- 底本
- Alexander, In Librum De Sensu Commentarium. Commentaria in Aristotelem Graeca III.1, ed. P. Wendland, Berlin: Reimer 1901, pp. 1-173. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:170.3-171.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在确证可见极限与不可见最初界限之间的间隔为不可分之后,亚历山大展开亚里士多德的归谬论证以否定不可分感觉对象的存在,并对距离的用词问题以及该证明过于抽象的质疑作出回应。
ὁμοίως κἂν τῷ ἑτέρῳ αὐτῶν προσγενόμενον ὅλον τηρῇ αὐτὸ ὅμοιον,1 οὐκ ἦν τὸ πρὸ τῆς προσθήκης ὑγιῶς εἰλημμένον ἢ ἔσχατον εἶναι τοῦ ἀφ’ οὗ ὁρῶμεν ἢ πρῶτον τοῦ ἀφ’ οὗ οὐχ ὁρῶμεν. τῷ μὲν γὰρ ὁρατῷ προστιθέμενον μεῖζον τὸ διάστημα ποιήσει τοῦ εἰλημμένου ἐσχάτου ὁρατοῦ, τῷ δὲ ἀοράτῳ πάλιν ἔλαττον ποιήσει τοῦ εἰλημμένου πρώτου ἀοράτου. ἀδιαίρετον ἄρα ἀνάγκη εἶναι τὸ μεταξὺ τοῦ τε ἐσχάτου ἀφ’ οὗ ὁρῶμεν καὶ τοῦ πρώτου ἀφ’ οὗ οὐχ ὁρῶμεν. Μετὰ ταῦτα τῇ διὰ ἀδυνάτου δείξει χρώμενος δείκνυσιν ὅτι μηδέν ἐστιν ἀδιαίρετον αἰσθητόν, προσχρώμενος τῷ δεδειγμένῳ. εἰ γὰρ δυνατόν, ἔστω τι τοιοῦτον. τοῦτο δὴ ἂν τεθῇ ἐν τῷ ἀμερεῖ τῷ μεταξὺ τοῦ τε ἐσχάτου ὁρατοῦ καὶ τοῦ πρώτου ἀοράτου, δῆλον ὅτι ἐφαρμόσει αὐτῷ, ἐφαρμόζον δὲ αὐτῷ εἴη ἂν ἅμα ὁρατόν τε καὶ ἀόρατον, τῷ μὲν εἶναι ἐν τῷ πέρατι τοῦ ὁρατοῦ ὁρατόν, τῷ δὲ ἐν τῇ ἀρχῇ τοῦ ἀοράτου ἀόρατον. εἰ γάρ τις ἀπὸ τοῦ διαστήματος, ἀφ’ οὗ τὸ ὁρώμενον ἦν πρῶτον ὁρατόν, ὁρῴη τοῦτο τὸ ἀμερὲς ὁρατόν, ἅμα ἂν ὁρῴη τε αὐτὸ καὶ οὐχ ὁρῴη· 〈ὁρῴη〉 μὲν ἄν, ὅτι ἐπὶ τάδε κεῖται τοῦ ἐσχάτου διαστήματος, ἀφ’ οὗ οὐχ οἷόν τε ἦν τὸ ὁρατὸν ὁρᾶν, τὰ δὲ ἐπὶ τάδε τοῦ ἐσχάτου ἀοράτου καὶ τοῦ πρώτου ὁρατοῦ διαστήματος ὁρατά· οὐκ ὄψεται δὲ αὐτὸ πάλιν, ὅτι ἐπέκεινα κεῖται τῆς ἀρχῆς τοῦ διαστήματος, ἀφ’ ἧς ἦν τὸ ὁρᾶν οὐχ † ὁρώμενον, τὰ δὲ ἐπέκεινα τῆς τοιαύτης ἀρχῆς κείμενα οὐκ ἦν ὁρατά. τὸ γὰρ ἀμερὲς ὁρατὸν τῷ μὲν ἐπέκεινα τῆς ἀρχῆς τοῦ ὁρατοῦ κεῖσθαι διαστήματος οὐχ ὁραθήσεται (οὐδὲν γὰρ ἦν ἐπέκεινα