← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论感觉》注解

§27.20-29.16

对视觉外射说的批判

亚里士多德认为视觉通过流出之物而发生的观点完全不合理,亚历山大据此梳理了数学家的光线圆锥说与柏拉图的光合一说,并论证若发射出之物为物体,将在身体消耗、风力干扰、闭眼穿透、光线扩散以及物体占据同等空间或反周围配置等方面产生诸多困境。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.10#1

" Ἄλογον δ’ ὅλως τὸ ἐξιόντι τινὶ τὴν ὄψιν ὁρᾶν.1" Εἰπὼν μεταξὺ τὴν Δημοκρίτου δόξαν ἐπάνεισι πάλιν ἐπὶ τὴν πρότερον ῥηθεῖσαν. καὶ ἐπεὶ οἱ ἐκ πυρὸς τὴν ὄψιν ποιοῦντες ἔλεγον τὸ ὁρᾶν γενέσθαι ἐξιόντος τινὸς φωτὸς ἀπὸ τῶν ὀφθαλμῶν, καθόλου ἐνστὰς πρὸς τὸ ἐξιόντι τινὶ ἀπὸ τῶν ὀφθαλμῶν τὸ ὁρᾶν γίνεσθαι, ἀνελὼν τοῦτο συναναιρήσει αὐτῷ καὶ ὃ τούτῳ εἵπετο·2 εἵπετο δὲ καὶ τὸ ἐκ τοῦ πυρὸς τὴν ὄψιν εἶναι. τῷ δὲ μὴ ἐξιόντι τινὶ ἀπὸ τῶν ὀφθαλμῶν τὸ ὁρᾶν γίνεσθαι συναναιροῖτ’ ἂν καὶ τὸ ἀνάκλασιν γίνεσθαι. ἄλογον γάρ, φησίν, ὅλως τὸ ἐξιόντι τινὶ ἀπὸ τῶν ὀφθαλμῶν τὸ ὁρᾶν γίνεσθαι. ἐπεὶ δὲ τῶν ὁμοίως λεγόντων τὸ ὁρᾶν γίνεσθαι οἱ μὲν μέχρι τοῦ ὁρωμένου ἡγοῦντο τὸ ἐξιὸν ἀπὸ τῶν ὀφθαλμῶν ἀποτείνεσθαι, ὥσπερ οἱ μαθηματικοί, οἵτινες δι’ ἀκτίνων ἐξιουσῶν ἀπὸ τῶν ὀφθαλμῶν καὶ μέχρι τῶν ὁρωμένων ἀποτεινομένων ὁρᾶν ἡμᾶς λέγουσι (κῶνον γάρ τινά φασιν ἐκ τῶν ἀκτίνων γίνεσθαι κορυφὴν ἔχοντα τὴν ὄψιν, βάσιν δὲ τὸ ὁρώμενον, καὶ τούτῳ τῷ κώνῳ περιλαμβάνεσθαί τε τὰ ὁρώμενα καὶ οὕτως ὁρᾶσθαι, τῆς τοῦ κώνου βάσεως περιλαμβανούσης αὐτά), οἱ δὲ μέχρι τινὸς τὸ ἐκπεμπόμενον ἀπὸ τῶν ὀφθαλμῶν φῶς προϊέναι φασίν, ἔπειτα συμμιγὲς γίνεσθαι τῷ ἔξω φωτὶ καὶ τούτου τοῦ ἐξ ἀμφοῖν συστάντος τε καὶ συμφύντος φωτὸς κατὰ τὸ πέρας τοῖς ὀφθαλμοῖς προσπίπτοντος καὶ διαγγέλλοντος τὸ πάθος τῷ ὀφθαλμῷ τὸ ὁρᾶν γίνεσθαι, ὡς Πλάτωνι δοκεῖ, ἀμφοτέρας φησὶ τὰς δόξας ἀτόπους, πρὸς μαθηματικοὺς οὐδὲν ἀντιλέγων ἄλλο, πρὸς δὲ τοὺς τὸ φῶς ἐξιέναι λέγοντας, ἔπειτα συμφύεσθαι τῷ ἀπὸ τῶν ὁρωμένων φωτὶ λέγει, ἐπειδὴ τῶν πῦρ τὴν ὄψιν εἶναι λεγόντων αὕτη ἡ δόξα ἐστίν, ἣν αὐτῷ προηγουμένως ἀνελεῖν πρόκειται. Λέγοιτο δ’ ἂν καὶ πρὸς ἐκείνους πρῶτον μὲν ὅτι ἀνάγκη σῶμα εἶναι τὸ ἐκπεμπόμενον· οὐ γὰρ δὴ οἷόν τε ἀσώματόν τι κινηθῆναι καθ’ αὑτὸ τοπικῶς. ὄντος δὲ σώματος τοῦ ἐκπεμπομένου, πῶς οὐκ ἀναλίσκεται τὰ ὁρῶντα τοσοῦτον ἀφεστῶτα τοῦ ὁρωμένου, ὅσον ὁ οὐρανὸς ἡμῶν; καὶ γὰρ εἰ λεπτότητι τὸ ἐκπεμπόμενον σῶμα διαφέροι, ἀλλ’ οὖν τὸ πλῆθος τοῦ διαστήματος ἱκανὸν καὶ μεῖζον καταναλῶσαι σῶμα οὗ τὰ ζῷα ἔχει,3 κἂν εἰς λεπτότατόν τις αὐτὸ ἀναλύσῃ. νῦν δὲ οὐδὲν ἐλάττον’ ὁρᾶται τὰ ζῷα γινόμενα, ὅτε τὰ ἀπὸ τοσούτου διαστήματος ὁρᾷ ἢ ὁπότε ἐπιμύει. ἔτι εἰ λεπτὸν οὕτως τὸ προχεόμενόν ἐστιν, ὡς δύνασθαι ἐπὶ τοσοῦτον ἀποτεινόμενον μηδὲν φανερῶς ἀπαναλίσκειν τοῦ ἀφ’ οὗ προχέεται σώματος, πῶς οὐκ εὔφθαρτόν ἐστιν ὑπὸ τοῦ τυχόντος; τὰ γὰρ λεπτότατα τῶν σωμάτων εὐπαθῆ. φαίνεται δὲ τοῦτο μηδὲ ὑπὸ τῶν βιαιοτάτων ἀνέμων ἐκτρέπεσθαι δυνάμενον τῆς ἐπ’ εὐθείας τάξεως. ἔτι εἰ οὕτως ἐστὶ λεπτόν, διὰ τί δὴ καὶ ἐπιμυόντων ἡμῶν οὐ προχεῖται διὰ τῶν ἐν τῷ βλεφάρῳ πόρων; καὶ διὰ τί οὐχ ὁρῶμεν καὶ τότε; πολὺ γὰρ λεπτότερον τὸ ῥεῦμα τὸ τῶν ἀκτίνων τῶν ἱδρώτων οἳ ἐκκρίνονται δι’ αὐτοῦ. ἀλλ’ οὐδὲ τὰ βλέφαρα ἐπιμυόντων οὕτως ἥρμοσται πρὸς ἄλληλα, ὡς μὴ δύνασθαι τὰς ἀκτῖνας οὕτως οὔσας λεπτὰς προχεῖσθαι. καὶ γὰρ εἰ διὰ τῶν στερεῶν διαφανῶν οἷαί τέ εἰσι διέρχεσθαι (ὁρῶμεν γὰρ διὰ τῶν τοιούτων τὰ ἐπέκεινα, ὡς διὰ τῶν σπέκλων τε καὶ τῶν φεγγιτῶν λίθων), δῆλον ὡς καὶ διὰ τοῦ δέρματος τοῦ βλεφάρου δύναιτ’ ἂν προχεῖσθαι. ἔτι διὰ τί οὐκ εἰς στενὸν ἀπολήγουσιν αἱ ἀκτῖνες ἐκπεμπόμεναι, ὥσπερ καὶ πάντα τὰ ἀπό τινων; ἀπορρέον γὰρ ὕδωρ ἐν τῇ προόδῳ στενούμενον ὁρῶμεν, ἀλλὰ καὶ ἡ φλὸξ εἰς ὀξὺ ἀπολήγει. ταύτας δὲ τοὐναντίον ἐκχεομένας πλατύνεσθαί φασι καὶ ἀπολήγειν εἰς κώνου βάσιν. ἔπειτα εἰ σῶμά ἐστι τὸ ἐκπεμπόμενον, δῆλον ὡς καὶ τόπον καθέξει. εἰ δὲ μηδέν ἐστι κενόν, ἤτοι σῶμα διὰ σώματος χωρήσει καὶ δύο σώματα ἅμα ἐν τῷ αὐτῷ ἔσται τόπῳ ἢ καὶ πλείω, εἰ πλείους ἅμα εἶεν οἱ ὁρῶντές τι ταὐτόν, ἢ ἀντιπερίστασις ἔσται, εἰ μὲν ἐν ἀέρι ὁρῶμεν, ἀέρος, εἰ δὲ ἐν ὕδατι, ὕδατος.

