- 底本
- Alexander, In Librum De Sensu Commentarium. Commentaria in Aristotelem Graeca III.1, ed. P. Wendland, Berlin: Reimer 1901, pp. 1-173. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:29.16-31.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大发挥亚里士多德的论证,反驳光线从眼中发射出的视觉学说,指出其在媒质的反周围配置上的破产、远近视认的即时性与时间运动的矛盾、光线圆锥体相交截断的不可能性,以及所发射物体(空气或火)的本性所带来的荒谬后果。
εἰς τί οὖν ἡ ἀντιπερίστασις; οὔτε γὰρ εἰς τὸν ὀφθαλμὸν καὶ τὴν κόρην οἷόν τε δέχεσθαι τὸ ἀντιμεθιστάμενον ταῖς ἀκτῖσιν ὕδωρ, ὅταν δὴ ἐν ὕδατι βλέπωμεν, οὔτε διὰ τῆς ἀναπνοῆς ἡμᾶς δέχεσθαι αὐτό· οὐδὲ γὰρ ἀναπνέομεν τὴν ἀρχὴν ἐν ὕδατι ὄντες. ζητητέον οὖν 〈ἐν〉 τῇ τοῦ ὕδατος ἀντιπεριστάσει τὸ πρὸς τί ἀντιπεριίσταται τοῦτο τὸ σῶμα τὸ δι’ οὗ φέρεται ὁ κῶνος. ἑνὸς μὲν γὰρ ὁρῶντος τῷ ἐκείνου κώνῳ ἂν ἀντιπεριΐστατο· εἰ δὲ καὶ δεύτερος ὁρῴη καὶ τρίτος τὸ αὐτό, πῶς ἔτι, καθ’ ὃ συμβάλλουσιν ἀλλήλοις οἱ κῶνοι,1 ἀντιπερίστασις ἔσται; εἰ γὰρ τὸ μόριον τοῦ κώνου τῷ μορίῳ τοῦ κώνου ἀντιπεριΐσταται, εἷς ἂν μόνος ὁρῴη, οὗ τοῦ κώνου τὸ μόριον κατέχει τὸν τόπον ἐκεῖνον τὸν πρὸς τῷ ὁρωμένῳ. ὧν γὰρ ἀντιπεριέστη τὰ μέρη τῶν κώνων, πῶς ἄν ἔτι ὁρῷεν οὗτοι;2 ἀλλὰ μὴν πάντες ἅμα ὁρῶσιν. ἀνάγκη ἄρα δι’ ἀλλήλων χωρεῖν τοὺς κώνους καὶ πολλὰ σώματα ἕνα καὶ τὸν αὐτὸν κατέχειν τόπον, ὃν καὶ τὸ τοῦ ἑνὸς κώνου μόριον κατέχει. ἔτι εἰ πᾶσα κίνησις ἐν χρόνῳ, κατὰ δὲ τὴν τῶν ἀκτίνων ἔκχυσίν τε καὶ τάσιν ἐπὶ τὸ ὁρώμενον τὸ ὁρᾶν, ἐν χρόνῳ ὀψόμεθα. ἀλλὰ μὴν ἀδύνατον τὸ αὐτό τι καὶ ἰσοταχῶς κινούμενον ἐν τῷ ἴσῳ χρόνῳ κινηθῆναι τόδε τι τὸ διάστημα καὶ τὸ τούτου πολλαπλάσιον. ὁρῶμεν δὲ ἅμα τῷ ἀναβλέψαι, εἰ φῶς εἴη, τά τε ἐγγὺς καὶ τὰ πορρωτάτω. ἔτι εἰ πολλοὶ ἅμα τὸ αὐτὸ ὁρῷεν ἐκ διαφόρων τόπων καὶ φέροιντο οἱ κῶνοι ἢ ὅ τι δὴ καὶ ἔστι τὸ φερόμενον ἀπὸ τῆς ὄψεως ἐπὶ τὸ ὁρώμενον ἀπὸ πάντων τῶν ὁρώντων, ἀνάγκη δι’ ἀλλήλων φέρεσθαι τὰ φερόμενα καὶ περιλαμβάνοντα τὸ ὁρώμενον. οὕτως δὲ τέμνοιντο ἂν ὑπ’ ἀλλήλων οἱ κῶνοι. οὗ γινομένου3 ἀνάγκη λύεσθαι τὴν τῶν ἐκπεμπομένων σωμάτων ἐπὶ τὸ ὁρώμενον συνέχειαν, διαιρουμένης δὲ ταύτης οὐδ’ ἂν ὁρᾶν ἔτι δυνατὸν εἴη. τὸ δ’ αὐτὸ τοῦτο ἀνάγκη γίνεσθαι καὶ εἰ δύο τινὲς εἶεν οἱ ὁρῶντες ἄντικρυς ἑστῶτες ἀλλήλων, εἴη δὲ ἐπ’ εὐθείας ἑκατέρῳ τῶν ὁρώντων ὁρατόν τι κείμενον, οἳ δὲ ὁρῷεν μὴ τὰ καθ’ αὑτοὺς ἀλλ’ ἑκάτερος αὐτῶν τὸ τῷ ἑτέρῳ ἐπ’ εὐθείας κείμενον· καὶ γὰρ οὕτως ἀνάγκη κατὰ τὸ μέσον συμβάλλειν τε τοὺς κώνους ἀλλήλοις καὶ τέμνεσθαι ὑπ’ ἀλλήλων, ἢ τὸν ἕτερον διὰ τοῦ ἑτέρου χωρεῖν· οὕτως δ’ ἂν πάλιν δύο σώματα γένοιτ’ ἐν τῷ αὐτῷ. ἔτι οἱ ἐξ ἐναντίας ἀλλήλους ὁρῶντες πῶς ὁρᾶν δυνήσονται; ἢ γὰρ οἱ κῶνοι ἀπαντῶντες ἀλλήλοις οὐ προελεύσονται, εἰ εἶεν ἰσοσθενεῖς, ὥστε οὐδέτερος οὐδέτερον ὄψεται, ἢ ὁ ἕτερος τὸν ἕτερον ὄψεται, οὐκέτι δὲ καὶ ὁ ἕτερος τὸν ἕτερον. ἔτι εἰ σῶμά ἐστι τὸ ἀπὸ τῶν ὀφθαλμῶν ἀπορρέον ᾧ ὁρῶμεν, ἤτοι ἀὴρ ἔσται ἢ πῦρ· ταῦτα γὰρ λεπτότατα τῶν ἐν ἡμῖν σωμάτων. ἀλλ’ ἀέρα μὲν οὐκ εὔλογόν ἐστιν. ἔστι γὰρ καὶ πρὸ τῶν ὀφθαλμῶν καὶ πρὸ τῆς κόρης ἀήρ· μάτην οὖν ἔνδοθεν ἐκπέμποιτο ἄν. εἰ δὲ πῦρ τὸ ἐκπεμπόμενον (τοῦτο γὰρ λεπτότερόν τε καὶ εὐκινητότερον), πυρὸς δὲ ἡ ἄνω κίνησις κατὰ φύσιν, πῶς οὐκ εἰς τὸ ἄνω μόνον ὁρῶμεν, ἀλλὰ καὶ τὰ ὑφ’ ἡμᾶς καὶ κάτω, καὶ ἰσοταχῶς γε καὶ ὁμοίως; ἢ τί ἔσται τὸ μετὰ τὸ προχυθῆναι ἐκ τῶν ὀφθαλμῶν τὸ πῦρ εἰς τὸ κάτω αὐτὸ βίᾳ κινοῦν; ἔτι πῶς τὰ κατὰ τοῦ ὕδατος ὁρῶμεν; πῦρ γὰρ πᾶν ἐν ὕδατι σβέννυται, καὶ ὅσῳ ἂν λεπτότερόν τε ᾖ καὶ ἔλαττον, θᾶττον. ἀλλ’ οὐδὲ διὰ τῆς ὄψεως εὔλογον φέρεσθαι πῦρ· ὕδατος γὰρ καὶ ἡ κόρη. ἔτι εἰ πῦρ ἐστι τὸ ἐκπεμπόμενον, ἔδει αὐτό, εἰ καὶ μὴ μεθ’ ἡμέραν, ἀλλὰ νυκτός γε ὁρᾶσθαι.
