← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论感觉》注解

§22.7-24.9

黑暗扑灭视觉之火说的反驳与恩培多克勒的学说

亚里士多德通过水和白天的例证反驳了关于黑暗通过微弱的湿冷扑灭视觉之火的辩护,亚历山大随后探讨了恩培多克勒关于视觉的双重理论,即使用提灯比喻的眼睛投射说与来自物体的流溢说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.6

" Εἰ δ’ ἄρα ὑπάρχει μέν, ἀλλὰ διὰ τὸ ἠρέμα λανθάνει." Εἰ γάρ τις λέγει ‘ὑπάρχει μὲν τῷ σκότει ἢ ἄμφω ταῦτα ἢ τὸ ἕτερον, διὰ δὲ τὸ ἠρέμα αὐτῷ ὑπάρχειν ἡμᾶς μὲν λανθάνει, σβέννυσι μέντοι τὸ φῶς τῇ ἐνούσῃ μὲν ἐν αὐτῷ δυνάμει, ἡμῖν δὲ ἀδήλῳ ὡς ἂν λεπτὸν ὂν καὶ εὐπαθές’,1 ἔδει τούτῳ τῷ λόγῳ μεθ’ ἡμέραν ἀποσβέννυσθαι ὑπὸ τούτων, ὑφ’ ὧν καὶ τὸ ἰσχυρότερον, φλόξ, ἀποσβέννυται, ἔν τε τῷ ὕδατι διὰ τὴν ὑγρότητα καὶ ἐν τοῖς πάγοις διὰ τὴν ψυχρότητα, ὡς γίνεσθαι ἐν τοῖς πάγοις σκότος· τὸ γοῦν ἐν τοῖς ἄνθραξι πῦρ καὶ ἡ φλὸξ ταῦτα πάσχοντα ὁρᾶται. οὐδὲν δὲ τοιοῦτον ὁρῶμεν γινόμενον. εἰ δὲ ὑπὸ τούτων μὴ ἀποσβέννυται τὸ φῶς, οὐδ’ ἂν ἐν τῷ σκότει τὸ ἐκ τῶν ὀφθαλμῶν ἐκπεμπόμενον ἀποσβεννύοιτο. εἰ δὲ μὴ σβεννυμένου αὐτοῦ ἔδει ὁρᾶν ἡμᾶς, εἰ ἐξεπέμπετο, οὐχ ὁρῶμεν δέ, οὐδ’ ἂν ἐκπέμποιτο τὴν ἀρχήν, ὡς ὁ Τίμαιος λέγει. ὅτι δὲ μή ἐστι τὸ σκότος ὑγρὸν καὶ ψυχρόν, ἅπερ ἐστὶ σβεστικὰ πυρός, καὶ ἐντεῦθεν δῆλον· γίνεται γὰρ καὶ ἐν τοῖς ξηροῖς καὶ θερμοῖς τόποις, οὐ μόνον ἐν τοῖς ἀντικειμένοις. ἔτι εἰ ἦν τῷ ἐκπέμπειν φῶς τὸ ὁρᾶν, οὐκ ἔδει τὰ ἐν τῷ ὕδατι ὄντα ὁρᾶν. πῶς γὰρ οἷόν τε ἐν ὕδατι πῦρ τε καὶ φῶς τοιοῦτον διαμένειν καὶ μὴ σβέννυσθαι; ἔτι εὐλογώτερον ἦν τὸ ὀλίγον φῶς τοῦτο ἐκπεμπόμενον ἡμέρας ἀποσβέννυσθαι μᾶλλον ἢ σκότους· ὁρῶμεν γὰρ τὸ πλεῖον πῦρ καὶ τὸ πλεῖον φῶς τοῦ ὀλίγου φθαρτικά. ἃ γὰρ νυκτὸς φωτίζει, ταῦτα ἡμέρας οὔσης ἐξασθενεῖ· ὥστε εὐλογώτερον, εἰ τῷ ἐκπέμπειν φῶς τὸ ὁρᾶν, νυκτὸς μᾶλλον ὁρᾶν τὰ ζῷα ἢ μεθ’ ἡμέραν. Εἰπὼν δὲ ταῦτα περὶ τῆς δόξης τοῦ Πλάτωνος ἐπὶ τὴν Ἐμπεδοκλέους μέτεισι δόξαν. λέγει δὲ αὐτὸν ποτὲ μὲν τὸ ἀπὸ τῆς