← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论感觉》注解

§35.1-37.5

眼球内部与传导通道的透明性

亚历山大注解了亚里士多德在《论感觉及其对象》438b2–8中阐述的自身学说,说明了中介以及眼球内部为何是由透明的水构成,以及为何由于感觉本原位于中枢而非眼球表面,通往感觉灵魂的内部通道也必须是透明的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.11

" Περὶ μὲν οὖν τοῦ μὴ δύνασθαι ὁρᾶν ἄνευ φωτὸς εἴρηται ἐν ἄλλοις." Ἀντειπὼν πρὸς τοὺς λέγοντας ἐξιόντι τινὶ ἀπὸ τῆς ὄψεως τὸ ὁρᾶν γίνεσθαι καὶ δείξας πῶς λέγουσιν ἄτοπα, λέγει αὐτὸς τὴν αὑτοῦ δόξαν. καὶ περὶ μὲν τοῦ μὴ δύνασθαι ὁρᾶν ἄνευ φωτός φησιν ἐν ἄλλοις εἰρῆσθαι· εἴρηκε δὲ ἐν τοῖς Περὶ ψυχῆς. τὸ γὰρ χρῶμα, ὅπερ ἐστὶν ὁρατὸν καθ’ αὑτό, εἶπε κινητικὸν εἶναι τοῦ κατ’ ἐνέργειαν διαφανοῦς, κατ’ ἐνέργειαν δὲ διαφανὲς τὸ πεφωτισμένον, ἐπειδὴ καὶ τὸ φῶς ἐτέθη ἐνέργεια εἶναι τοῦ διαφανοῦς ᾗ διαφανές. εἴτε οὖν φῶς τὸ μεταξὺ τοῦ τε ὁρωμένου καὶ τῆς ὁρώσης ὄψεως εἴτε ἀὴρ πεφωτισμένος, ἡ διὰ τούτου γινομένη κίνησις ὑπὸ τοῦ ὁρατοῦ ἐστιν ἡ τοῦ ὁρᾶν αἰτία· κινητικὸν γὰρ τὸ ὁρατὸν τῆς τοιαύτης φύσεως. τὸ δὲ εἴτε φῶς εἴτε ἀήρ ἐστι τὸ μεταξὺ εἶπεν, ὅτι1 τὸ φῶς μὲν αἴτιον, οὐ μὴν τοῦτο χωρὶς ἀέρος ἢ ἄλλου τινὸς διαφανοῦς οἷόν τε εἶναι· τῆς γὰρ τοιαύτης φύσεως ἔδειξε τὸ φῶς εἶδός τε καὶ ἐντελέχειαν ὄν. τὸ οὖν εἴτε ἀὴρ ἴσον ἐστὶ τῷ ‘εἴτε σῶμά τι τοιοῦτον οἷον ἔχειν ἐν αὑτῷ τὸ φῶς’. Διὸ καὶ εὐλόγως, φησί, τὸ ἐντός ἐστιν ὕδατος (τουτέστιν ἡ κόρη· αὕτη γὰρ ἐντός, ἀλλ’ οὐ μεταξύ ἐστι τοῦ τε ὁρωμένου καὶ τοῦ ὄμματος)· τὸ γὰρ ὕδωρ διαφανὲς καὶ τοιοῦτον οἷον δέχεσθαι τὸ φῶς. δεῖ γὰρ ὥσπερ τὸ ἐκτὸς τὸ μεταξὺ πεφωτίσθαι, οὕτω καὶ τὸ ἐντὸς τὸ μέχρι τῆς αἰσθήσεώς τε καὶ τῆς αἰσθητικῆς δυνάμεως πεφωτίσθαι, εἰ μέλλει τι ὁραθήσεσθαι. ὡς γὰρ ἔξω μὴ ὄντος φωτὸς ἀδύνατον ὁραθῆναί τι, οὕτως οὐδὲ ἐντός, εἰ μὴ φωτισθείη τὸ μέχρι τῆς αἰσθητικῆς ψυχῆς, οὐκ ἂν ὁραθείη τι. διὸ καὶ τὸ ἐντὸς 〈χρὴ〉 διαφανὲς εἶναι καὶ τοιοῦτον οἷον φωτίζεσθαι. ἀναγκαῖον ἄρα ὕδωρ εἶναι τοῦτο, ἐπεὶ μὴ ἀήρ ἐστιν. ἔλαβε δὲ μὴ εἶναι 〈ἀέρα〉 τὸ ἐντὸς τοῦ ὀφθαλμοῦ, ἤτοι ὅτι μὴ λέγει τις τοῦτο, ἢ ὅτι μὴ φαίνεται μήτε ἐν ταῖς ἀνατομαῖς μήτε ἐν ταῖς πληγαῖς ἀὴρ ἐμπεριειλημμένος ἐκεῖ, ἢ ὅτι δεῖ μέν, ὥσπερ εἴρηκε, διαφανὲς εἶναι τὸ ἐντὸς τοῦ ὀφθαλμοῦ, εὐφυλακτότερον δὲ καὶ εὐυποληπτότερον τὸ ὕδωρ τοῦ ἀέρος, κατ’ ἄμφω δὲ εὐφυλακτότερον, ὅτι τε οὐ μόνον διαφανὲς ἀλλὰ καὶ ἐμφανές, ὡς μᾶλλον τὰ εἴδη τῶν ὁρατῶν δέχεσθαι, καὶ ὅτι μᾶλλον στέγειν τι καὶ φυλάσσειν δύναται· ὁ γὰρ ἀὴρ ῥευστός τε καὶ διαπνευστός.

