- 底本
- Alexander, In Librum De Sensu Commentarium. Commentaria in Aristotelem Graeca III.1, ed. P. Wendland, Berlin: Reimer 1901, pp. 1-173. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:166.12-168.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大详细阐述了第二种解法,即感觉灵魂在底层主体上在数目上为一而在定义与能力上为多;通过将感觉视作判断而非单纯的受动,解决了同时感知相反对象的疑难,并总结了此解法与第一种解法的差异。
ὧν δὲ τὸ εἶναι ἕτερον, ταῦτα ἕτερα ἀλλήλων· οὐ γὰρ μόνον τὰ ἕτερα τῷ κεχωρίσθαι κρίνεται, ἀλλὰ καὶ τῷ διάφορον τὸ τί ἦν εἶναι ἔχειν. οὕτω δὲ καὶ τὰ πάθη ἀλλήλων τε καὶ 〈τοῦ〉 ὑποκειμένου ἕτερα. * * * ὁμοίως δή φησι δεῖν λέγειν καὶ ἐπὶ τῆς ψυχῆς τῆς αἰσθητικῆς, τὸ μὲν αὐτὸ καὶ ἓν αὐτὴν οὖσαν τῷ ἀριθμῷ κατὰ τὸ ὑποκείμενον τῷ καὶ ἑνὸς εἶναι ἐντελέχειαν πάντων τῶν αἰσθητῶν ἀντιληπτικὴν εἶναι, κατὰ τὸν λόγον μέντοι καὶ τὴν δύναμιν καὶ τὸ τί ἦν εἶναι διαφέρειν,1 κατὰ τὴν τῶν αἰσθητῶν διαφορὰν διαφόρους δυνάμεις ἔχουσαν, καὶ τὰς μὲν τῷ γένει διαφόρους, τὰς δὲ τῷ εἴδει, ὡς ἔχει τὰ αἰσθητὰ πρὸς ἄλληλα· ἡ μὲν γὰρ χρωμάτων διαφορὰ τῷ εἴδει ἐστὶν ἑτέρα, ἡ δὲ χρωμάτων καὶ ψόφων τῷ γένει. οὕτως δ’ ἂν εἴη ἡ ψυχὴ ἕν, ἡ μὲν κατὰ τὸ ὑποκείμενον πάντων αἰσθανομένη καὶ πολλάκις γε καὶ πλειόνων ἅμα τε δεχομένη, τουτέστι κρίνουσα, κατὰ δὲ τὸν λόγον καὶ τὸ τί ἦν εἶναι οὐ τῷ αὐτῷ· κατ’ ἄλλον γὰρ λόγον καὶ κατ’ ἄλλην δύναμιν χρώματος, καὶ κατ’ ἄλλην ψόφου ἢ χυμοῦ ἀντιλήψεται· ἄλλο γὰρ κατὰ τὸν λόγον καὶ τὴν δύναμιν τῶν διαφερόντων ἀντιληπτικόν. οὐ τοῦτο δ’ ἂν λέγοι ὅτι τὸ αὐτὸ κατὰ τὴν πρὸς τὰ διαφέροντα αἰσθητὰ σχέσιν νῦν μὲν ἀκουστικόν, νῦν δὲ ὁρατικὸν γίνεται, ὡς οἱ ἀπὸ τῆς Στοᾶς λέγουσι πῶς ἔχον τὸ ἡγεμονικὸν ποτὲ μὲν τόδε ποτὲ δὲ τόδε γίνεσθαι· εἰ γὰρ οὕτως, οὐκέτ’ 〈ἂν〉 ἅμα δύναιτο πλειόνων αἰσθάνεσθαι. ἀλλ’ ἔστιν ὃ λέγει ὅτι ἓν ὂν κατὰ τὸ ὑποκείμενον πλείους δυνάμεις καὶ διαφόρους ἀλλήλων ἔχει, καθ’ ἃς ἅμα οἷόν τέ ἐστιν ἐνεργεῖν. Ἀλλὰ καὶ εἰ μάλιστα οἷόν τε τὸ αἰσθητικὸν ἓν ὂν