ὄψεως ἐκπεμπόμενον φῶς αἰτιᾶσθαι τοῦ ὁρᾶν, ποτὲ δὲ ἀπορροίας τινὰς ἀπὸ τῶν ὁρωμένων. καὶ πρῶτόν γε παρατίθεται αὐτοῦ τὰ ἔπη δι’ ὧν ἡγεῖται καὶ αὐτὸς πῦρ εἶναι τὸ φῶς καὶ τοῦτο ἐκ τῶν ὀφθαλμῶν προχεῖσθαί τε καὶ ἐκπέμπεσθαι καὶ τούτῳ τὸ ὁρᾶν γίνεσθαι. ἀπεικάζει γὰρ διὰ τῶν ἐπῶν τὸ ἐκπεμπόμενον ἀπὸ τῆς ὄψεως φῶς τῷ διὰ τῶν λυχνούχων φωτί. ὡς γὰρ ὁδοιπορεῖν τις νυκτὸς μέλλων λύχνον παρασκευασάμενος ἐντίθησιν εἰς λαμπτῆρα (ὁ γὰρ λαμπτὴρ τὰ μὲν ἔξωθεν πνεύματα ἀπείργει τε καὶ κωλύει, τοῦ δὲ πυρὸς τὸ λεπτότατον εἰς τὸ ἔξω διίησιν, ὅπερ ἐστὶ φῶς), οὕτω, φησί, καὶ ἐν ταῖς μήνιγξι καθειργόμενον τὸ πῦρ ὑπὸ λεπτῶν ὑμένων περιέχεται, οἳ τὰ μὲν ἔξωθεν προσπίπτοντα λυμαντικὰ τοῦ πυρὸς ἀπείργουσι καὶ οὐκ ἐῶσιν ἐνοχλεῖν τῇ κόρῃ, τὸ δὲ λεπτότατον τοῦ πυρὸς εἰς τὸ ἔξω διιᾶσιν. ἀμουργοὺς δὲ τοὺς λαμπτῆρας λέγοι ἂν2 τοὺς ἀπειρκτικοὺς ἀπὸ τοῦ ἀπερύκειν τὰ πνεύματα καὶ σκέπειν τὸ περιεχόμενον ὑπ’ αὐτῶν πῦρ· ἢ ἀμουργοὺς τοὺς πυκνοὺς καὶ διὰ πυκνότητα ἀπερύκοντας τὰ πνεύματα, ταναὸν δὲ τὸ πῦρ τὸ διὰ λεπτότητα τεινόμενόν τε καὶ διεκπίπτειν διὰ τῶν πυκνῶν δυνάμενον. κατὰ βηλὸν δὲ κατὰ τὸν οὐρανόν· Ὅμηρος· “ῥίπτεσκεν τεταγὼν ἀπὸ βηλοῦ, ὄφρ’ ἂν ἵκηται γῆν ὀλιγηπελέων”. λεπτῇσι δὲ ὀθόνῃσιν ἐχεύατο κύκλοπα κούρην εἶπεν ἀντὶ τοῦ λεπτοῖς ὑμέσι περιέλαβε τὴν κυκλοτερῆ κόρην’, πρὸς τὸ ὄνομα τῆς κόρης χρησάμενος ποιητικῶς ταῖς ὀθόναις ἀντὶ τῶν ὑμένων. δείξας δὲ αὐτὸν διὰ τούτων τῶν ἐπῶν ταῦτα λέγοντα, προστίθησι τὸ ὁτὲ μὲν οὕτως ὁρᾶν φησιν, ὁτὲ δὲ ταῖς ἀπορροίαις ταῖς ἀπὸ τῶν ὁρωμένων ἀπορρεῖν τινά,3 ἃ προσπίπτοντα τῇ ὄψει, ὅταν ἐναρμόσῃ τοῖς ἐν αὐτῇ πόροις τῷ εἶναι σύμμετρα, εἴσω τε χωρεῖν καὶ οὕτως τὸ ὁρᾶν γίνεσθαι. ταύτης τῆς δόξης καὶ Πλάτων μνημονεύει ὡς οὔσης Ἐμπεδοκλέους ἐν Μένωνι, καὶ ὁρίζεται κατὰ τὴν δόξαν τὴν ἐκείνου τὸ χρῶμα ἀπορροὴν σωμάτων ὄψει σύμμετρον καὶ αἰσθητήν.