“因此,关于没有光就不能看见,已经在别处讨论过了。” 在反驳了那些主张看是由于某种从视觉流出的东西产生的人,并指明他们所说的话如何荒谬之后,他自己陈述了自己的见解。他说,关于没有光就不能看见,已经在别处讨论过了;而且他是在《论灵魂》中讨论过的。因为正如他所说,色作为就其自身而言可见之物,能够推动现实上的透明体,而现实上的透明体就是被照亮之物,因为光也被设定为透明体作为透明体的现实活动。因此,无论在被看见之物与观看的视觉之间的中介是光还是被照亮的空气,通过这一中介由可见物产生的运动就是看的原因;因为可见物能够推动这样的本性。他说中介“无论是光还是空气”,是因为光虽然是原因,但光绝不能脱离空气或某种其他透明体而存在;因为他已指明光是这种本性的形式与实现。因此,“或者是空气”等同于“或者是能够将光容纳在自身之内的这样一种物体”。他说,因此也很合理,内部的东西是由水构成的(即瞳孔;因为瞳孔在内部,而不在被看见之物与眼睛之间);因为水是透明的,且具有接纳光的性质。因为正如外部的中介必须被照亮一样,如果要有任何东西被看见,直达感觉器官和感觉能力的内部部分也同样必须被照亮。因为正如外部没有光就不能看见任何东西一样,内部若不照亮直达感觉灵魂的部分,也同样不能看见任何东西。因此内部的部分也必须是透明的,且具有可被照亮的性质。既然它不是空气,那么它必然是水。他假定眼睛内部不是空气,或者是由于没有人这样说,或者是由于无论在解剖中还是在创伤中都看不到有空气被封闭在那里,或者是因为正如他所说,眼睛内部必须是透明的,而水比空气更易于保持和容纳,并且在两方面都更易于保持:既因为它不仅透明而且具有映现性,从而更能接纳可见物的形式,又因为它更能封闭和保持某种东西;因为空气是流动且易于发散的。

§1.12

"Οὐ γὰρ ἐπὶ τοῦ ἐσχάτου ὄμματος ἡ ψυχὴ ἢ τῆς ψυχῆς τὸ αἰσθητικόν." Εἰπὼν ὁρᾶται δὲ ὥσπερ καὶ ἔξω οὐκ ἄνευ φωτός, οὕτω καὶ ἐπὶ τοῦ ἐντὸς τοῦ δεῖν καὶ τὸ ἐντὸς διαφανὲς εἶναι αἰτίαν παρατίθεται, ὅτι μή ἐστιν ἡ ψυχὴ καὶ ἡ ὁρατικὴ δύναμις ἐν τῷ ὀφθαλμῷ. εἰ γὰρ ἦν ἐπ’ ἄκρου τοῦ ὀφθαλμοῦ, οὐδὲν ἔδει τὸ ἐντὸς εἶναι διαφανές· αὔταρκες γὰρ ἂν ἦν τὸ ἐκτός. ἐπεὶ δὲ οὔκ ἔστιν αὐτοῦ (ἦν γὰρ ἂν καὶ ἐπὶ τῶν ἄλλων αἰσθητηρίων ὁμοίως· οὕτως δὲ οὐκ ἂν ἦν συναίσθησίς τις γινομένη, ἄλλου μορίου τῆς ψυχῆς ἐν ἄλλῳ ὄντος καὶ ἐπ’ ἄλλου τεταγμένου, οὐδ’ ἂν ἐδυνάμεθα ὅτι ἕτερα τὰ ὧν αἰσθανόμεθα ἀλλήλων τοῖς διαφόροις αἰσθητηρίοις κρίνειν, μὴ ἔχοντες ἓν τὸ ἀντιλαμβανόμενον αὐτῶν, ὡς εἶπεν ἐν τοῖς Περὶ ψυχῆς· τοῦ γὰρ αἰσθανομένου τινῶν τὸ καὶ τὰς διαφορὰς κρίνειν αὐτῶν. ὥσπερ γάρ, εἰ ἄλλος μὲν ἤκουεν, ἄλλος δὲ ἑώρα, οὐχ οἷόν τε ἦν κρίνειν τὸν ὁρῶντα τὰ τοῦ ἀκούοντος, οὕτως δὲ καὶ ἐφ’ ἡμῶν ἀπηρτημέναι ἂν ἦσαν αἱ δυνάμεις ἀλλήλων), οὐχ οὕτως δὲ ἔχοντος ὁρῶμεν (ὅτι δὲ οὐκ ἐπ’ ἄκρου τοῦ ὀφθαλμοῦ ἡ ὁρατικὴ ψυχὴ καὶ ὅτι τὸ μέχρι τῆς δυνάμεως ἐκείνης διαφανές ἐστι, δι’ οὗ φωτιζομένου τὸ ὁρᾶν γίνεται, πιστοῦται καὶ ἐκ τῶν ἀποβαινόντων· τρωθεῖσι γάρ, φησίν, ἐν πολέμῳ τισὶ περὶ τὸν κρόταφον οὕτως, ὥστε ἀποτμηθῆναι τοὺς τοῦ ὄμματος πόρους, ἐν οἷς τὸ διαφανές, ἔδοξεν ἐξαίφνης σκότος γίνεσθαι ὡς ἀποσβεσθέντος λύχνου, διὰ τὸ ἀποτμηθῆναι ἀπὸ τοῦ μετὰ τὴν κόρην διαφανοῦς τὴν κόρην οὖσαν ὥσπερ τινὰ λαμπτῆρα φωτίζοντα, δι’ ἧς τὸ ἐντὸς πᾶν τὸ μέχρι τῆς ὁρατικῆς δυνάμεως ἐφωτίζετο ἀπὸ τοῦ ἐκτὸς φωτός, οὗ τὴν συνέχειαν ἡ πληγὴ διελοῦσα καὶ κωλύσασα αὐτὸ φωτίζεσθαι ὥσπερ ἔσβεσε τὸ ἐν αὐτῷ φῶς), εἰ δὲ μὴ ἄκρῳ τῷ ὀφθαλμῷ ὁρῶμεν,2 καὶ διὰ τοῦτο δεῖ καὶ τὸ ἐντὸς διαφανὲς εἶναι τὸ μέχρι τῆς αἰσθητικῆς ψυχῆς. οὐ διαφανὲς δὲ τὸ πῦρ, ὡς ἡ ὄψις.

