← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论感觉》注解

§168.10-170.3

感觉对象的可分性与可感距离的极限

亚里士多德主张所有感觉对象都是可分的量度,亚历山大对此加以阐释,说明在通过介质的感觉中,“可感知的最大距离(极限)”与“不可感知的最小距离(初始界限)”之间的边界为何必然是不可分的论证过程。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.36#4

Δείξας δὲ πῶς οἷόν τε ἅμα πλειόνων αἰσθητῶν αἰσθάνεσθαι, δείκνυσιν ἑξῆς ὅτι μηδὲν αἰσθητὸν ἀμερές ἐστιν, ἀλλὰ πᾶν αἰσθητὸν μέγεθός ἐστι καὶ διαιρετόν, ᾧ φθάσας ὡς ἀληθεῖ τε καὶ ὁμολογουμένῳ κέχρηται,1 ὅτε ἔλεγε περὶ τῆς τῶν αἰσθητῶν παθῶν διαιρέσεως καὶ περὶ τοῦ μεγέθους τοῦ ἡλίου. λέγει γάρ· ὅτι τὸ αἰσθητόν ἐστι πᾶν μέγεθος καὶ οὐκ ἔστιν ἀδιαίρετον αἰσθητόν, δῆλον. ἔστι δὲ ἡ δεῖξις ᾗ χρῆται τοιαύτη· λαμβάνει ἐναργὲς ὂν καὶ γνώριμον τὸ μηδὲν τῶν διά τινος μέσου αἰσθητῶν ἀπὸ παντὸς διαστήματος αἰσθητὸν εἶναι, ἀλλ’ εἶναί τι διάστημα ἀφ’ οὗ καὶ τὸ ὁρώμενον ὁρᾶται καὶ τὸ ἀκουόμενον ἀκούεται καὶ τὸ ὀσφραντὸν τὴν ὄσφρησιν κινεῖ. αὗται γὰρ αἱ αἰσθήσεις διά τινος μεταξὺ γίνονται· ἡ γὰρ ἁφὴ καὶ ἡ γεῦσις οὐ διὰ μεταξύ τινος ἔξω ὄντος οὐδὲ ἀπὸ διαστήματός τινος αἰσθάνονται τῶν οἰκείων αἰσθητῶν, ἀλλ’ αὐτῶν ἁπτομένων. τὸ μὲν οὖν ὅθεν οὐκ ἂν αἰσθανοίμεθα τοῦ αἰσθητοῦ διάστημα πολύ τε καὶ σχεδὸν ἄπειρόν ἐστιν· ἀφ’ οὗ γὰρ ἀρξόμεθα μὴ αἰσθάνεσθαι αὔξοντες τοῦτο τὸ διάστημα καὶ ἀεὶ ἀπωτέρω γινόμενοι τοῦ αἰσθητοῦ ἔτι μᾶλλον αὐτοῦ οὐκ αἰσθανόμεθα. ἄπειρον γὰρ εἶπε τὸ πολὺ καὶ μὴ ὡρισμένον· οὐ γὰρ ἔστι λαβεῖν τὸ μέγιστον διάστημα ἀφ’ οὗ οὐκ αἰσθανόμεθα. τὸ δ’ ἀφ’ οὗ αἰσθάνεσθαι δυνάμεθα διάστημά ἐστιν ὡρισμένον. ἐπεὶ τοίνυν ἐναργὲς καὶ ὁμολογούμενόν ἐστι τὸ εἶναί τι διάστημα τὸ ἀφ’ οὗ αἰσθανόμεθα καὶ τὸ ἀφ’ οὗ οὐκ αἰσθανόμεθα, δῆλον ὡς εἴη ἄν τι καὶ ἔσχατον2 τοῦ ἀποστήματος ἀφ’ οὗ ὁρᾶται τὸ ὁρώμενον (ποιεῖται γὰρ τὸν λόγον ἐπὶ τῶν ὁρατῶν· τὸ δὲ ἐπὶ τούτων δειχθὲν καὶ ἐπὶ τῶν ἄλλων αἰσθητῶν, ὧν διὰ μέσου τινὸς ἡ ἀντίληψις, ἁρμόζοι ἄν), ἀλλὰ μὴν καὶ πρῶτον ὅθεν λοιπὸν ἀρξάμενοι οὐχ ὁρῶμεν τὸ ὁρατόν· εἰ γὰρ μηδὲν εἴη πρῶτον ἀφ’ οὗ οὐχ ὁρᾶται, διὰ παντὸς ἂν εἴη τὸ ὁρώμενον. ἀλλὰ μὴν ἐναργὲς καὶ τὸ ὁρᾶσθαι ἀπό τινος καὶ τὸ μὴ ὁρᾶσθαι τὸ ὁρώμενον καὶ † τοῦ πρώτου ἀφ’ οὗ ὁρᾶται πάλιν ἀπ’ ἄλλου. ἔστιν ἄρα τι τοῦ μὲν ἀφ’ οὗ οὐχ ὁρᾶται διαστήματος τὸ ὁρώμενον πρῶτον, τοῦ δὲ ἀφ’ οὗ ὁρᾶται ἔσχατον. τοῦτο δὴ τὸ μεταξὺ τοῦ ἐσχάτου ἀφ’ οὗ ὁρᾶται τὸ ὁρώμενον καὶ τοῦ πρώτου ἀφ’ οὗ οὐχ ὁρᾶται, ἀνάγκη ἀδιαίρετον εἶναι. ὃ αὐτὸς μὲν ἔλαβεν ὡς ἐναργές, ὅτι ἐπὶ τῶν οὕτως ἐχόντων τὸ αὐτὸ τοῦ μὲν πέρας γίνεται καὶ ἔσχατον, τοῦ δὲ ἀρχή τε καὶ πρῶτον· δεικνύοιτο δ’ ἂν οὕτως. εἰ γὰρ εἴη διαιρετόν, οὐκ ἦν τὸ ληφθὲν ἔσχατόν τε καὶ πρῶτον ὑγιῶς εἰλημμένον. ἡ γὰρ τοῦ μεταξὺ τούτου διαίρεσίς τε καὶ προσθήκη τῶν μερῶν αὐτοῦ ἑκατέρῳ τῷ τε ὡς πρώτῳ καὶ τῷ ὡς ἐσχάτῳ ληφθέντι δείκνυσιν ὅτι μηδέτερον αὐτῶν ὑγιῶς ἐλήφθη ἢ πρῶτον ἢ ἔσχατον. ἂν γὰρ διελόντες τὸ μεταξὺ καὶ προσθέντες ἑκατέρῳ ἔχωμεν τὸ μὲν ὁμοίως ἔτι μένον τοιοῦτον, ὡς τὸ ἐξ αὐτοῦ 〈ὁρώμενον ὁρατὸν εἶναι, τὸ δὲ τοιοῦτον, ὡς τὸ ἐξ αὐτοῦ〉 μὴ ὁρώμενον ἀόρατον εἶναι, οὐκ ἦν οὔτε ἔσχατον τὸ ἀφ’ οὗ ὁρῶμεν τὸ πρὸ τῆς προσθήκης εἰλημμένον οὔτε πρῶτον τὸ ἀφ’ οὗ οὐχ ὁρῶμεν. ἔσχατον μὲν γάρ ἐστιν ὁρατὸν οὗ ἀπὸ μείζονος διαστήματος οὐχ οἷόν τε ὄψιν τε καὶ ἀντίληψιν γενέσθαι, πρῶτον δὲ ἀόρατον οὗ ἀπὸ ἐλάττονος διαστήματος οὐχ οἷόν τέ ἐστιν ἀόρατον εἶναι τὸ ὁρώμενον. τούτων δὲ οὕτως ἐχόντων, εἰ διαιρετὸν εἴη τὸ μεταξὺ τοῦ τε ἀφ’ οὗ πρώτου τι οὐχ ὁρᾶται καὶ τοῦ γε ἐσχάτου ἀφ’ οὗ ὁρᾶται, τῷ μὲν προστιθέμενον τὸ ἐκ τῆς διαιρέσεως ἐπέκεινα μέρος τῷ ὁρατῷ ἔτι ὁρατὸν αὐτὸ τηρήσει καὶ ἀναιρήσει τὸ εἶναι τὸ εἰρημένον διάστημα ἀφ’ οὗ ἐσχάτου ὁρατὸν ἦν τὸ ὁρώμενον· καὶ γὰρ ἀπὸ μείζονος διαστήματος ὁρώμενον ἔσται· τῷ δὲ πάλιν τῷ ἀοράτῳ προστιθέμενον τὸ ἐπὶ τάδε μόριον αὐτοῦ ἔτι αὐτὸ ἀόρατον τηρήσει καὶ πάλιν ἀναιρήσει 〈τὸ〉 τὸ εἰρημένον διάστημα πρῶτον ἀόρατον εἶναι· καὶ γὰρ ἀπό τινος πρὸ αὐτοῦ ὄντος οὐκ ὄψεται.

