- 底本
- Alexander, In Librum De Sensu Commentarium. Commentaria in Aristotelem Graeca III.1, ed. P. Wendland, Berlin: Reimer 1901, pp. 1-173. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:18.15-20.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大解释了眼睛受挤压时看见自身的现象,指出这并非整个视觉同时既看又被看,而是通过部分的偏移或复归的时间差实现的,并阐明了将其误认为火的原因以及与反射的类比。
οὐ γὰρ ὅμοιος πάντων τῶν ὀφθαλμῶν ὁ ἐπικείμενος ὑμὴν αὐτοῖς· ἀλλ’ οὐδὲ ἡ στιλβηδὼν ὁμοία τῶν λείων πάντων. τὰ μὲν οὖν ἄλλα τὰ λεγόμενα εὔλογα, ἴσως δ’ ἐκεῖνο δυσπαράδεκτόν τισι δόξει τὸ δύνασθαι αὐτὸν 〈καὶ〉 ὁρῶντα καὶ ὁρώμενον γίνεσθαι διὰ τὸ τάχος τῆς παραγωγῆς ὡς ἄλλον γινόμενον καὶ ἄλλον. εἰ μὲν γὰρ ὑπομένειν ἐδύνατο κἂν ἐπ’ ὀλίγον ἡ στιλβηδὼν ἡ ἐπὶ τῇ παραγωγῇ γενομένη καὶ † ἄλλο1 τι μόριον ἀπὸ τῆς κόρης † ἔν τινι ἄλλῳ γινομένη ἐστὶ τὸ διαφανές, ἦν πιθανὸν τὸ ἐν τῇ οἰκείᾳ χώρᾳ γενομένην τὴν ὄψιν καταλαμβάνουσαν ἔτι τὸ αὐτῇ πάθος ἐγγινόμενον ἐκεῖ ἔνθα παρήχθη ὁρᾶν. ἐπεὶ δὲ τοῦτο ἀδύνατον (οὐδὲ γὰρ ἐπὶ τῶν ἄλλων τῶν στιλβόντων τοιοῦτον γίνεται, ἀλλ’ ἅμα τῷ παρενεχθῆναι τὸ στίλβον καὶ ἡ ἀπ’ αὐτῶν παύεται στιλβηδών· οὐ μόνον γὰρ τοῦτο ἐπὶ τῶν στιλβόντων, ἀλλὰ καὶ ἐπὶ πάντων τῶν ὁρωμένων γίνεται, τῷ μηδὲν χρῶμα τὸ διαφανὲς παθητικῶς ἐν αὑτῷ δέχεσθαι, ὅτι μηδὲ τὴν ἀρχὴν τὸ φῶς· καὶ γὰρ ἐκεῖνο ἐκ〈στὰν〉 τοῦ διαφανοῦς συμπαύεται τῷ φωτίζειν πεφυκότι), εἰ δὲ ἐπὶ πάντων οὕτω, πῶς ἂν ἡ κόρη ἐν τῷ κατὰ φύσιν γινομένη, εἰ καὶ ταχέως κινηθείη, δύναιτο καταλαμβάνειν τὸ στίλβον ὃ ἐν αὐτῇ ἐστι καὶ συμμεταφέρεται αὐτῇ; ὡς γὰρ οὐ δύναται ἅμα καὶ ἐν τῇ οἰκείᾳ χώρᾳ εἶναι καὶ μὴ εἶναι, κἂν ταχέως κινῆται, οὕτως τὴν στιλβηδόνα τὴν ἀπ’ αὐτῆς ὁρᾶν ὡς οὖσαν κατ’ ἄλλο. μήποτ’ οὖν οὐχ οὕτω χρὴ δύο γίνεσθαι τὴν ὄψιν ὑπολαμβάνειν ἐν τῇ κινήσει, ὡς δύο ὁλοκλήρων γινομένων καὶ τοῦ αὐτοῦ κατὰ τὸ αὐτὸ ὁρῶντός τε ἅμα καὶ ὁρωμένου,2 μορίου δὲ ὁρωμένου. ὅταν γὰρ οὕτω παραχθῇ, ὡς μήτε τῆς οἰκείας χώρας πάντη ἔξω εἶναι πᾶσα μήτε πάντη μένειν κατὰ φύσιν ἔχουσα (παρήχθη δὲ ἐπί τι οὕτως, ὡς τὸ καταλειπόμενον ὑπ’ αὐτῆς ἐν τῇ οἰκείᾳ χώρᾳ ὁρᾶν ἔτι δύνασθαι, τῷ ἐπ’ εὐθείας εἶναι τοῖς φλεβίοις, δι’ ὧν ἐγένετο τὴν κατὰ τὸ ὁρᾶν γινομένην κίνησιν διαπέμπειν ἐπὶ τὴν πρώτην αἴσθησιν τὴν στιλβηδόνα τὴν ἐπὶ τοῦ παραχθέντος μέρους ὡς ἀπ’ ἄλλου τινὸς γινομένην), ὁρᾷ τὸ μέρος τὸ αὑτῆς ὡς ἄλλο, τῷ ὁρατὸν ἐν τῷ παρὰ φύσιν αὐτὸ γινόμενον τόπῳ ἀντὶ ὁρῶντος γεγονέναι. τοιοῦτον γὰρ καὶ τὸ ὁρώμενόν ἐστι τότε· οὐ γὰρ ὁλόκληρός τις ἡ ὄψις γίνεται. δύναται δὲ καὶ πᾶσα μὲν παρῆχθαι· ἐν δὲ τῇ εἰς τὸ κατὰ φύσιν ἐπανόδῳ τὸ φθάσαν μόριον αὐτῆς [οὗ] ἐπανεληλυθέναι τὸ [γὰρ] καταλειπόμενον ἔτι καὶ ἐν τῇ παραγωγῇ ὂν ὁρᾷ· οὐ γὰρ ἀμέγεθες σῶμα δι’ οὗ ὁρῶμεν. τοῦτο δὲ καὶ τοῦ πῦρ εἶναι αὐτὴν δόξαι τισὶν αἴτιον. ὅτι γὰρ τὸ πῦρ στίλβει, ὑπέλαβον καὶ πᾶν τὸ στίλβον πῦρ εἶναι, φανερῶς κατὰ τὴν ἀντιστροφὴν διαμαρτάνοντες·3 πολλὰ γὰρ στίλβει οὐκ ὄντα πῦρ, ὡς τὰ πρὸ ὀλίγου εἰρημένα. Τὸ δὲ ἐκείνως δὲ αὐτὸς αὑτὸν ὁρᾷ ὁ ὀφθαλμὸς ὥσπερ καὶ ἐν τῇ ἀνακλάσει ἴσον ἐστὶ τῷ ‘οὕτω δὲ ἐν τῇ τοιαύτῃ κινήσει καὶ θλίψει τοῦ ὀφθαλμοῦ αὐτὸς αὑτὸν ὁρᾷ ὁ ὀφθαλμός, ὥσπερ καὶ ἐν τοῖς κατόπτροις καὶ ἐν πᾶσιν, ἐν οἷς κατὰ ἀνάκλασιν αὑτὸν ὁρᾷ.’ καὶ γὰρ ἐπ’ ἐκείνων ὥσπερ δύο ὁ εἷς γίνεται, ὁ μὲν κατὰ τὴν ἔμφασίν τε καὶ ὁρώμενος ἐν τῷ κατόπτρῳ, ὁ δὲ ἀφ’ οὗ ἡ ἔμφασις, ὅς ἐστιν ὁ ὁρῶν. ὅτι δὲ ὁρᾷ ὁ ὀφθαλμὸς καὶ μὴ πάντη ὢν ἐν τῇ αὑτοῦ χώρᾳ, δηλοῦσιν οἱ τὴν ὄψιν διάστροφοι.
