- 底本
- Alexander, In Librum De Sensu Commentarium. Commentaria in Aristotelem Graeca III.1, ed. P. Wendland, Berlin: Reimer 1901, pp. 1-173. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:16.13-18.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大阐释了亚里士多德对眼睛受挤压时看似闪烁火光这一疑难的解决,说明光滑的瞳孔在暗处闪烁、其迅疾运动使之兼具看与被看二重性,以及外部观察者看不见这一闪光的原因。
εἰ δὲ αὐτὴ ἑαυτὴν ὁρᾷ, ἀπορήσαι ἄν τις διὰ τί ἠρεμοῦσα καὶ μὴ θλιβομένη ἑαυτὴν οὐχ ὁρᾷ, καὶ ἔτι μᾶλλον πῶς ἑαυτήν· οὐ γὰρ αἰσθάνεται τὰ αἰσθητήρια, εἰ μὴ αἴσθησις πρός τι καὶ ἄλλου τινός.1 Προαπορήσας δὲ τῷ ἑξῆς λύσιν ἀμφοτέρων πειρᾶται, τήν τε τοῦ δοκεῖν πῦρ εἶναι τὴν ὄψιν καὶ τὴν τοῦ αὑτὴν ὁρᾶν, ὅταν θλίβηται καὶ παράγηται, ἠρεμοῦσαν δὲ μηκέτι. τὸ δὲ αἴτιον τούτου τε καὶ τοῦ ἠρεμοῦντι τῷ ὀφθαλμῷ μὴ συμβαίνειν τοῦτο καὶ τῆς ἀπορίας καὶ τῆς διὰ τί θλιβομένη ἡ ὄψις αὑτὴν ὁρᾷ, ἠρεμοῦσα δὲ οὔ, καὶ ὅλως τοῦ δοκεῖν πῦρ εἶναι τὴν ὄψιν ἐντεῦθεν ληπτέον. καὶ λέγει, λύων τὰ εἰρημένα, ὅτι τὰ λεῖα πέφυκεν ἐν τῷ σκότει λάμπειν, οὐ μέντοι γε φῶς ποιεῖν· ὃ καὶ φθάνει εἰρηκέναι καὶ ἐν τοῖς Περὶ ψυχῆς. ὅσα γὰρ αὐτὰ μὲν σκότου ὄντος ὁρῶμεν, οὐ μέντοι δι’ αὐτὰ καὶ ἄλλα, ταῦτά ἐστιν ἃ στίλβει μέν, φῶς δὲ οὐ ποιεῖ. τοιοῦτον δὲ καὶ τὸ τοῦ ὀφθαλμοῦ μέλαν καὶ μέσον, ὃ κόρην καλοῦμεν, λεῖόν τε καὶ διὰ τὴν λειότητα στίλβον. τῷ μὲν οὖν στίλβειν σκότους καὶ αὐτό, ὡς τὰ λεῖα, ὁρατόν ἐστι σκότους· διὸ καὶ ὁρᾶται τότε. προεῖπε γὰρ ὅτι τοῦτο δὲ ἐν τῷ σκότει πέφυκε συμβαίνειν ἢ τῶν βλεφάρων ἐπικεκαλυμμένων· γίνεται γὰρ καὶ τότε σκότος. Κινουμένου δὲ τοῦ ὀφθαλμοῦ τοῦτο συμβαίνει, ἀλλ’ οὐκ ἠρεμοῦντος, ὅτι ἡ αἴσθησις τῶν πρός τί ἐστι καὶ πρὸς ἄλλο. ἕως μὲν οὖν ἂν ἠρεμῇ ἐπιμύουσα, μία ἐστὶ καὶ οὐδὲν ὁρᾷ· ὅταν δὲ θλίβηται καὶ κινῆται, ἐν τῇ ταχείᾳ παραγωγῇ μία οὖσα δύο πως γίνεται, ὁρωμένη τε καὶ ὁρῶσα, ὁρωμένη μὲν ἐν τῇ παραγωγῇ, ὁρῶσα δὲ ἐν τῇ εἰς τὸ κατὰ φύσιν ἐπανόδῳ. στίλβει μὲν γὰρ καὶ παραγομένη, καὶ ἔστιν ὅσον ἐπὶ τούτῳ ὁρατὸν τότε, οὐχ ὁρᾷ δέ, ὅτι μία ἐστὶ καὶ αὕτη ἐστὶ δι’ ἧς ὁρῶμεν, ἀλλ’ οὐχ ἣν ὁρῶμεν. ὅταν δὲ ταχέως κινηθῇ παραχθεῖσα καὶ ἐπανελθοῦσα εἰς τὴν αὑτῆς χώραν, διὰ τὸ τάχος καὶ ὁρῶσα καὶ ὁρωμένη γίνεται, καταλαμβάνουσα τὴν ἐν τῇ παραγωγῇ στιλβηδόνα, ἣν ἐποίησεν αὐτὴ παραχθεῖσα πρὸ τοῦ παύσασθαι διὰ τὸ τάχος τῆς κινήσεως,2 καὶ ὁρῶσα ὡς ἀπ’ ἄλλου τινὸς γινομένην. καὶ γὰρ ἑώρα 〈ἄν〉, εἰ ἦν ἀπ’ ἄλλου καὶ μὴ ἀπ’ αὐτῆς· ἦν δ’ ἂν τοῦτο, εἰ αὐτῆς κατὰ χώραν μενούσης ἄλλο τι ἦν στίλβον ἐνταῦθα κείμενον, εἰς ὃ αὐτὴ παρήχθη * * * τὴν ἀπ’ αὐτῆς στιλβηδόνα ἐπιμύουσα οὖσαν ἐντὸς τῶν βλεφάρων ἑώρα ἄν (οὐ γὰρ δὴ φωτὸς χρεία πρὸς τὴν τῶν στιλβόντων ὄψιν, ἀλλ’ ἱκανὰ αὐτὰ τὴν αἰτίαν αὑτοῖς τὰ τοιαῦτα τοῦ ὁρᾶσθαι παρέχειν, ἂν ᾖ μόνον ἐν διαφανεῖ). ταύτην δή, ἐπεὶ μὴ ἀπ’ ἄλλου ἐστὶν ἀλλ’ ἀφ’ αὑτῆς, ἀεὶ μὲν ἐπιμύουσα οὐχ ὁρᾷ· ὅταν δὲ οὕτως κινηθῇ, ὡς γίνεσθαι τρόπον τινὰ διὰ τὸ τάχος τῆς κινήσεως δύο σημεῖα, 〈ἐπεὶ〉 ἔστι διαφανὲς καὶ ἐντὸς τοῦ ὀφθαλμοῦ, διὰ τοῦτο στίλβουσα ὁρᾶται. Τί δή ποτ’ οὖν τὸ μέσον τοῦ ὀφθαλμοῦ, περὶ οὗ λέγει ὅτι 〈λάμπει〉, οὐχ ὁρᾶται νυκτὸς καὶ ὑπὸ τῶν εἰς αὐτὸ ἀποβλεπόντων, ὥσπερ τὰ ἄλλα τὰ στίλβοντα, ὧν ἔνια καὶ αὐτὸς παρατίθεται (κεφαλαὶ γὰρ ἰχθύων τινῶν καὶ ὁ τῆς σηπίας θολός, ἀλλὰ καὶ ὀφθαλμοὶ λεόντων καὶ λαγωῶν δὲ καὶ ἄλλων τινῶν ζῴων, τούτων δέ ἐστι καὶ ἡ πυγολαμπίς); ἢ αἰτιατέον τούτου τὸ ἐπικείμενον δέρμα· ἐπισκοτεῖ γὰρ ὁ ὑμὴν οὗτος τῇ κόρῃ στιλβούσῃ πρὸς τὸ 〈μὴ〉 ὑπὸ τῶν ἔξωθεν ὁρᾶσθαι.