“然而,如果它确实存在,却因其微弱而不被察觉。” 因为如果有人说:‘黑暗中确实存在这两者或其中之一,但由于它极其微弱地存在于其中,因而避过了我们的注意,然而凭借其内在于其中却对我们而言隐而不显的力量,由于光是精微且易受影响的,便将光扑灭’,那么根据这种说法,在白天光就应当被那些甚至能将更强之物即火焰扑灭的东西所扑灭:既在水中因湿性被扑灭,又在严寒中因冷性被扑灭,以致在严寒中产生黑暗;至少炭中的火与火焰显现出遭受了这些影响。但我们并未看到任何此类事情发生。而如果光不被这些东西扑灭,那么从眼睛发出的光在黑暗中也不会被扑灭。如果在它未被扑灭的情况下,若是它被发出我们就应当看见,而我们却没有看见,那么它从一开始就不会如《蒂迈欧篇》所说的那样被发出。黑暗并不是能够灭火的湿和冷,从以下这一点也显而易见:因为它也产生在干燥而炎热的地方,而不仅是在相反的地方。再者,如果是通过发出光来进行观看,身处水中的生物就不应当能观看。因为火和这般的光怎么可能在水中留存而不被扑灭呢?此外,发出的这少量的光在白天被扑灭,比在黑暗中被扑灭更合乎情理;因为我们看到更多的火与更多的光会消灭较少者。那些在夜间发光之物,在白天存在时便减弱;因此,如果是通过发出光来进行观看,动物在夜间观看比在白昼观看更合乎情理。 在谈了这些关于柏拉图的观点之后,他转向了恩培多克勒的观点。他说,恩培多克勒有时将观看归因于从视线发出的光,有时则归因于从所见之物散发的某种流溢。首先他引证了恩培多克勒的诗句,通过这些诗句恩培多克勒自己也认为光是火,且这火从双眼涌出并被发出,由此产生观看。因为他通过诗句,将从视线发出的光比作穿过灯笼的光。正如准备在夜间行路的人备好油灯后将其放入提灯中(因为提灯阻挡并隔绝外界的烈风,却让火中最精微的部分即光穿透到外面),他说,同样地,被禁闭在眼膜中的火也被薄膜所包覆,这些薄膜隔绝外界袭来的对火具有破坏性的侵害,不让其扰乱瞳孔,却让火中最精微的部分穿透到外面。他称灯笼为“阿穆尔戈伊”,大概是指其具有阻隔作用,源于阻挡风并庇护由其包裹的火;抑或是将致密且因致密而阻挡风的提灯称为“阿穆尔戈伊”,而将因精微而延伸并能穿透致密之物的火称为“塔纳翁”。而“沿着天阶”是指“沿着天空”;荷马说:“抓住〔他〕从天阶扔下,直至他衰竭落到地面”。他说“用薄布包覆了圆圆的瞳女”,意即“用薄膜包裹了圆形的瞳孔”,鉴于“瞳女/少女”这个词,他诗意地使用了“布”来代替“膜”。在指明恩培多克勒通过这些诗句表达了这些意思之后,[亚里士多德]补充说,恩培多克勒有时说观看是如此产生的,有时又说通过从所见之物散发的流溢,某些东西脱离出来,当它们撞击到视线上,由于相称而契合于其内的孔道时,便向内进入,观看便如此产生。柏拉图在《美诺篇》中也提到这一观点属于恩培多克勒,并按照他的观点将颜色定义为‘与视觉相称且可感的物体流溢’。

语法注3 条
  1. 1.6ὡς ἂν λεπτὸν ὂν καὶ εὐπαθές

    连词 ὡς 与 ἄν 及分词 ὄν 结合,引出假想论辩者主观或假设性的理由(“由于它是精微且易受影响的”)。

  2. 1.6ἀμουργοὺς δὲ τοὺς λαμπτῆρας λέγοι ἂν

    带有 ἄν 的愿望式(λέγοι ἄν)表达注释者对诗歌用词的语义和词源推断(“大概是指……”)。

  3. 1.6ὁτὲ μὲν οὕτως ὁρᾶν φησιν, ὁτὲ δὲ ταῖς ἀπορροίαις ταῖς ἀπὸ τῶν ὁρωμένων ἀπορρεῖν τινά

    在呼应结构 ὁτὲ μέν ... ὁτὲ δέ 中,前半句由 φησίν 支配不定式 ὁρᾶν,后半句则转换为与格短语 ταῖς ἀπορροίαις 以及由 φησίν 继续统辖的带宾格的不定式结构(ἀπορρεῖν τινά)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:22.7-24.9