“然而,视觉通过某种流出的东西来观看,是完全不合理的。” 在中间陈述了德谟克利特的观点之后,他再次回到先前所提及的观点。并且,既然那些由火构成视觉的人主张,观看是通过某种光从眼中流出而发生的,那么通过普遍地反对观看是通过某种从眼中流出的东西发生,在取消这一点的同时,他也将一同取消随之而来的结论;而视觉由火构成也是随之而来的。而且,由于观看并非通过某种从眼中流出的东西发生,发生反射这一点也将一同被取消。因为他说,观看通过某种从眼中流出的东西发生,是完全不合理的。而在同样主张观看如此发生的人当中,一部分人认为从眼中流出的东西一直延伸到可见物,如同数学家们那样,他们说我们是通过从眼中流出并延伸到可见物的光线来观看的(因为他们说光线构成一种锥体,以视觉为顶点,以可见物为底面,可见物被这一锥体包围并以此方式被看见,锥体的底面将它们包围);而另一部分人则说,从眼中发射出的光前进到某一程度,然后与外面的光相混合,并且由于这由两者构成并结合为一体的光在其末端触及眼睛并将这一受动通报给眼睛,观看得以发生,如柏拉图所认为的那样。他说这两种观点都是荒谬的,他对数学家们并未提出别的反驳,而是针对那些说光流出随后与来自可见物的光结合的人立论,因为这是主张视觉是火的人们的观点,而这正是他首要打算取消的。但人们也可以针对那些[数学家]首先指出,所发射出的东西必然是物体;因为非物体性的东西自身绝不可能发生空间运动。如果所发射出的是物体,当可见物与观看者的距离像天与我们的距离那样遥远时,观看者怎能不被耗尽呢?因为即使所发射出的物体在稀薄性上极为出众,但距离的广阔也足以耗尽甚至比动物所具有的更大的物体,即使有人将它分解为最稀薄的部分。但实际上,动物观看相距如此遥远的事物时,丝毫不见得比它们闭眼时变得更小。此外,如果倾注而出的东西是如此稀薄,以至于延伸至如此之远却能显然不耗尽其所倾注而出的物体的任何部分,它怎能不轻易被随遇之物所毁灭呢?因为最稀薄的物体是最易受影响的。然而这一[光线]似乎即使受到最猛烈的风吹,也不能被偏离其直线的排列。此外,如果它是如此稀薄,为什么即使在我们闭眼时,它也不穿过眼睑中的孔隙倾注而出呢?为什么我们那时也看不见呢?因为光线的流注远比穿过眼睑分泌出的汗液更加稀薄。但闭眼者的眼睑彼此贴合,也并没有达到使如此稀薄的光线无法倾注而出的程度。因为如果[光线]能够穿过坚实的透明体(因为我们透过此类物体看见其后面的东西,例如透过透光石和镜石),显然它也能够穿过眼睑的皮肤倾注而出。此外,为什么光线在发射时,不像所有从某物发出之物那样在狭窄处终结呢?因为我们看到流淌出的水在前进中变窄,火焰也终结于尖锐之处。但他们反而说这些[光线]在倾泻而出时变宽,并终结于锥体的底面。再者,如果所发射出的是物体,显然它也将占据空间。如果没有任何虚空,那么要么物体将穿过物体,两个物体甚至若有更多人同时观看同一事物则更多物体将同时处于同一地点,要么将发生反周围配置——若我们在空气中观看则是空气的反周围配置,若在水中则是水的反周围配置。

