- 底本
- Alexander, In Librum De Sensu Commentarium. Commentaria in Aristotelem Graeca III.1, ed. P. Wendland, Berlin: Reimer 1901, pp. 1-173. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:171.23-173.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大梳理了亚里士多德承认相对于感觉而言无部分的界限存在、却否定不可分的感觉对象的论证逻辑,指出关于不可分者的论据始于亚里士多德本人的稳妥运用而非狄奥多罗等人,并对本卷卷末的总结与下一著作的安排作了注记。
ἢ δεῖ ὑπολαμβάνειν αὐτὸν οὐχ ἁπλῶς τι ἀμερὲς δεικνύναι, ἀλλὰ πρὸς αἴσθησιν ἀμερές. καὶ δείκνυσιν ὅτι μηδενὸς αἰσθητοῦ ὡς ἀμεροῦς ἡ αἴσθησις αἰσθάνεται. ὅτι γὰρ μηδὲν ἀμερὲς οἷόν τε μέγεθος εἶναι ἐν ἄλλοις ἔδειξε διὰ πλειόνων. δεῖ οὖν ἀκούειν τοῦ ὅτι δὲ τὸ αἰσθητὸν πᾶν ἐστι μέγεθος καὶ οὐκ ἔστιν ἀδιαίρετον αἰσθητὸν ὡς εἰρημένου ἀντὶ τοῦ ὅτι δὲ ἡ αἴσθησις οὐδενὸς ὡς ἀμεροῦς αἰσθάνεται.’1 δεικνύοιτο δ’ ἂν τὸ μεταξὺ ἀμερὲς πρὸς αἴσθησιν, ὅτι, εἰ ὡς μεριστὸν * * * εἴη τῇ αἰσθήσει καὶ ὡς διάστημά τι, ἤτοι ὁρῴη ἂν τὰ ἐν αὐτῷ ἡ ὄψις ἢ οὐχ ὁρῴη. οὕτως δὲ 〈ἂν〉 ἀναιροῖτο εἶναι πρῶτον τοῦ διαστήματος ἀφ’ οὗ τι ὁρᾶται τὸ ὡς πρῶτον εἰρημένον ἤτοι εἶναι ἔσχατον τοῦ ἀφ’ οὗ οὐχ ὁρᾶται τὰ ὁρώμενα τὸ εἰλημμένον ὡς ἔσχατον. ἢ οὐκ ἀνάγκη τὸ μεταξὺ διάστημα εἶναι τοῦ τε ἀφ’ οὗ ὁρᾶται τὸ ὁρατὸν καὶ τοῦ ἀφ’ οὗ οὐχ ὁρᾶται. ἐπὶ γὰρ τῶν οὕτως ἐχόντων ἀνάγκη τὸ αὐτὸ τοῦ μὲν πέρας εἶναι, τοῦ δὲ ἀρχήν. εἰ γὰρ συνεχές ἐστι τὸ 〈μεταξὺ〉 διάστημα τοῦ ἐν ᾧ τό τε ἔσχατόν ἐστιν ἀπόστημα τοῦ ἐν ᾧ ὁρᾶται ἐσχάτου τὸ ὁρατὸν καὶ τοῦ ἐν ᾧ πρώτῳ ἀρξάμενον μὴ ὁρᾶσθαι οὐκέτι ὁρᾶται, δῆλον ὡς ἔχει κοινόν τινα ὅρον τὸν συνάπτοντα τό τε ἔσχατον αὐτοῦ ὁρατὸν καὶ τὸ πρῶτον ἀόρατον, μᾶλλον δὲ ταὐτόν ἐστιν ἀμφότερα, τοῦ μὲν πέρας, τοῦ δὲ ἀρχή, ὁ μέσος ὅρος ὢν ἀδιαίρετος· τοιοῦτος γὰρ ὁ ὅρος καθ’ ὃν συνῆπται τὰ συνεχῆ, ὁποῖόν ἔστι καὶ τὸ διάστημα δι’ οὗ ὁρᾶταί τε τὰ ὁρώμενα καὶ οὐχ ὁρᾶται. ἔσται ἄρα ἐν ἀμφοτέροις τοῖς μέρεσι τοῦ διαστήματος τοῦ ἐσχάτου ὁρατοῦ καὶ τοῦ πρώτου ἀοράτου, τοῦ μὲν πέρας ὄν, τοῦ δὲ ἀρχή· ἐν ᾧ ἂν 〈οὖν〉 τεθῇ τὸ ἀμερὲς αἰσθητόν, ἐφαρμόσει τ’ αὐτῷ καὶ ἔσται καὶ αὐτὸ ἐν ἀμφοτέροις, καὶ τῷ ὁρατῷ καὶ τῷ ἀοράτῳ. ὂν δὲ ἐν ἀμφοτέροις, καθόσον μὲν ἔστιν ἐν τῷ ὁρατῷ πέρας ὂν αὐτοῦ, ὁρῷτο ἄν, καθόσον δέ ἐστιν ἐν ἀοράτῳ ἀρχὴ ὂν αὐτοῦ, οὐκ ἂν ὁρῷτο. οὕτω δὲ ἅμα 〈ἂν〉 ὁρῷτό τε καὶ οὐχ ὁρῷτο· τῷ μὲν γὰρ μὴ εἶναι ἐπὶ τάδε τοῦ πέρατος τοῦ ὁρατοῦ οὐκ ἂν ὁρῷτο (ἦν γὰρ ὁρατὰ ταῦτα), τῷ δὲ μὴ εἶναι ἐπέκεινα τῆς ἀρχῆς, ἀφ’ ἧς οὐχ ἑωρᾶτο τὰ ὁρατά, ὁρῷτο ἄν, ἅτε μηδέπω ὂν ἐν τῷ ἀοράτῳ διαστήματι. ὃ διαιρετὸν ὂν οὐκέτ’ ἂν ἔπασχεν· ἦν γὰρ ἂν αὐτοῦ τὸ μὲν ὁρατόν, ὅσον ἦν αὐτοῦ ἐν τῷ ὁρατῷ, τὸ δὲ ἀόρατον, τὸ ὂν ἐν τῷ μετὰ τὸ ὁρατὸν διαστήματι. Ἔοικε δὲ διὰ τούτων τὸν περὶ τῶν ἀμερῶν λόγον ἐρωτώμενον εἴτε ὑπὸ Διοδώρου εἴτε καὶ ὑπ’ ἄλλου τινὸς αὐτὸς ἠρωτηκέναι τε πρῶτος καὶ κεχρῆσθαι αὐτῷ.2 ἀλλ’ οὗτος μὲν εὑρὼν ἐχρήσατο αὐτῷ ὑγιῶς, οἱ δὲ μέγα ἐπ’ αὐτῷ φρονοῦντες ἔλαβον μὲν αὐτὸν παρὰ τούτου, ἐχρήσαντο δὲ αὐτῷ οὐ δεόντως. ὁ μὲν γὰρ ἔδειξε δι’ αὐτοῦ 〈τὸ〉 πρὸς αἴσθησιν γινόμενον ἀμερὲς οὐκ ὂν ἀδύνατον, ἀλλ’ ὂν ἐν τῇ φύσει καὶ ἐν τοῖς πράγμασιν, [ἀλλ’] ὡς μηδὲν ὂν ἀμερὲς αἰσθητὸν τῷ μηδὲ τὸ μεταξὺ τοῦ τε ἐσχάτου αἰσθητοῦ καὶ τοῦ πρώτου ἀναισθήτου δύνασθαί τι εἶναι διάστημα ἀμερὲς ὄν· οὗτος γὰρ ὁ τὰ συνεχῆ συνέχων ὅρος. σώματος δὲ μέρος ἢ αἰσθητοῦ ἢ ἀναισθήτου ἀδύνατον εἶναι ἀμερές, ἐφ’ οὗ αὐτῷ ἐχρήσαντο οἱ παραλογιζόμενοι, εἴγε τὸ τοῦ σώματος μέρος σῶμα. διὸ οὐδὲ οἷόν τε ἐπ’ ἐκείνων ἢ μέγιστον ἀνεπαίσθητον ἢ ἐλάχιστον αἰσθητὸν τῇ αὑτοῦ φύσει, τῷ δεῖν μὲν * * * ἀμερὲς εἶναι, ἀλλὰ πᾶν 〈μέγεθος ἐπ’〉 ἄπειρον εἶναι διαιρετόν. δείξας δὲ ταῦτα, ἀνακεφαλαιοῦται διὰ βραχέων περὶ τῶν εἰρημένων ἐν τῷ βιβλίῳ καὶ μνημονεύει ὅτι μετὰ τὸ βιβλίον τοῦτο τὸ Περὶ μνήμης καὶ ὕπνου τέτακται.
