- 底本
- Alexander, In Librum De Sensu Commentarium. Commentaria in Aristotelem Graeca III.1, ed. P. Wendland, Berlin: Reimer 1901, pp. 1-173. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:24.10-26.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德在438a5–438a7批判德谟克利特的视觉理论(肯定视觉由水构成,但驳斥将观看等同于瞳孔映现的说法),亚历山大就此阐释了映现、影像、反射的概念,并对原文极度简炼语句的两种可能解读进行了剖析。
" Δημόκριτος δ’ ὅτι μὲν ὕδωρ φησὶν εἶναι, λέγει καλῶς, ὅτι δ’ οἴεται τὸ ὁρᾶν εἶναι τὴν ἔμφασιν, οὐ καλῶς." Ἀντειπὼν τοῖς ἐκ πυρὸς τὴν ὄψιν ποιοῦσιν ἐπὶ τὴν Δημοκρίτειον δόξαν μετελήλυθε, καὶ τὸ μὲν ἐξ ὕδατος τὴν ὄψιν λέγειν αὐτὸν εἶναι ἐπαινεῖ, τὸν δὲ τρόπον καθ’ ὃν γίνεσθαι τὸ ὁρᾶν λέγει οὐκ ἀποδέχεται. λέγει γὰρ Δημόκριτος τὸ ὁρᾶν εἶναι τὸ τὴν ἔμφασιν τὴν ἀπὸ τῶν ὁρωμένων δέχεσθαι. ἔστι δὲ ἡ ἔμφασις τὸ ἐμφαινόμενον εἶδος ἐν τῇ κόρῃ, ὁμοίως δὲ καὶ ἐν τοῖς ἄλλοις τῶν διαφανῶν, ὅσα οἷά τε τὴν ἔμφασιν φυλάττειν ἐν αὑτοῖς. ἡγεῖται δὲ αὐτός τε καὶ πρὸ αὐτοῦ Λεύκιππος καὶ ὕστερον δὲ οἱ περὶ τὸν Ἐπίκουρον εἴδωλά τινα ἀπορρέοντα ὁμοιόμορφα τοῖς ἀφ’ ὧν ἀπορρεῖ (ταῦτα δέ ἐστι τὰ ὁρατά) ἐμπίπτειν τοῖς τῶν ὁρώντων ὀφθαλμοῖς καὶ οὕτως τὸ ὁρᾶν γίνεσθαι. οὗ τεκμήριον παρατίθεται τὸ ἀεὶ τῶν ὁρώντων ἐν τῇ κόρῃ εἶναι τὴν τοῦ ὁρωμένου ἔμφασιν καὶ εἴδωλον· ὃ δὴ καὶ τὸ ὁρᾶν εἶναι. ἀντιλέγει δὲ πρὸς τὴν δόξαν τοῦ Δημοκρίτου ταύτην τοῦτο μὲν συμβαίνειν (λέγων τὴν ἔμφασιν) διὰ τὸ τὸ ὄμμα λεῖον εἶναι·1 τὰ γὰρ λεῖα πάντα πέφυκε τὴν τοιαύτην ἀπὸ τῶν ὁρατῶν ἔμφασιν δέχεσθαι, οὐχ ὁ ὀφθαλμὸς μόνος. ὅτι δὲ οἴεται τὸ ὁρᾶν εἶναι τὴν ἔμφασιν, οὐ καλῶς τοῦτ’ ἔστιν ‘ὅτι δὲ οἴεται τὴν ἔμφασιν αἰτίαν εἶναι τοῦ ὁρᾶν, οὐ καλῶς.’
“德谟克利特说[视觉]是水,说得很好;但他以为观看就是映现,则说得不好。” 在反驳了那些主张视觉由火构成的人之后,他转向了德谟克利特的观点;他称赞德谟克利特说视觉是由水构成的,但并不赞同他关于观看如何发生的说法。因为德谟克利特说,观看就是接受来自所见之物的映现。映现就是在瞳孔中显现的形式,同样也显现在其他能够将映现保存在自身的透明物中。他本人以及在他之前的留基伯、后来的伊壁鸠鲁学派都认为,从流出之物(这些就是可见物)中流出并与之一模一样的某种影像落入观看者的眼中,观看便如此产生。他引以为证的是:在观看者的瞳孔中始终存在所见之物的映现和影像;而这正是观看。但他反驳德谟克利特的这一观点说,这(他指的是映现)之所以发生,是因为眼睛是光滑的;因为一切光滑之物天生都能接受来自可见物的此类映现,而不仅仅是眼睛。“但他以为观看就是映现,则说得不好”,意思是“但他以为映现是观看的原因,则说得不好”。
" Καὶ ἔστιν οὐκ ἐν ἐκείνῳ, ἀλλ’ ἐν τῷ ὁρῶντι·2 ἀνάκλασις γὰρ τὸ πάθος." Δοκεῖ μοι σφόδρα βραχέως εἰρῆσθαι τὸ λεγόμενον, διὸ καὶ ἀσαφὲς εἶναι. ἔστι γὰρ ὃ λέγει· ‘καὶ ἔστιν οὐκ ἐν ἐκείνῳ τὸ ὁρᾶν, τουτέστιν οὐ διὰ τὴν ἔμφασιν οὐδὲ ἐν τῇ ἐμφάσει ἐστὶ τὸ ὁρᾶν, ἀλλ’ ἐν τῷ ὁρῶντι, τουτέστι τῷ ἔχοντι τὴν ὁρατικὴν δύναμιν· ἡ γὰρ ἔμφασις ἀνάκλασίς τίς ἐστι καὶ πάθος’. ἢ τὸ καὶ ἔστιν οὐκ ἐν ἐκείνῳ, ἀλλ’ ἐν τῷ ὁρῶντι· ἀνάκλασις γὰρ τὸ πάθος ἴσον ἐστὶ τῷ ‘καὶ ἔστιν οὐκ ἐν τῇ ἐμφάσει τὸ ὁρᾶν, ἀλλ’ ἐν τῷ ὁρῶντι ἡ ἔμφασις’· οὗ δεικτικὸν τὸ ἐπενεχθὲν τὸ ἀνάκλασις γὰρ τὸ πάθος. ἐν γὰρ τῷ ὀφθαλμῷ, ὅς ἐστιν ὁ ὁρῶν, ἡ ἔμφασις, διότι λεῖος. ἡ γὰρ ἔμφασις πάθος τί ἐστι κατὰ ἀνάκλασιν γινόμενον ἐν τοῖς λείοις τε καὶ σύστασίν τινα ἔχουσιν, ὡς δύνασθαι σῴζειν τὸ ἐμφαινόμενον διὰ τοῦ μεταξὺ διαφανοῦς γινόμενον, ὁποῖόν ἐστι καὶ ὁ ὀφθαλμός. ὅθεν πάλιν ὡς τὸ ὁρατὸν ἔχοντος ἐν αὑτῷ, τοῦτο δέ ἐστιν ἡ ἔμφασις, ἐπ’ ἄλλο τι διάδοσις τῆς ἐμφάσεως γίνεται καὶ ἐπ’ αὐτὸν τὸν ὁρῶντα. τῷ οὖν καὶ τὸν ὀφθαλμὸν τοιοῦτον εἶναι (λεῖος γάρ) γίνεται καὶ ἐν τούτῳ ἡ ἔμφασις κατὰ τὴν τῶν ὁρωμένων ἀνάκλασιν διὰ τοῦ μεταξὺ διαφανοῦς, ὅταν κατ’ ἐνέργειαν τοιοῦτον ᾖ. κοινότερον δὲ χρῆται τῷ τῆς ἀνακλάσεως ἐπὶ τῆς ἐμφάσεως ὀνόματι, ὡς καθωμιλημένῳ ἐπὶ τούτων· ἐπεὶ ὅτι γε οὐ κατ’ ἀνάκλασιν ταῦτα γίνεται, ὡς δοκεῖ τοῖς ἀπὸ τῶν μαθημάτων, ἀλλὰ τῇ τοῦ διαφανοῦς διακονίᾳ, ὃ πάσχον πως ὑπὸ τοῦ ὁρωμένου διαδίδωσιν ὃ πάσχει πάθος τοῖς λείοις τε καὶ στέγειν αὐτὰ καὶ σῴζειν δυναμένοις, ὅταν ἐπ’ εὐθείας ᾖ ταῦτα τοῦ ὁρωμένου κείμενα, ἀπὸ τούτων πάλιν πάσχον ὡς ἀπ’ ἀρχῆς τινος τὸ πάθος διαδίδωσιν ἐπὶ ταῦτα ἀφ’ ὧν τὴν ἀρχὴν ἔπαθεν, εἴρηκεν, ὅτε ἔλεγεν ἐν τοῖς Περὶ ψυχῆς περὶ τοῦ πῶς ὁρῶμεν. εἰπὼν δὲ τὴν ἔμφασιν οὐ τὸ ὁρώμενον εἶναι ἀλλὰ πάθος τι καὶ ἀνάκλασιν, προστίθησιν ὅτι μηδέπω περὶ τῶν ἐμφάσεών τε καὶ ἀνακλάσεων δῆλον 〈ἦν〉 τῷ Δημοκρίτῳ ἴσως, μήτε τί εἰσιν αἱ ἐμφάσεις μήτε πῶς γίνονται μήτε ὅτι τὰ λεῖα καὶ στέγειν δυνάμενα πάντα τῶν τοιούτων ἐμφάσεων δεκτικά, οὐχ αἱ ὄψεις μόνον. εἰπὼν δὲ ταῦτα προστίθησιν ὅτι καὶ τοῦτο ἄτοπον τὸ μὴ ἐπελθεῖν αὐτῷ ἀπορῆσαι διὰ τί πλειόνων ὄντων τῶν τὰς ἐμφάσεις καί, ὡς αὐτὸς ἡγεῖται, τὰ εἴδωλα δεχομένων μόνος ὁ ὀφθαλμὸς ὁρᾷ. εἰ γὰρ ἐπέστησε τούτῳ, οὐκ ἂν ἐδόκει αὐτῷ ἔμφασις ἡ ὁρῶσα εἶναι. πολλὰ γὰρ ἄψυχα δέχεται τὴν τοιαύτην ἔμφασιν, ἀλλ’ οὐχ ὁρᾷ.
