← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论感觉》注解

§32.27-34.21

驳光的融合说与柏拉图的视觉理论

亚历山大阐述了亚里士多德对光相互融合说(特别是柏拉图在《蒂迈欧篇》中的视觉学说)的驳斥,指出由于光是非物体的,来自不同光源的光可以彼此分开,而且眼球膜的阻隔使得外部光无法与通往感觉本原的内部光融合,从而证明了这种理论的不可能性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.10#4

Εὔηθες δὲ καὶ τοῦτο, φησί, καὶ διὰ τί εὔηθες προστίθησι. τό τε γὰρ συμφύεσθαι τί ἐστιν φωτὶ πρὸς φῶς; ὁ γὰρ Πλάτων σύμφυσιν εἶπε γίνεσθαι τοῦ τ’ ἐξιόντος ἐκ τῆς ὄψεως φωτὸς καὶ τοῦ ἐκτός. λέγων γὰρ τὴν αἰτίαν τοῦ σκότους ὄντος μὴ ὁρᾶν ἔτι τὴν ὄψιν φησίν· “ἀπελθόντος δὲ εἰς νύκτα τοῦ ξυγγενοῦς πυρὸς ἀποτέμνεται. πρὸς γὰρ ἀνόμοιον ἐξιὸν ἀλλοιοῦταί τε αὐτὸ καὶ κατασβέννυται, ξυμφυὲς οὐκέτι τῷ πλησίον ἀέρι γινόμενον ἅτε πῦρ οὐκ ἔχοντι.” διότι οὖν [ἐν] ἐκείνῳ τῷ τὸ πῦρ καὶ τὸ φῶς ἔχοντι ἀέρι συμφύεται τὸ ἐξιὸν ἐξ ἡμῶν φῶς, διὰ τοῦτο ὁρᾶν φησιν ἡμᾶς. τὸ δὲ συμφύεσθαι λέγειν φωτὶ φῶς εὔηθες εἶναι λέγει. τί γὰρ τὸ συμφύεσθαι σημαίνει; † οὐδὲ γὰρ ἀσωμάτων τὸ συμφύεσθαι1 οὐδὲ τὸ τυχὸν τῷ τυχόντι συμφύεται, ἀλλὰ δεῖ πρῶτον μὲν σώματα εἶναι τὰ συμφυόμενα, ἔπειτα οἰκειότητά τινα ἔχειν πρὸς ἄλληλα. τὸ δὴ λέγειν τὰς ὄψεις καὶ τὸ ἀπ’ αὐτῶν φῶς τῷ ἐκτὸς φωτὶ συμφύεσθαι ἀτοπώτατον· ἀσώματόν τε γὰρ τὸ φῶς, καὶ προσέτι ἐναργὲς τὸ μηδεμίαν σύμφυσιν φωτὸς πρὸς φῶς γίνεσθαι. ὁρῶμεν γὰρ ὅτι, ὅταν φῶς φωτὶ ἀπὸ διαφόρων τῶν φωτιζόντων ἅμα γένηται, οὐδεμία αὐτῶν γίνεται σύμφυσις, ἀλλὰ πάλιν διίσταται διισταμένων τῶν ἀφ’ ὧν τὸ φῶς ἐστι· δύο οὖν λύχνων καιομένων ἐν τῷ αὐτῷ ἄν τὸν ἕτερόν τις χωρίσῃ, συγχωρίζεται αὐτῷ καὶ τὸ ἀπ’ αὐτοῦ φῶς ἐπιδήλως· ἔλαττον γὰρ τὸ καταλειπόμενον γίνεται. πῶς δ’ οὐκ ἄλογον τὸ αὐτὸ ταῖς μὲν ὄψεσι μὴ δύνασθαι ὁρᾶν ἡμᾶς μηδὲ τῷ φωτὶ τῷ ἐκπεμπομένῳ διὰ τῶν ὀμμάτων, τῷ δὲ ταύταις ταῖς ὄψεσι καὶ τῷ φωτὶ τούτῳ συμπεφυκότι, ὅταν προσπέσῃ τινὶ τῶν ὁρατῶν;2 