αὐτῆς ὁρώμενον), τῷ δὲ ἐπὶ τάδε κεῖσθαι τοῦ πέρατός τε καὶ ἐσχάτου τοῦ ὁρατοῦ διαστήματος ὁραθήσεται. εἰ τοίνυν ἀδύνατον τὸ αὐτὸ ἅμα ὁρατὸν καὶ ἀόρατον εἶναι κατὰ τὸ αὐτό, ἀδύνατον καὶ ἀδιαίρετόν τι ὁρατὸν εἶναι. διαιρετὸν μὲν γὰρ ὂν καὶ τεθὲν † κατ’ ἐκείνου τὸ μέν τι ὁρατὸν ἕξει (πάντη γὰρ τὸ ἐπὶ τάδε τοῦ ἐσχάτου ὁρατόν· οὐ γὰρ ἐφαρμόσει τῷ ἀμερεῖ ὂν μεριστόν), τὸ δὲ ἀόρατον· τὸ γὰρ ἐπέκεινα τοῦ ὁρατοῦ ἀόρατον. τοῦτο γὰρ ἦν τὸ πρώτῳ ἀοράτῳ καὶ ἐσχάτῳ ὁρατῷ εἶναι τὸ τὸ μὲν τὰ ἐπὶ τάδε πάντα ὁρατὰ ἔχειν, τὰ δὲ ἐπέκεινα πάντα ἀόρατα.2 ἀμερὲς 〈δὲ〉 ὂν 〈ἅμα〉 ἂν τούτων ἀμφότερον γίνοιτο· ὃ ἐστιν ἀδύνατον. Αὐτὸς μέντοι ἔμπαλιν ἐχρήσατο τοῖς ἀποστήμασιν· ἔσχατον μὲν γὰρ εἶπεν τοῦ ἀποστήματος τὸ ὅθεν ἀρξάμενον τὸ ὁρατὸν οὐκέτι ὁρᾶται·3 καίτοι δοκεῖ τοῦ μὲν ἀφ’ οὗ οὐχ ὁρᾶται μὴ δύνασθαι τὸ ἔσχατον ληφθῆναι (διὸ εἶπε καὶ αὐτὸς ἐπ’ αὐτοῦ ἔστι γὰρ ὅθεν μὲν οὐκ ἂν ὀφθείη ἄπειρον τὸ ἀπόστημα), τοῦ δὲ ἀφ’ οὗ ὁρᾶται πρῶτον μὲν εἶναι τὸ πλησίον τῆς ὄψεως, ἔσχατον δὲ μεθ’ ὃ ἀπὸ τοῦ αὐτοῦ διαστήματος οὐκ ἂν ὁραθείη. Δοκεῖ δὲ ἄλλοις ἡ δεῖξις λογικωτέρα εἶναι. οὐ γὰρ πᾶν τὸ ὁρατὸν ἀπὸ ἴσου διαστήματος ὁρατόν ἐστιν, ἀλλὰ τὸ μὲν ἐγγύθεν ὁρατόν ἐστι, πόρρωθεν δ’ οὔ, τὸ δὲ καὶ πόρρωθεν, ὡς τὰ ἄστρα. οὕτως δὲ ἐχόντων πῶς ἄν τις ἢ τὸ ἔσχατον τοῦ διαστήματος, ἀφ’ οὗ οὐχ ὁρᾶται τὰ ὁρατά, ὁρίσαιτο, ἢ τὸ πρῶτον ἀφ’ οὗ ὁρᾶται; ἢ εἰ καὶ ὅτι μάλιστα τὰ μὲν ἀπὸ πλείονος διαστήματος ὁρᾶται τῶν ὁρατῶν, τὰ δ’ ἀπ’ ἐλάττονος, ἀλλ’ ἔσται ἑκάστου αὐτῶν πέρας ἀδιαίρετον, μεθ’ ὃ οὐκέτι ὁρᾶται τὸ ὁρατόν. Ἐπιζητήσαι δ’ ἄν τις πῶς 〈ὅτι〉 οὐκ ἔστι μέρος τι τοῦ συνεχοῦς ἀμερὲς δείκνυσι. τὸ γὰρ μεταξὺ τοῦ διαστήματος τοῦ τε ἐσχάτου ὁρατοῦ καὶ τοῦ πρώτου ἀοράτου ἐστί τι χωρίζον αὐτὰ * * * ἅμα ἄν τι εἴη ὅπως * * * ἀμερὲς λέγειν * * * οἷόν τε ἐξ ἀμερῶν συνεχές τι γίνεσθαι.