在指出了如何能够同时感知多个感觉对象之后,他接着证明没有任何感觉对象是无部分的,而是每一个感觉对象都是量度且可分的;他在之前谈论可感知的受动状态的分割以及太阳的大小时,就已经将这一点当作真实且公认的命题加以使用了。因为他说:“感觉对象全都是量度,且不存在不可分的感觉对象,这是显而易见的。”而他所使用的证明是这样的:他把通过某种介质被感知的对象没有一个能从任意距离被感知,而是存在某个特定的距离,从那里可见之物被看见,可听之物被听见,可嗅之物引发嗅觉,当作明显且为人所知的前提。因为这些感觉是通过居间之物产生的;而触觉和味觉既不是通过某种居于其外的介质,也不是从某种距离感知其固有的感觉对象,而是通过直接触及它们。因此,我们不能从中感知到感觉对象的距离是广阔且近乎无限的;因为从我们开始不能感知的距离算起,随着这一距离的增加以及我们离感觉对象越来越远,我们就越发感知不到它。因为他把广阔且未被限定的称为“无限”;因为不可能确定我们不能从中感知的最大距离。但我们能够从中感知的距离则是被限定的。既然存在我们能够感知的距离以及我们不能感知的距离是明显且公认的,那么显而易见,必然存在能看见可见之物的距离的某种极限(因为他是就可见之物展开论述的;但就这些对象所证明的,也适用于那些通过介质进行把握的其他感觉对象),而且也必然存在从其开始往后我们不再能看见可见之物的最初界限;因为若没有任何从其开始不可见的最初界限,可见之物就将在任意距离内都被看见。然而,可见之物从某一距离被看见而从某一距离不被看见,并且再次从不同于最初看见它的另一距离不被看见,这也是显而易见的。因此,存在着可见之物不能被看见的距离的某种最初界限,以及它能被看见的距离的某种极限。可见之物被看见的极限与它最初不被看见的界限之间的这一间隔,必然是不可分的。他自己将此当作显而易见的前提,因为在如此处于特定状态的事物中,同一者成为前者的终点与极限,而成为后者的起点与最初;但这一点也可以这样来证明:因为如果它是可分的,那么被当作极限和最初界限的设定就不是稳妥设定的。因为对这一间隔的分割以及将其各部分分别附加给被当作最初界限与被当作极限的两端,表明它们两者中没有一个被稳妥地设定为最初界限或极限。因为如果在分割了这一间隔并附加给两者之后,我们发现其中一者依然同样保持为从其出发被看见之物是可见的,而另一者则保持为从其出发未被看见之物是不可见的,那么在附加之前所设定的我们从中看见的极限就不是真正的极限,我们从中看不见的最初界限也不是真正的最初界限。因为可见的极限是指从更大的距离出发就不可能产生视觉和把握,而不可见的最初界限则是指从更小的距离出发可见之物不可能成为不可见的。既然情况如此,如果在某物最初不被看见的界限与它被看见的极限之间的间隔是可分的,那么由于分割而产生的处于彼端的部分在附加给可见端时,将使其依然保持为可见的,并由此否定所谓该距离是能看见可见之物的极限距离;因为从更大的距离出发它仍将被看见;反之,处于此端的部分在附加给不可见端时,将使其依然保持为不可见的,并再次否定所谓该距离是不可见的最初距离;因为在处于它之前的某个距离上,人们就已经看不见了。

语法注2 条
  1. 2.36ᾧ φθάσας ὡς ἀληθεῖ τε καὶ ὁμολογουμένῳ κέχρηται

    关系代词 ᾧ 的先行词是前文的整个命题内容,即“每个感觉对象都是量度且可分”(πᾶν αἰσθητὸν μέγεθός ἐστι καὶ διαιρετόν)。分词 φθάσας 与动词 κέχρηται 连用,充当副词性表达,表示“预先”、“早已”。

  2. 2.36ἄν γὰρ διελόντες τὸ μεταξὺ καὶ προσθέντες ἑκατέρῳ ἔχωμεν τὸ μὲν ὁμοίως ἔτι μένον τοιοῦτον ... οὐκ ἦν οὔτε ἔσχατον

    条件从句 ἄν ... ἔχωμεν(虚拟式)在归结从句中搭配了未完成过去时直陈式 οὐκ ἦν。这种句式习惯性地用于归谬论证,表示逻辑上的不合理:“如果……,那么原本设定的就根本不是极限或最初界限”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:168.10-170.3