ἔπειτα δὲ πότερον, κἂν πλειόνων ὄψεις πρὸς τὸ αὐτὸ φῶς προσπέσωσιν, ἅπασαι τούτῳ προσφύονται καὶ πάντες ὁρῶσι διὰ μιᾶς ὄψεως; ἢ τίς ὁ τῆς συμφύσεως αὐταῖς τρόπος; καὶ τίς ἡ τοῦ φωτὸς τοῦ ἑκάστου ἐν τῇ συμφύσει τῇ πρὸς † τὴν ἑκάστου τῶν ὁρώντων † ἰδίων διαίρεσις; Ἀπορήσας δὲ πῶς λέγειν οἷόν τε φῶς φωτὶ συμφύεσθαι, προσαπορεῖ καὶ πῶς τῇ κόρῃ καὶ τῷ ἐν αὐτῇ φωτὶ τὸ ἐκτὸς φῶς συμφύεται. πῶς γὰρ τὸ ἐντὸς τῆς ὄψεως τῷ ἐκτὸς φωτὶ συμφύεται; εἰ γὰρ τῷ συμφύεσθαι τὸ ἀφ’ ἡμῶν τῷ ἐκτὸς τὸ ὁρᾶν ἐστι, πῶς ἐκείνῳ τῷ ἐντὸς συμφύεται τὸ ἐκτός; οὐ γὰρ ἡ κόρη ἐστὶν ἡ ὁρῶσα οὐδὲ ὁ ὀφθαλμός· οὐ γὰρ ἐπὶ τῷ ἐσχάτῳ τοῦ ὄμματος ἡ ψυχὴ οὐδὲ τὸ αἰσθητικόν, ὡς φησιν, ἀλλὰ ἔστι τὸ αἰσθητικὸν ἐν ἄλλῳ, ὡς ἔδειξεν ἐν τοῖς Περὶ ψυχῆς. δῆλον οὖν ὅτι καὶ τῷ ἐντὸς δι’ οὗ ὁρῶμεν ἐνδεῖ τοῦ ἐκτὸς φωτός· πᾶν γὰρ ὁμοίως δεῖ διατίθεσθαι τὸ μέχρι τῆς αἰσθητικῆς ἀρχῆς. ἀλλὰ μὴν οὐχ οἷόν τε λέγειν τὸ ἐκτὸς φῶς συμφύεσθαι τῷ ἐντὸς φωτί· μέση γὰρ ἡ μῆνιγξ οὖσα κωλύσει ταύτην τὴν σύμφυσιν, εἴγε σῶμα τὸ φῶς * * * διὰ τὸ ἀσώματα μὴ ἀλλήλοις συμφῦναι. εἰ δὴ δεῖ μὲν συμφῦναι τὸ ἐντὸς φῶς τῷ ἐκτὸς φωτί, ἵνα αἴσθηται ἡ ψυχή, τοῦτο δὲ ἀδύνατον μὴ εἰσιόντος φωτὸς πρὸς αὐτήν, οὐδ’ ἂν ὁρῴη. εἰ γὰρ τῷ μιχθέντι φωτὶ ὁρῶμεν, τὸ δὲ ἐντὸς οὐ μίγνυται τῷ ἐκτός, οὐδ’ ἂν ὁρῴημεν ἐκείνῳ· οὐ γὰρ δὴ ἄκρᾳ ὀψόμεθα τῇ κόρῃ. μήνιγγα δὲ ἂν λέγοι τὸν τὴν κόρην περιέχοντα χιτῶνα· οὕτω καὶ Ἐμπεδοκλῆς λέγων ἐδείχθη πρὸ ὀλίγου ὡς δ’ ὁπότ’ ἐν μήνιγξιν ἐεργμένον ὠγύγιον φῶς. ὥστε ἄμεινον μὲν τοῦ ἐκπέμπεσθαι λέγειν τὸ ἐντὸς φῶς πρὸς τὸ ἐκτὸς εὐθὺς τῇ ἐντὸς † χώρᾳ συμφύεσθαι, ἀδύνατον δὲ καὶ οὕτως· τὸ γὰρ ἐκτὸς φῶς οὐκ ἂν συμφύοιτο τῷ ἐντὸς τῷ μέσην εἶναι τὴν μήνιγγα.3 οὔκ<ουν〉 ἂν διὰ τῆς συμφύσεως τοῦ φωτὸς γίνοιτο τὸ ὁρᾶν, εἰ εἴη τὸ φῶς σῶμα καὶ δέοι αὐτὸ ἅψασθαι τοῦ ᾧ συμφύεται.