同样,即使[这一间隔]作为整体被附加到它们其中一者上并使其保持相同,在附加之前被当作我们从中看见的极限或我们从中看不见的最初界限的设定,也依然不是稳妥设定的。因为若附加给可见端,它将使距离大于所设定的可见的极限;若反过来附加给不可见端,它将使距离小于所设定的不可见的最初界限。因此,在我们从中看见的极限与我们从中看不见的最初界限之间的间隔,必然是不可分的。在这些论证之后,他借助归谬证明,并附带运用已被证明的结论,来证明没有任何感觉对象是不可分的。因为如果可能的话,假定存在某个这样的对象。那么,如果将它置于可见的极限与不可见的最初界限之间的无部分者之中,显而易见它将与之吻合;而与它吻合之后,它就将同时既是可见的又是不可见的:由于处于可见的极限之中而是可见的,由于处于不可见的起点之中而是不可见的。因为如果某人从该可见之物最初可见的距离来看这个无部分的可视对象,他将同时既看见它又看不见它:一方面他会看见它,因为它位于不能看见该可视对象的极限距离的此端,而处于不可见的极限和可见的最初距离此端的事物是可见的;但另一方面他又将看不见它,因为它位于观看不再可见的距离的起点彼端,而位于这种起点彼端的事物是不可见的。因为这个无部分的可视对象由于位于可见距离的起点彼端而将不被看见(因为在其彼端没有任何东西被看见),而由于位于可见距离的界限和极限的此端而将被看见。因此,如果同一事物不可能在同一方面同时既是可见的又是不可见的,那么存在某种不可分的可视对象也是不可能的。因为如果它是可分的并且放置在其上,它就会有一部分是可见的(因为极限此端的一切全都是可见的,既然它是可分的,就不会与无部分者相吻合),而另一部分则是不可见的;因为在可见者彼端的是不可见的。因为对于不可见的最初界限和可见的极限来说,“存在”就在于使其此端的一切皆为可见,而使其彼端的一切皆为不可见。但若是无部分的,它就会同时成为这两者;而这是不可能的。然而,他本人在距离的使用上却颠倒了;因为他把可视对象从其开始不再被看见的界限称为距离的“极限”;尽管似乎不可能确定那从中看不见的[距离]的极限(所以他自己关于它也说,“因为从其出发不能被看见的距离是无限的”),而对于那从中能看见的[距离],最初的是靠近视觉的距离,极限则是超过它之后从相同距离就不能被看见的距离。但对其他人来说,这个证明似乎过于逻辑化[抽象]了。因为并非所有的可视对象都能从相等的距离被看见,而是一者从近处可见、从远处不可见,另一者即使从远处也可见,比如星辰。既然情况如此,人们又怎能限定可视对象不可见的距离的极限,或是限定其可见的最初界限呢?或者说,即使再怎么是可视对象中有的从更大的距离被看见,有的从更小的距离被看见,但它们各自都会有一个不可分的界限,超过这一界限该可视对象就不再被看见。不过,人们或许会探究,他究竟是如何证明连续体的任何部分都不是无部分的。因为在可见的极限距离与不可见的最初距离之间的间隔,是区分它们的某种东西……同时会有某种东西如何……说无部分的……由无部分之物产生出某种连续体是可能的。
- 2.36ὁμοίως κἂν τῷ ἑτέρῳ αὐτῶν προσγενόμενον ὅλον τηρῇ αὐτὸ ὅμοιον
κἄν 为 καὶ ἐάν 的缩约。分词 προσγενόμενον 在条件从句中作为主语(居间部分)的附加条件成分,修饰从句动词 τηρῇ(现在时虚拟式),意为“即使作为整体被附加……并使其保持相同”。
- 2.36τοῦτο γὰρ ἦν τὸ πρώτῳ ἀοράτῳ καὶ ἐσχάτῳ ὁρατῷ εἶναι τὸ τὸ μὲν τὰ ἐπὶ τάδε πάντα ὁρατὰ ἔχειν, τὰ δὲ ἐπέκεινα πάντα ἀόρατα
这是由冠词+与格+不定式 εἶναι 构成的典型本质定义句式(τὸ... εἶναι,即“对于……来说存在即是……”)。句首的 τοῦτο 为主语,后接的重叠冠词 τὸ τὸ μὲν... 将整个解释性从句名词化,作同位语说明其具体内容。
- 2.36ἔσχατον μὲν γὰρ εἶπεν τοῦ ἀποστήματος τὸ ὅθεν ἀρξάμενον τὸ ὁρατὸν οὐκέτι ὁρᾶται
双宾格结构。动词 εἶπεν 以名词化的关系从句 τὸ ὅθεν... 为直接宾语,以受属格 τοῦ ἀποστήματος 修饰的 ἔσχατον 为宾语补足语(述语宾格),意为“他把从其开始……者称为距离的极限”。
