← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论感觉》注解

§26.8-27.19

视觉器官由水而非空气构成的理由

亚历山大详细阐释了亚里士多德关于视觉器官为何由水而非空气构成(易保持性、紧密性以及在透明物两极之间的中间性)的论证,以及支持此说的解剖学与生理学证据。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.9

" Τὸ μὲν οὖν εἶναι τὴν ὄψιν ὕδατος, ἀληθὲς μέν, οὐ μέντοι συμβαίνει τὸ ὁρᾶν ᾗ ὕδωρ." Ἀληθὲς μέν φησι τὸ ὑπὸ Δημοκρίτου λεγόμενον εἶναι, τὸ ὅτι ἡ ὄψις ὕδατός ἐστιν· οὐ μὴν διότι ὕδωρ ἐστὶ καὶ ἐξ ὕδατος, διὰ τοῦτο ὁρᾷ, ἀλλὰ καθότι συμβέβηκε τῷ ὕδατι διαφανεῖ εἶναι· διὰ γὰρ διαφανοῦς τὸ ὁρᾶν. διὸ καὶ δι’ ὕδατος· διαφανὲς γὰρ καὶ τοῦτο. ἑξῆς δὲ προστίθησι καὶ τὴν αἰτίαν δι’ ἥν, ὀφείλοντος διαφανοῦς εἶναι τούτου ᾧ ὁρῶμεν, ὄντος δὲ διαφανοῦς οὐκ ἔλαττον τοῦ ἀέρος ἢ τοῦ ὕδατος,1 ἔστιν ὕδατος ὁ ὀφθαλμός. λέγει γάρ· διὰ τὸ εὐφυλακτότερον εἶναι τὸ ὕδωρ τοῦ ἀέρος καὶ δύνασθαι μᾶλλον σῴζεσθαι ἐν ᾧ ἂν ἀποληφθῇ (ὁ γὰρ ἀὴρ εὐδιάπνευστός τε καὶ δυσαπόληπτος τῷ διαπνεῖσθαι ῥᾳδίως) εἴη ἂν ἐξ ὕδατος, καὶ διὰ τὸ φυλακτικώτερον εἶναι τοῦ τόπου τὸ ὕδωρ τοῦ ἀέρος καὶ μᾶλλον συνεστάναι (τούτου γὰρ τὸ εὐυποληπτότερον ὄνομα, ᾧ κέχρηται, σημαντικόν)· σύστασιν γὰρ μᾶλλον ἔχει, εὐρίπιστος γὰρ ὁ ἀήρ. καὶ ἔστιν ὁ μὲν ἀὴρ διαφανὴς μόνον διὰ λεπτότητα, τὸ δὲ ὕδωρ καὶ διαφανὲς καὶ ἐμφανές. δι’ οὗ μὲν οὖν ὁρῶμεν ἀρκεῖ τοῦτο διαφανὲς εἶναι, ᾧ δὲ ὁρῶμεν, τοῦτο καὶ ἐμφανὲς καὶ τοιοῦτον οἷον δέχεσθαι δύνασθαί τε καὶ σῴζειν τὰ τῶν ὁρωμένων εἴδη· ἢ οὐδὲν ἡ ἔμφασις πρὸς τὸ ὁρᾶν συντελεῖ, ἀλλ’ ἱκανὴ ἡ διαφάνεια, ὡς εἶπεν. ἔτι δύο ὑπεροχῶν οὐσῶν ἐν τῷ διαφανεῖ καὶ ὄντος ἄκρως μὲν ἀραιοῦ τοῦ ἀέρος, στερεῶν δὲ πάλιν τῶν ὡρισμένων διαφανῶν (ταῦτα δέ ἐστι τὰ ἴδιον πέρας ἔχοντα, ὡς ὕελός τε καὶ τῶν λίθων οἱ τοιοῦτοι), μέσον ἐστὶν ἑκατέρου τῶν ἄκρων τούτων τὸ ὕδωρ· ἔδει δὲ τὸ ἑκατέρων ἀντιληψόμενον τῶν ὑπερβολῶν ἐν μέσῳ εἶναι ἑκατέρου (εἰ γὰρ ἦν ἐκ τοῦ ἑτέρου τῶν ἄκρων, οὐκ ἂν ἀντελαμβάνετο τοῦ ἑτέρου πόρρω ὄντος καὶ κατὰ πολὺ διεστῶτος, ἐπεί, ὡς αὐτὸς εἴρηκεν ἐν τῷ δευτέρῳ Περὶ ψυχῆς, δεῖ εἶναι τὸ δι’ οὗ αἰσθανόμεθα).2 ἔστι δὲ τοιοῦτον τὸ ὕδωρ πρὸς τὰ ἄλλα διαφανῆ· εἰκότως οὖν ἐκ τούτου ἡ ὄψις. Ὅτι δὲ ἐξ ὕδατός ἐστιν ἡ κόρη δι’ ἧς ὁρῶμεν, καὶ ἐξ αὐτῶν δείκνυσι τῶν ὀφθαλμῶν· διαφθειρομένων γὰρ τούτων τὸ ἐκρέον ὕδωρ φαίνεται ὄν. ἀλλὰ καὶ ἐν τοῖς παντελῶς ἔτι τῶν ἐμβρύων νεογνοῖς φησι τῇ τε ψυχρότητι καὶ τῇ λαμπρότητι ὑπερβάλλειν τὸ ἐν τοῖς ὀφθαλμοῖς ὑγρόν. † δῆλόν ἐστι καὶ ἐκ τῶν ἀνατομῶν τὰ τοῦ ὀφθαλμοῦ· οὐ γὰρ ἄλλο τί ἐστιν ἢ ὑγρὸν τὸ περιεχόμενον ἐν ἐκείνῳ τῷ χιτῶνι, ἔνθα ἡ κόρη. λέγει δὲ καὶ διὰ τοῦτο ἐν τοῖς ἐναίμοις τῶν ζῴων τὸ λευκὸν τοῦ ὄμματος λιπαρὸν εἶναι μάλιστα, ὅπως διαμένῃ τὸ ὑγρὸν τὸ αὐτόθι ἄπηκτον θαλπόμενον διὰ τούτου. διὸ ἀρριγότατος ὁ ὀφθαλμός ἐστι. τὰ μὲν οὖν τῶν ζῴων ἔναιμα ταύτην τὴν βοήθειαν ἔχει πρὸς τὸ μὴ πήγνυσθαι αὐτῶν τὸ ἐν τοῖς ὀφθαλμοῖς ὑγρόν· τὰ δὲ ἄναιμα πιμελὴν μὲν οὐκ ἔχει, σκληρόφθαλμα δέ ἐστι διὰ τὴν τῶν περικειμένων χιτώνων τῷ ὑγρῷ δι’ οὗ ὁρῶσι στερεότητα καὶ ὑπὸ τούτων σκέπονται.