τῷ ἀριθμῷ ἅμα πλείω εἶναι κατὰ τὸν λόγον καὶ τὰς δυνάμεις, ἀλλὰ πῶς γε ἅμα τῶν ἐναντίων ἀντιλήψεται; ὡς γὰρ τὰ ὑποκείμενα πλειόνων μὲν παθῶν ἅμα ἐστὶ δεκτικά, οὐ μὴν διὰ τοῦτο καὶ τῶν ἐναντίων (οὐ γὰρ τὸ μῆλον, ἐπεὶ γλυκύ τε ἅμα καὶ λευκὸν εἶναι δύναται, ἤδη καὶ λευκὸν ἅμα καὶ μέλαν ἢ γλυκὺ καὶ πικρόν), οὕτως ἕξει καὶ ἐπὶ τῆς αἰσθήσεως. ὥστε οὐδ’ ἐκεῖνο ἀληθὲς τὸ μᾶλλον δύνασθαι τῶν ὁμογενῶν τὴν αἴσθησιν γίνεσθαι ἢ τῶν ἀνομογενῶν· ἧττον γὰρ τῶν ἐναντίων τι ἅμα δεκτικόν ἐστιν ἢ τῶν μηδὲν ἐχόντων κοινόν. ἀλλὰ εἰ μὴ ἅμα τῶν ἐναντίων αἰσθησόμεθα, οὐδ’ ὅτι ἐναντία ἐστὶ κρινοῦμεν, εἴγε ὧν μὴ ἅμα τι αἰσθάνεται, τούτων οὐδὲ τῆς διαφορᾶς τῆς πρὸς ἄλληλα αἰσθάνεσθαι δύναται· μνήμης γὰρ ἐκεῖνο, οὐκ αἰσθήσεως, ἐλέγομεν ἐν τοῖς Περὶ ψυχῆς. ἢ ἡ αἴσθησις, εἰ καὶ δοκεῖ διὰ πάθους τινὸς γίνεσθαι, ἀλλ’ αὐτή γε κρίσις ἐστίν2 (ἄλλο δὲ τὸ ἐν πάθει ἐναντίον καὶ ἄλλο τὸ ἐν κρίσει. ἐν πάθει μὲν γὰρ τὸ λευκὸν τῷ μέλανι, ἐν κρίσει δὲ οὐχ ἡ κρίσις ἡ περὶ τοῦ λευκοῦ ὅτι λευκὸν οὐδ’ ἡ τοῦ μέλανος ὅτι μέλαν ἐναντίαι· αὗται μὲν γὰρ ἅμα ἀληθεῖς· ἀδύνατον δὲ τὰς ἐναντίας κρίσεις ἅμα ἀληθεῖς εἶναι. ἀλλ’ ἔστι τῇ περὶ τοῦ λευκοῦ κρίσει ὅτι λευκὸν ἐναντίον ἡ περὶ τοῦ λευκοῦ ὅτι μέλαν. διὸ αὗται μὲν οὐδέποτε συνυπάρχουσιν ἐν τῇ κατὰ τὴν αἴσθησιν κρίσει, ἐκεῖναι δέ· οὐ γάρ εἰσιν ἐναντίαι), πάσχοντος μέντοι τοῦ σώματος ἐν ᾧ ἥδε † ψυχή, ὃ ἔθος ἐστὶ λέγειν ἔσχατον αἰσθητήριον, οὐ κατὰ τὸ αὐτὸ μόριον ὑπ’ ἀμφοῖν, ἀλλὰ κατὰ ἄλλο ὑπ’ ἄλλου γίνεται, ὡς γὰρ ὁρῶμεν καὶ ἐπὶ τῶν ὀφθαλμῶν καὶ ἐπὶ τῶν κατόπτρων ἅμα ἐμφαινόμενα τὰ ἐναντία. διαφέροι δ’ ἂν τῆς πρώτης λύσεως ἡ δευτέρα, ᾗ ἐπ’ ἐκείνης μὲν ἐλαμβάνετο ἡ αἰσθητικὴ ψυχὴ μία οὐ τῷ ἀριθμῷ μόνον, ἀλλὰ καὶ τῇ δυνάμει, ἐν δὲ ταύτῃ τῷ μὲν ἀριθμῷ μία, οὐκέτι δὲ τῷ λόγῳ, ἀλλ’ ὡς ἔχει τὰ ὑποκείμενα πράγματα, οὕτω καὶ αὐτή· ἦν δὲ ἐκεῖνα ἐν ἑνί τινι κατ’ ἀριθμὸν ὑποκειμένῳ πλείω τινὰ τῷ λόγῳ καὶ διαφέροντα.