“因为灵魂或灵魂的感觉部分并不在眼睛的最外表面。” 在说明了正如在外部没有光就不能看见,在内部同样如此之后,他提出了内部也必须是透明的原因,即灵魂和视觉能力并不在眼睛[的表面]。因为如果它在眼睛的尖端,内部就根本不需要是透明的;因为外部的部分就足够了。但既然它不在此处——因为如果那样,其他感觉器官也会同样如此;这样一来就不会产生任何共同感知,灵魂的不同部分位于不同的器官中并被分配给不同的器官,如果我们没有一个把握它们的一统之物,我们就无法判断我们通过不同感觉器官所感知的事物彼此相异,正如他在《论灵魂》中所说;因为感知某些事物者的功能也包括判断它们的差异;因为正如如果一人在听而另一人在看,看者不可能判断听者的对象一样,在我们身上诸能力也会彼此割裂开来——,并且既然在并非如此的情况下我们却在观看(而视觉灵魂不在眼睛尖端、且直至该能力为止的部分是透明的、通过其被照亮而产生看这一事实,也由实际发生的事情所证实;因为他说,某些在战争中太阳穴附近受伤以致包含透明体的眼道被切断的人,似乎突然陷入黑暗,就好像灯被熄灭了一样,这是因为瞳孔就像某种发光的灯笼,整个内部直至视觉能力的部分都通过它由外部的光照亮,而瞳孔从位于瞳孔之后的透明部分被切断,创伤切断了它的连续性并阻止它被照亮,犹如熄灭了其中的光一样),那么如果我们不是用眼睛的尖端在看,正因为这个缘故,直达感觉灵魂的内部部分也必须是透明的。但火并不像视觉那样是透明的。

语法注2 条
  1. 1.11τὸ δὲ εἴτε φῶς εἴτε ἀήρ ἐστι τὸ μεταξὺ εἶπεν, ὅτι

    τὸ δὲ εἴτε φῶς εἴτε ἀήρ ἐστι τὸ μεταξύ 是置于句首的主题化带冠词引语从句,充当主动词 εἶπεν 的宾语,随后的 ὅτι 从句解释亚里士多德采用这一表述的理由。

  2. 1.12ἐπεὶ δὲ οὔκ ἔστιν αὐτοῦ ... εἰ δὲ μὴ ἄκρῳ τῷ ὀφθαλμῷ ὁρῶμεν

    这是一个包含双重长插入语的破格句(anacoluthon)。在由 ἐπεὶ δὲ οὔκ ἔστιν αὐτοῦ 引导的原因从句之后,相继插入了关于共同感觉中枢必要性的理论论证(ἦν γὰρ ἂν ... ἀπηρτημέναι ἂν ἦσαν αἱ δυνάμεις ἀλλήλων)以及头部创伤案例的经验论证(πιστοῦται καὶ ἐκ τῶν ἀποβαινόντων ... ἔσβεσε τὸ ἐν αὐτῷ φῶς),最后通过 εἰ δὲ μὴ ἄκρῳ τῷ ὀφθαλμῷ ὁρῶμεν 以条件句的形式重新接续主线论证。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:35.1-37.5