因为所有眼睛的覆在其上的膜并不相同,所有的光滑之物的闪光也并不相同。那么,所说的其余事情是合情合理的,但那一点或许在某些人看来是难以接受的,即它由于偏移的速度而能够既成为看见着的又成为被看见的,接连变成不同的东西。因为如果由于偏移而产生的闪光哪怕能存留片刻,并且来自瞳孔的某种别的一部分在别物中产生而透明介质[接受了它],那么来到其固有位置的视觉,在依然捕捉到在它偏移过去的那个位置所产生的变化时进行观看,本是可信的。但既然这是不可能的(因为在其他闪闪发光之物的情形中也不会发生此类事情,而是在发光之物被移开的同时,来自它们的闪光也就停息了;因为这不仅发生在发光之物上,也发生在所有可见之物上,这是由于透明介质不会受动性地在自身中接受任何颜色,因为它根本就不接受光;因为光一旦离开透明介质,也会与天然发光之物一同停息),如果一切事物皆是如此,那么瞳孔在进入其自然状态时,纵使运动得极快,又怎能捕捉到处于其自身之中且随之移动的闪光呢?因为正如纵使它迅疾运动,它也不能同时既处于其固有位置又不处于其中,同样地,[它也不能]将来自自身的闪光当作处于别处那样看见。因此,我们岂不是不应当这样来设想视觉在运动中变成二,即仿佛形成了两个整体,且同一个事物在同一方面同时既是看见着的又是被看见的,而是应当设想部分成为了被看见的吗?因为当它如此偏移,以至于既非全体都完全离开了固有的位置,也非完全保持在自然状态时(而且它在一定程度上被偏移,以至于被它留在固有位置上的部分,由于正对着那些得以借之将观看时所产生的运动传送给最初感觉的小静脉,依然能够将偏移部分上的闪光当作来自别物那样看见),它将自身的一部分看作他物,这是由于该部分在一个不合本性的位置上由看见者变成了可见者。因为彼时被看见的东西也正是如此;因为并没有形成某种整体的视觉。但也有可能整个视觉都被偏移了;而在向自然状态的复归中,它那率先复归的部分,看见了依然留在后面且处于偏移之中的部分;因为我们借以观看的物体并不是没有大小的。而这也正是某些人认为它是火的原因。因为火闪闪发光,他们便设想凡闪闪发光之物也都是火,这显然在换位法上犯了错误;因为有许多并非火的东西也在闪闪发光,正如刚才所言。 而那句“然而眼睛以那种方式看见自身,正如在反射中一样”,等于说“然而以这种方式,在眼睛的这种运动和挤压中,眼睛自身看见自身,正如在镜子中以及在借由反射看见自身的一切事物中一样”。因为在那些情形中,一也同样仿佛变成了二:一个相当于映像且在镜子中被看见,另一个则是映像所由产生者,即看见者。而眼睛即便不完全在其自身位置时也能观看,斜视的人表明了这一点。
- 1.4ὡς γὰρ οὐ δύναται ἅμα καὶ ἐν τῇ οἰκείᾳ χώρᾳ εἶναι καὶ μὴ εἶναι, κἂν ταχέως κινῆται, οὕτως τὴν στιλβηδόνα τὴν ἀπ’ αὐτῆς ὁρᾶν ὡς οὖσαν κατ’ ἄλλο.
由 ὡς ... οὕτως 构成的比喻/对应句式。在后面的主句中承前省略了动词 οὐ δύναται,它支配着带不定词的宾格结构 τὴν στιλβηδόνα ... ὁρᾶν,意即“正如[它不能既在固有位置又不在其中],同样地[它也不能]将来自自身的闪光当作处于别处那样来看待”。
- 1.4μήποτ’ οὖν οὐχ οὕτω χρὴ δύο γίνεσθαι τὴν ὄψιν ὑπολαμβάνειν ἐν τῇ κινήσει, ὡς δύο ὁλοκλήρων γινομένων καὶ τοῦ αὐτοῦ κατὰ τὸ αὐτὸ ὁρῶντός τε ἅμα καὶ ὁρωμένου, μορίου δὲ ὁρωμένου.
μήποτε 引导一种审慎的推测或提议(“难道不应当……”)。否定词 οὐχ 修饰其后整个 οὕτω... ὡς 结构。句末的 μορίου δὲ ὁρωμένου 为独立属格结构,与前文 ὡς 引导的从句(“仿佛形成了两个整体”)形成转折对比,补充说明注释者本人的主张:即成为被看见者的仅仅是部分。
- 1.4φανερῶς κατὰ τὴν ἀντιστροφὴν διαμαρτάνοντες
指出与逻辑学术语 ἀντιστροφή(命题的换位法)相关的谬误。指的是从全称肯定命题“火闪闪发光”错误地推导出“凡闪闪发光之物皆是火”的逻辑错误(全称肯定命题的不当全称换位)。