“但这同样也是愚蠢的,”他说,并且补充了为何它是愚蠢的。因为光与光融合究竟算什么呢?因为柏拉图曾说,从视觉中流出的光与外部的光产生融合。他在说明黑暗存在时视觉不再能看的原因时说:“当同类的火退入黑夜之中,它便被切断;因为流出进入不相似之物,它自身既发生改变又被熄灭,不再与邻近的空气融合,因为那空气没有火。”因此,他说,正因为从我们之中流出的光在那包含火与光的空气中融合,我们才由于这个原因而看见。但他认为,说光与光融合是愚蠢的。因为融合究竟意味着什么?因为融合既不属于非物体之物,也不是随意的物与随意的物融合;相反,首先融合之物必须是物体,其次彼此之间必须具有某种亲和性。因此,说视觉以及来自视觉的光与外部的光融合,是极不合理的;因为光是非物体的,而且显而易见,光与光之间不会产生任何融合。事实上我们看到,每当来自不同发光物的光与光相遇在同一处时,它们之间不会产生任何融合,而是在光所由发出的源头分开时,光再次分开;因此,在同一个地方点燃着两盏灯时,如果有人移开其中一盏,来自它的光显见地也随之被移开;因为留下来的光变少了。此外,我们不能单凭视觉本身观看,也不能单凭透过双眼发射出的光观看,而凭借与这些视觉以及与这光融合之物,在投射到某个可见物上时[却能观看],这岂能不是不合情理的吗?再者,即使多个人的视觉投射到同一束光上,难道它们都附着于这光并且所有人都在通过单一的视觉观看吗?或者它们融合的方式是什么呢?而且在融合之中,各个观看者的光相对于各自固有的东西,其区分究竟如何呢? 在对如何能说光与光融合提出疑难之后,他又进而质疑外部的光如何能与瞳孔以及其中的光融合。因为视觉的内部如何与外部的光融合呢?因为如果看是凭借我们身上的东西与外部的东西融合而成立,那么外部的东西又如何与那内部的东西融合呢?因为看见的既不是瞳孔也不是眼睛;因为正如他所说,灵魂或感觉机能并不在眼睛的最外表面,而是感觉机能位于别处,正如他在《论灵魂》中所指明的那样。因此显然,我们借以观看的内部部分也需要外部的光;因为直至感觉本原的全部结构都必须受到同样的调准。然而,根本不能说外部的光与内部的光融合;因为如果光是物体,位于中间的膜将阻止这种融合,[而如果光是非物体的,]则由于非物体之物不能彼此融合。既然内部的光为了让灵魂感知而必须与外部的光融合,而若光不进入灵魂之处这便是不可能的,那么灵魂甚至根本无法看见。因为如果我们是凭借混合的光来观看,而内部的光并不与外部的光相混合,那么我们甚至无法凭借那[内部的光]来观看;因为我们断然不能仅凭瞳孔的末端来观看。而他所说的膜应当是指包裹瞳孔的外被膜;正如不久前指明恩培多克勒所说:“正如古老的光被封闭在膜中之时。”因此,与其说内部的光被发射出去,不如说它在内部区域直接与外部的光融合,这固然更好,但即便如此也是不可能的;因为由于膜位于中间,外部的光并不会与内部的光融合。因此,如果光是物体并且必须触及它所融合之物,那么看就不会通过光的融合而产生。

语法注3 条
  1. 1.10οὐδὲ γὰρ ἀσωμάτων τὸ συμφύεσθαι

    属格 ἀσωμάτων 用作表语性的所属属格,表示“融合不属于(不是……的属性)非物体之物”。

  2. 1.10πῶς δ’ οὐκ ἄλογον τὸ αὐτὸ ταῖς μὲν ὄψεσι μὴ δύνασθαι ὁρᾶν ἡμᾶς μηδὲ τῷ φωτὶ τῷ ἐκπεμπομένῳ διὰ τῶν ὀμμάτων, τῷ δὲ ταύταις ταῖς ὄψεσι καὶ τῷ φωτὶ τούτῳ συμπεφυκότι, ὅταν προσπέσῃ τινὶ τῶν ὁρατῶν;

    全句骨架为非人称句式 πῶς δ’ οὐκ ἄλογον τὸ ... [δύνασθαι]。在充当主语的带冠词不定词从句中,ταῖς μὲν ὄψεσι μὴ δύνασθαι ὁρᾶν ἡμᾶς 与 τῷ δὲ ... συμπεφυκότι [δύνασθαι] 借由 μέν...δέ 形成对比,后半部分承前省略并补出 δύνασθαι ὁρᾶν。

  3. 1.10τῷ μέσην εἶναι τὴν μήνιγγα

    由与格冠词 τῷ 引导的带宾格的不定词结构(主语为 τὴν μήνιγγα,表语为 μέσην)充当表示原因的与格,意为“由于膜位于中间”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:32.27-34.21