语法注3 条
  1. 1.10Ἄλογον δ’ ὅλως τὸ ἐξιόντι τινὶ τὴν ὄψιν ὁρᾶν

    句式骨架为非人称判断 ἄλογον [ἐστί] 后接带冠词不定式从句 τὸ ... τὴν ὄψιν ὁρᾶν 作为主语。与格 ἐξιόντι τινὶ 作 ὁρᾶν 的工具与格(“通过某种流出的东西”),宾格 τὴν ὄψιν 为不定式的逻辑主语。

  2. 1.10καθόλου ἐνστὰς πρὸς τὸ ἐξιόντι τινὶ ἀπὸ τῶν ὀφθαλμῶν τὸ ὁρᾶν γίνεσθαι, ἀνελὼν τοῦτο συναναιρήσει αὐτῷ καὶ ὃ τούτῳ εἵπετο

    主句主动词为 συναναιρήσει,未明示的主语为亚里士多德。分词 ἐνστάς 和 ἀνελών 表示伴随或先行于主动词的动作。短语 πρὸς τὸ ... γίνεσθαι 作 ἐνστάς 的补足语(“反对……”),其中 τὸ ὁρᾶν 为 γίνεσθαι 的主语。主动词的宾语为关系代词从句 ὃ τούτῳ εἵπετο(“随之而来的东西”),其内容由下一句具体说明。

  3. 1.10ἱκανὸν καὶ μεῖζον καταναλῶσαι σῶμα οὗ τὰ ζῷα ἔχει

    在 μεῖζον ... σῶμα οὗ τὰ ζῷα ἔχει 的结构中,关系代词 οὗ 作为由比较级 μεῖζον 所要求的比较属格(或受先行词格吸引),意为“比动物所拥有的[身体]更大的物体”。不定式 καταναλῶσαι 依附于谓语形容词 ἱκανόν,构成“足以耗尽……”的说明性不定式用法。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:27.20-29.16