那么,反周围配置是向着何处发生的呢?因为当我们在水中观看时,既不可能将因光线而移位的水接纳进眼睛和瞳孔,我们也不可能通过呼吸接纳它;因为身处水中时,我们根本就不呼吸。因此,在水的反周围配置中,必须探讨圆锥体行经的这一物体是相对于什么发生反周围配置的。因为如果只有一人观看,它本会相对于那个人的圆锥体发生反周围配置;但如果有第二个人和第三个人也观看同一物,在圆锥体彼此相遇的地方,又怎能还有反周围配置呢?因为如果圆锥体的一部分相对于圆锥体的一部分发生反周围配置,那么只有一个人会看见——即其圆锥体的一部分占据着靠近可见物的那一处空间的那个人。因为那些人的圆锥体各部分若已发生了反周围配置,这些人又怎能还能看见呢?然而事实上,所有人都是同时看见的。因此,圆锥体必然彼此穿透,多个物体必然占据同一个空间,而这正是那单个圆锥体的一部分所占据的空间。此外,如果一切运动都在时间中进行,而观看是根据光线的倾泻以及向可见物的伸展而成立的,我们便将在时间中看见。然而,同一物体以相等的速率运动,绝不可能在相等的时间内既运动了这一特定距离,又运动了它的数倍距离。但只要有光,我们在抬眼注视的同时,就既看见近处的物体,也看见最遥远的物体。此外,如果许多人从不同的地点同时观看同一事物,且圆锥体——或无论那从视觉向着可见物被输送之物到底是什么——从所有观看者那里被输送,那么这些被输送并包围可见物的东西就必然彼此穿透。这样一来,圆锥体将被彼此截断。当这种情况发生时,向着可见物发射出的诸物体的连续性必然瓦解,而一旦这连续性被截断,甚至也就不可能再观看了。如果两个观看者面对面站立,且在每个观看者的直线上各置有一可见物,而他们所看的不是正对自己的物体,而是各自看着位于对方直线上的物体,这同一情况也必然发生;因为即使这样,圆锥体也必然在中间彼此相遇并相互截断,或者其中一个穿过另一个;而这样一来,又将有两个物体处于同一地点。此外,从正对面彼此对视的人又怎能看见呢?因为相遇的圆锥体如果力量相当,就将不再前进,以至于谁也看不见对方;要么就是其中一人看见另一人,而另一人却不能再看见这一人。此外,如果我们赖以观看的从眼中流出的东西是物体,它要么是空气,要么是火;因为这些是我们体内最稀薄的物体。但说是空气是不合情理的。因为在眼睛之前和瞳孔之前本就有空气;因此从内部发射它将是徒劳的。如果发射出的是火(因为火更加稀薄且更易运动),而火的自然运动是向上的,为什么我们不仅向着上方看,而且也同样以相等的速率向我们下方和低处看呢?或者在火从眼中倾注而出之后,强行驱动它向下的力量又会是什么呢?此外,我们又如何能看见水中的物体呢?因为一切火都在水中熄灭,而且越是稀薄和少量的火,熄灭得越快。但是火经由视觉被输送也是不合情理的;因为瞳孔也是由水构成的。此外,如果发射出的是火,即便在白天看不见,至少在夜间它本身也应当是可见的。
- 1.10καθ’ ὃ συμβάλλουσιν ἀλλήλοις οἱ κῶνοι
介词短语 καθ’ ὅ 由 κατά 与中性单数关系代词 ὅ 构成,充当空间性及限定性的副词性从属短语(“在圆锥体彼此相遇的地方/就此而言”),修饰主句的 ἀντιπερίστασις ἔσται。
- 1.10ὧν γὰρ ἀντιπεριέστη τὰ μέρη τῶν κώνων, πῶς ἄν ἔτι ὁρῷεν οὗτοι;
关系代词 ὧν 为属格,依附于从句主语 τὰ μέρη τῶν κώνων 作为领属属格(“那些人的圆锥体各部分”),其先行词是主句中后置的指示代词 οὗτοι。
- 1.10οὗ γινομένου
属格独立结构,中性单数代词 οὗ 指代前文所述圆锥体彼此相截断之事(τέμνοιντο ἂν ὑπ’ ἀλλήλων οἱ κῶνοι),表示时间或条件关系(“当这种情况发生时 / 若此发生”)。