然而,如果它看见自身,人们就会感到疑难:为何它在静止且未受挤压时看不见自身,更有甚者,它如何看见自身;因为感觉器官并不感知自身,除非感觉是相对于某物且针对某种别的东西的。在首先提出了疑难之后,他在紧接着的行文中试图对两者给出解答:既解答视觉为何看似是火,也解答为何当它受到挤压并发生偏移时看见自身,但在静止时却不再如此。这一现象的原因、眼睛在静止时不发生这一现象的原因、关于为何视觉受挤压时看见自身而静止时却不看见的疑难、以及总的来说视觉看似是火的原因,都应当从这里来把握。在解答上述疑难时他说,光滑之物在暗处本性上会发光,但绝不产生光亮;这一点他在《论灵魂》中也已经谈过。因为凡是那些在有黑暗时我们能看见它们自身、但不能借由它们也看见其他事物的东西,都是闪闪发光却不产生光亮的东西。而眼睛中黑色的中央部分,即我们所称的瞳孔,也是这类的,它既光滑,又因其光滑而闪闪发光。因此,由于在暗处闪闪发光,它自身也如同光滑之物一样,在暗处是可见的;所以彼时它确实被看见了。因为他先前说过,“而这在暗处,或在眼睑合上时本性上就会发生;因为彼时也会产生黑暗。”但这种情况在眼睛运动时发生,而在静止时不发生,这是因为感觉属于相对之物并且是指向另一物的。因此,只要在合眼静止期间,它便是一,什么也看不见;但是当它受到挤压并运动时,在迅疾的偏移中它虽为一却在某种程度上变成了二,既成为被看见的,也成为看见着的:在偏移中是被看见的,而在向本性状态的复归中则是看见着的。因为在被偏移时它也闪闪发光,只要就此而言彼时它是可见的,但它并不看,因为它是一,且它是我们借以观看的工具,而非我们所观看的对象。然而,当它被偏移并复归到其自身位置而迅疾运动时,由于速度的缘故,它既成为看见着的也成为被看见的,它捕捉到了在偏移中的闪光,即被偏移的它自身由于运动的速度而在〔闪光〕停止之前所产生的那种闪光,并把它当作从某种别的东西产生出来的那样看见。因为如果它是来自别的东西而非来自自身,它确实就会看见;而如果它自身留在原位不动,在它偏移过去的那个位置放着别的闪闪发光之物,这种情况本就会成立 * * * 它合着眼就会看见眼睑内部来自它自身的闪光(因为对于闪闪发光之物的视觉而言确实不需要光,只要处于透明介质中,这类事物就足以自身为自身提供被看见的原因)。因此,既然这种闪光不是来自别处而是来自自身,它在合眼时并非总是看见它;但是当它如此运动,以至于由于运动的速度在某种方式下成为两个点时,既然在眼睛内部也存在透明介质,由于这个缘故,它闪闪发光地被看见了。那么,究竟为何他所说[发光]的眼睛中央部分,在夜间甚至不被朝它注视的人所看见,就像其他那些闪闪发光之物一样呢?对于后者,他自己也列举了其中的一部分(因为某些鱼的头部、乌贼的墨汁,还有狮子、野兔和某些其他动物的眼睛〔都是如此〕,而在这些之中也包括萤火虫)。或者必须将此归咎于覆盖其上的皮层;因为这层膜遮蔽了闪闪发光的瞳孔,使其不被外界之人所看见。
- 1.4οὐ γὰρ αἰσθάνεται τὰ αἰσθητήρια, εἰ μὴ αἴσθησις πρός τι καὶ ἄλλου τινός
由 εἰ μή 引导的从句与主句“感觉器官并不感知[自身]”相配合。形式上是一个条件句(“除非感觉是相对的且针对某种别的东西”),但在逻辑上表达了理由:正是由于感觉在本性上是关系性的且指向异于自身的对象,感觉器官才不能感知自身。动词 αἰσθάνεται 省略了反身宾语 ἑαυτῶν。
- 1.4ἣν ἐποίησεν αὐτὴ παραχθεῖσα πρὸ τοῦ παύσασθαι διὰ τὸ τάχος τῆς κινήσεως
介词短语 πρὸ τοῦ παύσασθαι(“在停止之前/消逝之前”)的修饰关系。它并非单纯修饰动词 ἐποίησεν,而是指偏移所产生的闪光由于运动迅疾而在消失之前被瞳孔所捕捉的时间界限,修饰了该闪光的产生与其被捕捉(καταλαμβάνουσα)之间的紧迫关系。