或者应当理解为,他所证明的并不是绝对意义上的无部分之物,而是相对于感觉而言的无部分之物;并且他证明了感觉不把任何感觉对象当作无部分之物来感知。因为没有任何无部分之物能够成为量度,这一点他在其他地方通过诸多论证已经指明了。因此,必须将“每个感觉对象都是量度,并且没有任何不可分的感觉对象”这一说法,理解为代替了“感觉不把任何事物当作无部分之物来感知”。而中间项相对于感觉而言是无部分的,这一点可以通过以下事实得到证明:如果它对感觉而言是作为可分的……并且作为某种间距,视觉要么会看见其中的事物,要么不会看见。但这样一来,要么作为其可见的最初距离所表述的最初界限就不再是最初界限,要么作为可见事物不可见的极限距离所设定的极限就不再是极限。或者说,在可见对象从中被看见的距离与从中不被看见的距离之间的中间项,并不必然是一个间距。因为在这样具有关系的事物上,同一者必然是一方的极限,而为另一方的起点。因为如果可见对象在其作为极限而被看见的极限距离,与它最初开始不被看见而不再被看见的最初距离之间的[中间]间距是连续的,那么显而易见,它就具有某个共同的界限来联结其可见的极限与不可见的最初界限;或者说,两者是同一的,中间的界限是不可分的,既是一方的极限又是另一方的起点;因为连续之物赖以联结的界限就是如此,正如可见事物借以被看见与不被看见的距离也是如此。因此,它将同时存在于极限可见与最初不可见的距离的两个部分之中,既是一方的极限又是另一方的起点。[因此]如果无部分的感觉对象被置于其中,它将会与之吻合,并且它自身也将同时存在于可见与不可见的两者之中。而既然存在于两者之中,只要它处于可见端作为其极限,它就会被看见;只要它处于不可见端作为其起点,它就不会被看见。这样一来,它就会同时既被看见又不能被看见:一方面,由于不在可见之极限的此端,它就不会被看见(因为这些曾是可见的);另一方面,由于不在可见对象不再被看见的起点的彼端,鉴于它尚未处于不可见的距离之中,它就会被看见。而若是可分的,它就不再会承受这种情况;因为属于它的部分中,凡处于可见端的部分将是可见的,而处于可见端之后的距离中的部分将是不可见的。 似乎通过这些论据,关于无部分之物的论证,无论是由狄奥多洛还是由其他什么人所提出的,都是由他本人最初提出并加以运用的。然而他发现之后健全地运用了它,而那些以此自傲的人虽然从他那里承袭了该论证,却没有恰当地运用它。因为他通过该论证表明,相对于感觉而言成为无部分之物并非不可能,而是存在于自然之中并在实在之物中存在,然而这是在没有任何感觉对象是无部分之物的意义上而言的,因为处于最后的感觉对象与最初的不可感觉对象之间的中间项,作为无部分之物不可能成为某种间距;因为这个界限正是把连续之物联结在一起的界限。但物体的组成部分——无论属于感觉的还是不可感觉的——既然物体的部分仍是物体,就都不可能是无部分的,而那些进行谬误推理的人正是就此运用了该论证。因此,在那些事物上,按其自身本性而言,既不可能有最大的不可感知之物,也不可能有最小的感觉对象,因为必须……是无部分的,而一切[量度都向着]无限是可分的。在证明了这些之后,他对本书中所论述的事项作了简短总结,并提及在这本书之后排定的是《论记忆与睡眠》。
- 2.36δεῖ οὖν ἀκούειν τοῦ ὅτι δὲ τὸ αἰσθητὸν πᾶν ἐστι μέγεθος καὶ οὐκ ἔστιν ἀδιαίρετον αἰσθητὸν ὡς εἰρημένου ἀντὶ τοῦ ὅτι δὲ ἡ αἴσθησις οὐδενὸς ὡς ἀμεροῦς αἰσθάνεται.’
动词 ἀκούειν 在此取带 τοῦ 的属格从句作宾语,表示“理解/解释”,而 ὡς εἰρημένου 则是与其属格相一致的附带分词短语,意为“被当作代替……而说的”。
- 2.36Ἔοικε δὲ διὰ τούτων τὸν περὶ τῶν ἀμερῶν λόγον ἐρωτώμενον εἴτε ὑπὸ Διοδώρου εἴτε καὶ ὑπ’ ἄλλου τινὸς αὐτὸς ἠρωτηκέναι τε πρῶτος καὶ κεχρῆσθαι αὐτῷ.
这是与 ἔοικε 构成的人称句式(主格与不定式结构),主语 αὐτός 为主格,支配完成时不定式 ἠρωτηκέναι 与 κεχρῆσθαι,其中 ἠρωτηκέναι 以宾格短语 τὸν ... λόγον 为宾语,κεχρῆσθαι 则取与格 αὐτῷ。
