← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论感觉》注解

§20.14-22.6

视觉为火说之反驳与对柏拉图的批判

亚历山大注释了亚里士多德(437b10)对恩培多克勒和柏拉图将视觉视作火的观点的反驳,结合对柏拉图《蒂迈欧篇》关于视光在黑暗中扑灭的引文及文本异文的探讨进行了解析。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.5

" Ἐπεί, εἴ γε πῦρ ἦν, καθάπερ Ἐμπεδοκλῆς φησιν καὶ ἐν τῷ Τιμαίῳ γέγραπται." Δείξας τοῦ γινομένου πάθους ἐν τῇ τοῦ ὀφθαλμοῦ θλίψει τὴν αἰτίαν, ὑφ’ οὗ πάθους ἀνεπείσθησάν τινες ἐκ πυρὸς εἶναι τὴν ὄψιν λέγειν, νῦν ὅτι μὴ οἷόν τε αὐτὴν εἶναι ἐκ πυρὸς δείκνυσιν ἀντιλέγων Ἐμπεδοκλεῖ τε καὶ Πλάτωνι, οἳ ταύτης ἐγένοντο τῆς δόξης καί φασιν ἐκ πυρὸς οὖσαν αὐτήν, τῷ ἐκπέμπειν ἐξ αὑτῆς φῶς, ὡς ἀπὸ τῶν λαμπτήρων φῶς ἐκπέμπεται, οὕτως ὁρᾶν. εἰ γὰρ οὕτως τὸ ὁρᾶν γίνεται, διὰ τί, φησίν, οὐχὶ καὶ ἐν τῷ σκότει ἡ ὄψις ὁρᾷ, εἴγε ἐν τῷ φωτὶ μὲν ὁρᾷ, φῶς δὲ αὐτὴ ἑαυτῇ παρεῖχεν ἐκπέμπουσα ἐξ αὑτῆς; Εἰπὼν δὲ τοῦτο, ἣν αἰτίαν ὁ Πλάτων τοῦ μὴ δύνασθαι τὴν ὄψιν ὁρᾶν ἐν τῷ σκότει φέρει, ταύτην δείκνυσιν οὖσαν κενήν. λέγει γὰρ τὸ φῶς τοῦτο τὸ ἀπὸ τῆς ὄψεως ἐξιόν, ὅταν μὲν φωτὸς ὄντος ἐξίῃ, σῴζεσθαί τε καὶ μιγνύμενον συγγενεῖ ὄντι τῷ ἐκτὸς φωτὶ αἴτιον ἡμῖν γίνεσθαι τοῦ ὁρᾶν, ὅταν δὲ σκότος ᾖ, πρὸς ἀνόμοιον τὸ περιέχον ἐκπῖπτον ἀποσβέννυσθαι. ἡ δὲ λέξις ἡ ἐκ τοῦ Τιμαίου δι’ ἧς ταῦτα λέγει αὕτη· “τοῦ πυρὸς ὅσον τὸ μὲν καίειν οὐκ ἔσχε, τὸ δὲ παρέχειν φῶς ἥμερον οἰκεῖον ἑκάστης ἡμέρας, σῶμα ἐμηχανήσαντο γίνεσθαι. τὸ γὰρ ἐντὸς ἡμῶν ἀδελφὸν τούτου πῦρ εἰλικρινὲς ἐποίησαν διὰ τῶν ὀμμάτων ῥεῖν λεῖον μὲν καὶ πυκνὸν ὅλον μέν, μάλιστα δὲ τὸ μέσον συμπιλήσαντες τῶν ὀμμάτων, ὥστε τὸ μὲν ἄλλο ὅσον παχύτερον στέγειν πᾶν, τὸ τοιοῦτον δὲ μόνον αὐτὸ καθαρὸν 〈διηθεῖν〉. ὅταν οὖν μεθημερινὸν ᾖ φῶς περὶ τὸ τῆς ὄψεως ῥεῦμα, τότε ἐκπῖπτον ὅμοιον πρὸς ὅμοιον, ξυμπαγὲς γενόμενον, ἓν σῶμα οἰκειωθὲν ξυνέστη κατὰ τὴν τῶν ὀμμάτων εὐθυωρίαν, ὅπῃπερ ἂν ἀντερείδῃ τὸ προσπῖπτον ἔνδοθεν πρὸς ὃ τῶν ἔξωθεν συνήντησεν. ὁμοιοπαθὲς δὴ δι’ ὁμοιότητα πᾶν γενόμενον, ὅτου τε ἂν αὐτό ποτε ἐφάπτηται καὶ ὃ ἂν ἄλλο ἐκείνου,1 τούτου τὰς κινήσεις διαδιδὸν εἰς ἅπαν τὸ σῶμα μέχρι τῆς ψυχῆς αἴσθησιν παρέσχετο ταύτην, ἣν δὴ ὁρᾶν ἔφαμεν, ἀπελθόντος δὲ εἰς νύκτα τοῦ συγγενοῦς πυρὸς ἀποτέμνεται. πρὸς γὰρ ἀνόμοιον ἐξιὸν ἀλλοιοῦται αὐτὸ καὶ κατασβέννυται, ξυμφυὲς οὐκέτι τῷ πλησίον ἀέρι γινόμενον ἅτε πῦρ οὐκ ἔχοντι· παύεται οὖν ὁρῶν, ἔτι δὲ ἐπαγωγὸν ὕπνου γίνεται”. ὅτι δὲ τοῦτο κενῶς λέγεται τὸ ὑπὸ τοῦ σκότους ἀποσβέννυσθαι τὸ ἐξιὸν ἀπὸ τῶν ὀφθαλμῶν φῶς, δείκνυσι. τίς γὰρ ὅλως ἐστὶν ἀπόσβεσις φωτός; τὸ γὰρ θερμόν τε καὶ ξηρόν, τουτέστι τὸ πῦρ, πέφυκεν ἀποσβέννυσθαι ὑπὸ τοῦ ὑγροῦ τε καὶ ψυχροῦ, ὥσπερ ὁρῶμεν τὸ ἐν τοῖς ἄνθραξι καὶ ξύλοις πῦρ καὶ τὴν φλόγα· ὧν τῷ φωτὶ οὐδέτερον ὑπάρχειν φησί, τὸ ἀνθρακῶδες πῦρ ἢ φλόγα εἶναι.2 εἰ δὲ τοῦτο, οὐδ’ ἂν ἀποσβεννύοιτο ὑπὸ τοῦ ψυχροῦ ἢ τοῦ ὑγροῦ. ἢ οὐδέτερον ὑπάρχειν τῷ φωτί φησι τῶν οἷς τὸ πῦρ σβέννυται· οὔτε γὰρ ὑπὸ τοῦ ὑγροῦ οὔτε ὑπὸ τοῦ ψυχροῦ σβέννυται. ἢ μᾶλλον ἡ γραφή ἐστι τοιαύτη· ‘οἷον δοκεῖ τὸ ἐν τοῖς ἀνθρακώδεσιν εἶναι πῦρ καὶ ἡ φλόξ ἐν τῷ φωτί. οὐδέτερον δὲ φαίνεται ὑπάρχον περὶ τὸ σκότος. τοῦτο γὰρ οὔτε ὑγρὸν οὔτε ψυχρόν, οἷς ἀποσβέννυται’. ᾧ καὶ τὸ ἐπιφερόμενον ἀκόλουθόν ἐστιν.

