκ τοῦ ψυχροῦ’.2 οὐ τὸ αἰσθητήριον οὖν δείκνυσι πυρός, ὅτι ἡγεῖται τὴν ἀρχὴν ἀδύνατον τοῦτο, ἀλλὰ τὸ ὀσφραντὸν καὶ τὴν κατ’ ἐνέργειαν ὄσφρησιν. Λέγει δὲ καὶ τὴν τοῦ ὄμματος γένεσιν τὸν αὐτὸν ἔχειν τρόπον· ἀπὸ γὰρ τοῦ ἐγκεφάλου τὴν σύστασιν ἔχει, ὃς ὑγρότατός τε καὶ ψυχρότατος τῶν ἐν τῷ σώματι μορίων ἐστί. τοιοῦτον δὲ τὸ ὕδωρ, δι’ οὗ ἡ ὄψις ἀπὸ τοῦ ἐγκεφάλου τὴν γένεσιν ἔχουσα * * * οὐ πυρός, ἀλλὰ ὕδατός εἰσι, δῆλον ὅτι οὐδ’ ἂν ἡ ὄσφρησις πυρός, εἴ γε ἐξ ἐκείνου, εἴη. προελθὼν μέντοι λέγει διὰ τοῦτο εἶναι τὴν ὄσφρησιν καὶ τὸ αἰσθητήριον τοῦτο περὶ τὸν ἐγκέφαλον, ὅπως εἰς συμμετρίαν αἰσθήσεως ἄγηται ὁ περὶ τὸν ἐγκέφαλον τόπος. τὰ γὰρ ὀσφραντὰ καὶ ἡ ὀσμὴ θερμά· τοιαύτη γὰρ ἡ καπνώδης ἀναθυμίασις. ἀλλ’ εἴ τις ἕποιτο τοῖς εἰρημένοις, λέγοι ἂν ὁμοίως τῇ ὀσφρήσει καὶ τὴν ὄψιν εἶναι θερμοῦ τε καὶ πυρός, εἴγε τὸ μὲν ψυχρὸν ὕλη ἐστὶ τῶν ὁρατῶν, τούτοις δὲ ἡ αὐτή ἐστιν ἡ κατ’ ἐνέργειαν ὄψις, ὡς τοῖς ὀσφραντοῖς ἡ ὄσφρησις. ἀλλὰ δῆλον ὡς ἄλλως ἐπιχειρῶν ταῦτα λέγει, οὐχ ὡς ἀρεσκόμενος αὐτοῖς.3 ἢ ἀμφότερα μὲν περὶ τὸν ἐγκέφαλον ψυχρὸν ὄντα, ἀλλὰ τὸ μὲν ὀσφραντικόν, ᾗ ψυχρόν ἐστιν, ὀσφραντικὸν (διὸ καί, ᾗ τοιοῦτον, αἰσθητικὸν δυνάμει καὶ θερμόν), τὸ δὲ ὁρατικὸν οὐχ ᾗ ψυχρόν ὁρατικόν, ἀλλ’ ᾗ ὑγρόν τε καὶ διαφανές· διαφανοῦς γὰρ ἐνέργεια τό τε φῶς καὶ τὸ χρῶμα.