而那些存在相异的事物,彼此是相异的;因为相异之物不仅通过在空间上的分离来判断,而且也通过具有不同的本质存在来判断。照此方式,诸受动状态彼此之间以及与底层主体之间也是相异的。[……]因此他指出,关于感觉的灵魂也同样应当这样说:就底层主体而言它自身是同一的且在数目上为一,由于它是一物的完全现实性,从而能够把握一切感觉对象,然而就定义、能力与本质存在而言它是相异的,它依据感觉对象的差异而拥有相异的诸能力,其中一些在属上相异,一些在种上相异,正如各感觉对象相互之间的关系一样;因为各颜色之间的差异是在种上不同,而颜色与声音的差异则是在属上不同。以这种方式,灵魂将是一:就底层主体而言它感知一切事物,并且往往同时接纳、亦即判断多个事物,但就定义与本质存在而言却不是凭同一者;因为它是依据一种定义和能力去把握颜色,而依据另一种去把握声音或滋味;因为在定义与能力上相异者才能把握相异的对象。但他绝不是指:同一事物依据与不同感觉对象的关系,一会儿变为听觉的,一会儿变为视觉的,正如斯多亚学派的人所说统治部分以某种方式处于特定状态而时而变成这个、时而变成那个;因为若是如此,它就再也无法同时感知多个事物了。相反,他所说的是:它就底层主体而言虽是一,却拥有彼此相异的多重能力,依据这些能力它能够同时进行现实活动。 然而,即使在数目上为一的感觉主体在定义与诸能力上极其可能同时是多,它又究竟如何能够同时把握相反之物呢?因为正如各底层主体虽然能同时接纳多种受动状态,却决不因此也能同时接纳相反的受动状态(因为苹果既然能同时既甜又白,并不意味着就已经能同时既白又黑,或者既甜又苦),在感觉的情形中也将是同样的情形。因此,那种认为关于同属之物的感知比起关于不同属之物的感知更容易产生的说法也是不真实的;因为某物同时接纳相反之物,比起接纳毫无共同之处的事物要更不可能。但如果我们不能同时感知相反之物,我们就绝不可能判断它们是相反的,如果确实对于任何不能同时感知的事物,人们甚至无法感知它们相互之间的差异;因为正如我们在《论灵魂》中所说,那是记忆的事情,而非感觉的事情。 或者应当说,感觉即便看似通过某种受动状态而发生,但它自身终究是一种判断(在受动中的相反与在判断中的相反是两码事。因为在受动中,白与黑相反,而在判断中,关于白是白的判断,与关于黑是黑的判断,彼此并不是相反的;因为这两者可以同时为真,而相反的判断不可能同时为真。相反,与关于白是白的判断相反的,是关于白是黑的判断。因此,后者在依照感觉的判断中绝不同时存在,而前者却可以;因为它们并不是相反的),尽管在其中存在着这灵魂的身体——即通常所称的终极感觉器官——确实受到影响,但并不是由两者在同一个部分受到影响,而是由不同的一方在不同的部分受到影响,正如我们在眼睛和镜子中也看到相反之物同时显现出来一样。第二种解法与第一种解法的区别在于:在第一种解法中,感觉灵魂不仅在数目上、而且在能力上被视为单一的;而在这第二种解法中,它在数目上虽是一,在定义上却不再是一,而是正如底层的诸事物那样,它自身也是如此;而那些事物在数目上属于单一的底层主体,在定义上却是多个且相异的事物。
- 2.36τὸ μὲν αὐτὸ καὶ ἓν αὐτὴν οὖσαν τῷ ἀριθμῷ κατὰ τὸ ὑποκείμενον τῷ καὶ ἑνὸς εἶναι ἐντελέχειαν πάντων τῶν αἰσθητῶν ἀντιληπτικὴν εἶναι, κατὰ τὸν λόγον μέντοι καὶ τὴν δύναμιν καὶ τὸ τί ἦν εἶναι διαφέρειν
间接引语中从属于 δεῖν λέγειν 的“宾格加不定式”结构。带宾格主语 αὐτήν(指感觉灵魂),前半句包含分词短语 τὸ μὲν αὐτὸ καὶ ἓν αὐτὴν οὖσαν...(伴随表示原因的与格结构 τῷ... ἐντελέχειαν εἶναι)以及表语不定式 ἀντιληπτικὴν εἶναι;后半句由 μέντοι 引出不定式 διαφέρειν 形成对照。其核心结构为:“灵魂就底层主体而言为一因而是把握一切感觉对象的主体,但就定义而言却是相异的”。
- 2.36ἢ ἡ αἴσθησις, εἰ καὶ δοκεῖ διὰ πάθους τινὸς γίνεσθαι, ἀλλ’ αὐτή γε κρίσις ἐστίν
析取词 ἤ 引出对前述反驳(即相反事物能否被同时感知的难题)的解答。主句用 ἀλλά... γε(但至少……)强力对照由连接词 εἰ καί(即使……)引导的让步从句。该句确立的感觉本质是判断(κρίσις)而非单纯受动(πάθος)的区别,是后续论证的逻辑核心。