“因为,如果它确实是火,正如恩培多克勒所说以及在《蒂迈欧篇》中所写的那样,”在指出了眼睛受压迫时所产生的变化的原因之后——某些人正是由于这种变化而被说服去主张视觉是由火构成的——现在,[亚里士多德]通过反驳恩培多克勒和柏拉图,表明它不可能是由火构成的。他们持有这一观点,并说视觉既然是由火构成的,便通过从自身发出光,如同光从灯盏发出那样,以这种方式来观看。因为他说道,如果观看是以这种方式产生的,那么既然视觉在光中能够观看,而且是通过从自身发出光来为自己提供光,为什么它在黑暗中不能观看呢?在说了这一点之后,他表明柏拉图就视觉不能在黑暗中观看所提出的原因是空洞的。因为[柏拉图]说,从视觉发出的这束光,每当在有光存在时发出,便得以保全,并与同类的外在之光相融合,成为我们观看的原因;但每当有黑暗时,它冲入不相似的周围环境中,便被扑灭。而他借以表述这些观点的《蒂迈欧篇》原文如下:“对于火,凡是不具有燃烧性质而只提供适合于日常的温和之光的部分,他们便设计使其成为一个物体。因为他们使我们内部与此同胞的纯净之火,平滑而致密地作为整体流经双眼,尤其是将双眼的中央压缩致密,从而将其他较粗稠的一切都阻隔在外,而仅仅[滤出]如此纯净的火自身。因此,每当视线之流周围存在白昼之光时,同类冲向同类,凝结为一体,沿着双眼的直线方向构造成一个同质的单一物体,就在从内部撞击之物抵向外部事物中与之相遇之物的任何地方。由于相似性而整体受同等影响,无论它自身触及何物,抑或任何别的事物[触及]它,它都将此物的运动传遍全身直至灵魂,从而产生了这种我们确实称之为观看的感觉;但当同类的火退入夜晚时,它便被切断。因为走向不相似之物,它自身发生质变并被扑灭,不再与邻近的空气结为一体,因为〔那空气〕不含有火;于是它停止观看,并且进一步引起睡眠。”而对于从眼睛发出的光被黑暗扑灭这一说法是空洞的,他作出了证明。因为光的扑灭究竟是指什么呢?因为热且干燥之物,即火,天然地会被湿且寒冷之物扑灭,正如我们在木炭和木柴中的火以及火焰中所见到的那样;他说,这两者,即成为炭火般的火或火焰,皆不属于光。而如果是这样,它也不会被寒冷或潮湿之物扑灭。抑或他说,火借以被扑灭的东西中两者皆不属于光;因为〔光〕既不被潮湿扑灭,也不被寒冷扑灭。或者更确切地说,文本异文是这样的:‘正如炭质之物中的火和火焰似乎存在于光中那样。但这两者在黑暗周围似乎都不存在。因为这既非潮湿亦非寒冷,而〔火〕正是被这些东西扑灭的’。接下来的行文也与此相符。

语法注2 条
  1. 1.5ὅτου τε ἂν αὐτό ποτε ἐφάπτηται καὶ ὃ ἂν ἄλλο ἐκείνου

    引自柏拉图《蒂迈欧篇》中的双重关系从句结构。前一分句中的 ὅτου(属格)充当 ἐφάπτηται 的补足语;后一分句中的 ὃ ἄλλο(主格)作为省略动词 ἐφάπτηται 的主语,支配属格宾语 ἐκείνου。整个结构表达双向接触关系:“无论它自身触及何物,抑或任何别的事物触及它”。

  2. 1.5ὧν τῷ φωτὶ οὐδέτερον ὑπάρχειν φησί, τὸ ἀνθρακῶδες πῦρ ἢ φλόγα εἶναι

    关系代词 ὧν 是部分属格,先行词为紧接其前的“木炭与木柴中的火以及火焰”,修饰主语 οὐδέτερον。随后的冠词不定词短语 τὸ ... εἶναι 则作为同位语解释 οὐδέτερον(“即成为炭火般的火或火焰”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:20.14-22.6