“因此,如果正如我们所说,在这些情况中也是如此。” 在指明视觉由水构成之后,他说,如果视觉的情况是这样,并且因此正如某些人所热衷的那样,将每个感觉器官分配给各个元素,那么视觉就必须设定为属于水,听觉属于空气(这是能够听见声音的器官),而嗅觉属于火。他说明了如何能够推论并证明嗅觉属于火:“因为嗅觉在现实中是什么,嗅觉器官在潜能中就是什么”,通过这一点他表明它以此方式来自火(因为相反,正如他将在别处指明的那样,现实活动[与潜能是颠倒的,现实活动是]关于嗅觉而言的,而非关于嗅觉器官而言),尽管他在论及视觉时曾说视觉器官属于水,而在论及听觉时曾说声音的感觉器官属于空气。而他所说的意思是:“在现实活动中嗅觉是什么,在潜能中嗅觉器官就是什么”;因为在看之前,视觉在潜能上是可见物,在听之前,听觉在潜能上是可听物,所以嗅觉在闻之前也是在潜能上是可闻物。因为现实活动中的嗅觉就是可闻物,正如现实活动中的视觉就是可见物一样,如果感知确实在于接受感觉对象的形式;而他所说的“因为嗅觉在现实中是什么,嗅觉器官在潜能中就是什么”大概就是这个意思。而现实中的嗅觉与现实中的可闻物是同一的;因为可闻物与现实活动中的嗅觉是同一的。然而可闻物以及嗅觉所把握的气味,乃是干燥而烟状的蒸发物;而这样的蒸发物具有火的性质且来自火(这一点从焚香之物中也可以清楚看出——因为此时最产生气味——,花朵在较温暖的空气中也产生更多气味,就好像某种蒸发物从它们那里产生一样);因为通过这样的蒸发物产生了向火的转化。随着论述的推进,他将讨论可闻物究竟是什么;因为现实活动中的嗅觉也是这种性质的。在推论如果有人希望将每个感觉器官分配给各个元素、他如何可以说嗅觉属于火时(因为他所说的绝非自己赞同的见解;因为他在《论灵魂》中曾说没有任何感觉器官能够仅由火或由土构成,并且他在该书中将嗅觉分配给了空气或水),他说,也可以根据这一点证明嗅觉属于火,即嗅觉的感觉器官在脑的周围。因为热的质料必须是冷的,而脑按其自身的本性是极其寒冷的。因此,潜能中的嗅觉以及潜能中的嗅觉器官也是如此。但是,如果在潜能中是某物的存在者就是它潜能所是之物的质料,且嗅觉在潜能上也是可闻物并可能是可闻物的质料,而冷是热的质料,且嗅觉器官因源自脑并在脑周围而是冷的,那么可闻物就是热的。而如果是这样,现实活动中的嗅觉就是热的,并且是通过热的呈现而产生的,这样一来,说嗅觉属于火的人似乎就会说得很有道理。因为“冷的质料”在潜能上是热的,用来代替“源自冷之物”。因此他并没有证明感觉器官属于火(因为他从一开始就认为这是不可能的),而是证明了可闻物和现实活动中的嗅觉[属于火]。他又说眼睛的生成也是同样的方式;因为它的构成来自脑,而脑是身体各部分中最潮湿且最寒冷的。水就是这样的东西,通过它,视觉从脑中获得生成……不是属于火而是属于水,显然如果嗅觉源自脑,嗅觉也不会属于火。然而随着论述的推进,他说嗅觉和这一感觉器官之所以在脑的周围,是为了使脑周围的区域达到感觉的平衡。因为可闻物和气味是热的;因为烟状的蒸发物就是这种性质的。但是如果有人顺着所说的话推论,如果冷是可见物的质料,且现实中的视觉与这些可见物同一,正如嗅觉与可闻物同一一样,那么人们同样也可以说视觉属于热和火。但显然,他是辩证地探讨而说这些话的,并非赞同这些观点。或者说,尽管两者都在寒冷的脑周围,但嗅觉器官乃是在它是冷的原由上成为嗅觉器官的(因此,在它是如此的原由上,它在潜能上是具感觉性的且是热的),而视觉器官并非在它是冷的原由上成为视觉器官,而是在它是湿润且透明的原由上成为视觉器官;因为光和色都是透明体的现实活动。

语法注3 条
  1. 1.13ὃ γὰρ ἐνεργείᾳ ἡ ὄσφρησις, τοῦτο δυνάμει τὸ ὀσφραντικόν

    引自亚里士多德原文。其句法结构为:“嗅觉在现实中是什么(ὃ ἐνεργείᾳ ἡ ὄσφρησις),嗅觉器官在潜能中就是什么(τοῦτο δυνάμει τὸ ὀσφραντικόν)”。亚历山大随即指出,通常器官属于潜能,而感觉活动属于现实,此处的表达在主述关系上似乎发生了倒置或混淆,因而下文对其含义进行了解读。

  2. 1.13δυνάμει γὰρ θερμὴ ἡ τοῦ ψυχροῦ ὕλη ἐστὶν ἀντὶ τοῦ ‘ἡ ἐκ τοῦ ψυχροῦ’

    对“冷的质料在潜能上是热的”中“冷的质料(ἡ τοῦ ψυχροῦ ὕλη)”的阐释性转述,指出它等同于“由冷产生之物(ἡ ἐκ τοῦ ψυχροῦ)”。此处的属格 τοῦ ψυχροῦ 说明该基质处于冷的状态并作为向热转变的基础。

  3. 1.13ἀλλὰ δῆλον ὡς ἄλλως ἐπιχειρῶν ταῦτα λέγει, οὐχ ὡς ἀρεσκόμενος αὐτοῖς

    短语 ἄλλως ἐπιχειρῶν 意为“从另一角度(即借助假定或论敌的前提进行辩证性地)立论探讨”,与 οὐχ ὡς ἀρεσκόμενος αὐτοῖς(“并非将它们作为自己赞同的主张接受”)相对照。ὡς 加分词结构表明了作者陈述时的态度与立论方式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:37.6-39.21