“并且[观看]不在那个之中,而是在观看者之中;因为这种受动是反射。” 在我看来,这里所说的话表达得极其简略,因此也不明晰。因为他的意思是说:“并且观看不在那个之中,即观看不是由于映现,也不是在映现之中,而是在观看者之中,即在拥有视觉能力者之中;因为映现乃是某种反射和受动”。或者,“并且它不在那个之中,而是在观看者之中;因为这种受动是反射”等同于“并且观看不在映现之中,相反映现是在观看者之中”;后面附加的“因为这种受动是反射”正是用来论证这一点的。因为在作为观看者的眼睛之中存在映现,乃是因为它是光滑的。映现乃是某种依照反射而产生的受动,发生在既光滑又具有某种紧密性以至于能够保存通过居间透明体而显现之物的事物中,眼睛正是这类事物。由此,如同在自身中拥有可见物(这也就是映现)一样,映现的传递再次发生至他物以及观看者自身。因此,由于眼睛也是这类事物(因为它是光滑的),只要居间透明体现实地处于这种状态,眼睛之中也会依照所见之物通过居间透明体的反射而产生映现。但他将反射这个名称用于映现是较为宽泛的用法,如同在这些事情上的通俗说法一样;因为这些事情并不是像数学家们所认为的那样依照反射发生,而是凭借透明体的作用,这透明体在受到可见物的某种影响后,将它所遭受的受动传递给那些处于所见之物直线上并能容纳和保存它们的光滑之物,再从这些事物受到影响,如同从某种始原出发一样,将这种受动传递回最初使之受动的事物,这一点他在《论灵魂》中谈到我们如何观看时已经说过了。在指出映现并不是所见之物而是一种受动和反射之后,他补充说,关于映现与反射,或许德谟克利特当时尚未明了:既不清楚映现是什么,也不清楚它们如何产生,还不清楚一切光滑且能容纳的事物都能接受此类映现,而不仅是眼睛。在说了这些之后,他又补充说,德谟克利特没有想到去探讨为什么既然接受映现以及(如他所认为的)影像的事物有很多,却唯独眼睛能观看,这也是荒谬的。因为如果他注意到了这一点,他就不会认为映现就是观看者了。因为许多无生命之物都能接受此类映现,却并不能观看。
- 1.7ἀντιλέγει δὲ πρὸς τὴν δόξαν τοῦ Δημοκρίτου ταύτην τοῦτο μὲν συμβαίνειν (λέγων τὴν ἔμφασιν) διὰ τὸ τὸ ὄμμα λεῖον εἶναι
不定词短语 τοῦτο μὲν συμβαίνειν 由表示反驳的主动词 ἀντιλέγει 引出间接引语;插入句 λέγων τὴν ἔμφασιν 是注疏者亚历山大所作的补充说明,明确指出代词 τοῦτο 的所指即为“映现”。
- 1.8Καὶ ἔστιν οὐκ ἐν ἐκείνῳ, ἀλλ’ ἐν τῷ ὁρῶντι
关于亚里士多德经文中 ἔστιν 的主语以及 ἐκείνῳ 的先行词,亚历山大给出了两种句法分析:(1) 将省略的主语补为 τὸ ὁρᾶν(观看),ἐκείνῳ 指代映现(τῇ ἐμφάσει),即“观看不在映现中,而在观看者中”;(2) 在前后分句分别补出不同主语,即“观看不在映现中,而映现是在观看者中”。