“因此,视觉属于水是真实的,然而观看并非在其作为水的意义上发生。” 他说德谟克利特所说的是真实的,即视觉属于水;然而并非因为它由水构成并来自水,视觉才因这一点而观看,而是就水偶适为透明体而言;因为观看是通过透明体进行的。所以也是通过水进行的;因为水也是透明的。接着他还补充了原因:既然我们用来观看的器官应当是透明的,而且空气并不比水更缺少透明性,为何眼睛却是由水构成的。因为他说:由于水比空气更容易保持,且更能保存在其所被封闭之处(因为空气容易散逸,且因散逸迅速而难以封闭),所以[眼睛]应当是由水构成的;而且由于水比空气更能保持空间,且更加凝实(因为他所使用的“更易把握”这一名称正是指示这一点的);水确实具有更多的凝实度,而空气容易流动摇荡。并且空气仅仅由于其稀薄而透明,而水不仅透明,而且具有映现性。因此,对于我们透过其来观看的媒介而言,仅是透明就足够了;但对于我们借以观看的器官而言,它必须也具有映现性,并且能够接受和保存可见之物的形式;或者映现对于观看并无助益,如他所言,仅透明性就足够了。此外,在透明物中存在着两个极度:空气处于极度稀薄的状态,而限定的透明体则处于坚实的状态(这些是具有自身界限的物体,如玻璃和此类石块),水则是这两个极端的中间物;而要感知这两个极度的事物,应当处于两者的中间(因为如果它是由极端之一构成的,它就不能感知处于远端且相隔极远的另一个极端,因为正如他本人在《论灵魂》第二卷中所说的,我们借以感觉的媒介必须是[中道的])。而水相对于其他透明物而言正是如此;因此,视觉由水构成是合理的。至于我们用以观看的瞳孔是由水构成的,他也从眼睛本身表明了这一点;因为在眼睛损坏时,流出的液体显然是水。而且他还说,在胚胎完全刚分娩的幼体中,眼睛内的液体在寒冷与明亮方面也格外显著。眼睛的构造从解剖中也可以看得很清楚;因为在瞳孔所在的那个膜囊中所包含的,不是别的,正是液体。他还说,正因如此,在有血动物中,眼白部分特别富含油脂,以便那里的液体因受到油脂的温煦而保持不冻结。因此眼睛是最不怕冷的。因此,有血动物具有这种辅助手段,防止它们眼中的液体冻结;而无血动物则没有脂肪,但由于包裹着它们用以观看的液体的那些膜具有坚实性,所以它们具有硬眼,并受到这些膜的遮蔽保护。

语法注2 条
  1. 1.9ὀφείλοντος διαφανοῦς εἶναι τούτου ᾧ ὁρῶμεν, ὄντος δὲ διαφανοῦς οὐκ ἔλαττον τοῦ ἀέρος ἢ τοῦ ὕδατος

    两个属格绝对结构通过连词δέ并列。前者指明“借以观看的器官必须是透明的”这一前提要求,后者则提出“空气并不亚于水之透明”这一让步性事实,共同构成了主句“眼睛为何由水构成”的问题背景。

  2. 1.9δεῖ εἶναι τὸ δι’ οὗ αἰσθανόμεθα

    不定词εἶναι的表语需要根据前文的“ἐν μέσῳ εἶναι ἑκατέρου”补充“μέσον”(中道的/处于中间的)。这里指的是《论灵魂》第二卷中确立的学说,即感觉器官或媒介必须处于两极之间的中间状态(中道),才能感知到两极。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:26.8-27.19