- 底本
- Alexander, In Librum De Sensu Commentarium. Commentaria in Aristotelem Graeca III.1, ed. P. Wendland, Berlin: Reimer 1901, pp. 1-173. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:164.7-166.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大解释了亚里士多德在《论灵魂》中提出的两种解法,说明在数目上一的感觉能力如何能够同时感知多个且相异的感觉对象:其一是圆心或界限作为极限的类比,其二是在单一底层主体中并存多种相异属性的类比。
εἰπὼν δὲ τοῦτο, τὸ μὲν ἑνὸς τίνος οὐ λέγει, λέγει δὲ περὶ τῆς δυνάμεως ὅτι ἔστιν ἕν τι μόριον τῆς ψυχῆς ᾧ αἰσθανόμεθα πάντων, ἀδιαίρετον αὐτὸ ὄν, καθάπερ, φησίν, εἴρηται πρότερον, ἤτοι ἀναπέμπων ἡμᾶς εἰς τὰ Περὶ ψυχῆς (ἐν ἐκείνοις γὰρ ἔδειξεν ὅτι ἕν τί ἐστιν, ὃ πάντων τῶν αἰσθητῶν ἀντιλαμβάνεται καὶ διὰ τοῦτο καὶ τὰς διαφορὰς αὐτῶν τὰς πρὸς ἄλληλα κρίνει, ἔδειξε δὲ καὶ ὁποῖόν τί ἐστι καὶ ὅτι οὕτως τὸ ἓν ἔχει, ὡς ὁ ὅρος καὶ τὸ σημεῖον καὶ ὡς τὸ πέρας τῶν πλειόνων γραμμῶν· καὶ γὰρ τοῦτο καὶ ἕν ἐστι καὶ οὐχ ἕν, τῷ μὲν ἀδιαίρετον εἶναι [ἓν] ᾧ αἰσθανόμεθα ἕν, καθόσον δὲ πλείω, κατὰ τοσοῦτον τῶν διαφερόντων ἅμα·1 ἅμα γὰρ τῶν πλειόνων ἐστὶ πέρας)· ἢ δὴ ἐπὶ ταῦτα ἡμᾶς ἀναπέμπει, ἢ ἐπὶ τὰ προειρημένα, ὅτι δεῖ ἓν τὸ αἰσθανόμενον εἶναι ἐν ἡμῖν. εἰ γὰρ ἄλλῳ ἄλλου αἴσθησις εἴη κειμένη γίνεσθαι, εἵπετό τινα ἄτοπα. ἓν μὲν οὖν δεῖν κατ’ ἀριθμὸν εἶναι τὸ αἰσθανόμενον διὰ ταῦτα λαμβάνει (δι’ ἄλλου μέντοι μορίου σώματος καὶ ὀργάνου ἄλλου τῶν διαφερόντων αἰσθάνεται), χρώμενος τοῖς δεδειγμένοις αὐτῷ ἐν τοῖς Περὶ ψυχῆς, λέγων ἆρ’ οὖν ᾗ μὲν ἀδιαίρετόν ἐστι κατ’ ἐνέργειαν, ἕν ἐστι τὸ αἰσθητικὸν γλυκέος καὶ λευκοῦ· διὰ γὰρ τούτου δείκνυσι πῶς ἓν ὂν πλειόνων τε καὶ διαφερόντων ἅμα αἰσθήσεται. καθόσον μὲν γὰρ αὐτὸ καθ’ αὑτὸ λαμβανόμενόν τε καὶ νοούμενον ἀδιαίρετον πέρας τι ὂν πάντων τῶν αἰσθητηρίων, ἐνεργείᾳ τε καὶ τῇ αὑτοῦ φύσει ἀδιαίρετον ἕν τι ἔσται, καὶ τοῦτο πάντων αἰσθητῶν ἀντιληπτικόν τε καὶ αἰσθητικόν· ὅταν δὲ διαιρετὸν γένηται κατ’ ἐνέργειαν, τουτέστιν ὅταν δὲ ὑπὸ τῶν κατὰ τὸ αἰσθητήριον ἐνεργειῶν διαιρεθῇ, πλείω ἔσται. οὕτω δὲ καθὸ μὲν ἕν τί ἐστι κατὰ τὸ ὑποκείμενον, ταὐτὸν ἔσται τὸ πάντων τῶν αἰσθητῶν αἰσθανόμενον καὶ κρῖνον αὐτά, καθὸ δὲ ὑπὸ τῶν κατὰ τὰ αἰσθητήρια ἐνεργειῶν διαιρεῖται, πολλά πως γινόμενον πλειόνων καὶ διαφερόντων ἅμα αἰσθήσεται. εἴρηκε δὲ περὶ τῆς δόξης ταύτης ἐν τοῖς Περὶ ψυχῆς. λαμβάνεται δὲ ὡς διαιρετὸν τῷ πέρας πλειόνων λαμβάνεσθαι. πάντων γὰρ τῶν αἰσθητηρίων ὁμοίως ὂν πέρας, ὅταν κατὰ πλείω γίνηται ἡ ἐνέργεια αἰσθητήρια, ὡς διῃρημένον καὶ ὡς πλείω λαμβάνεται· καθόσον δὲ ἅμα πλειόνων γίνεται πέρας τὸ αὐτὸ ἐν ταῖς κατὰ πλείω αἰσθητήρια ἐνεργείαις, κατὰ τοσοῦτον ἂν καὶ ἓν τῶν πλειόνων τε καὶ ἀνομογενῶν ἅμα αἰσθάνοιτο. τὸ αὐτὸ γάρ ἐστιν ἕν τε καὶ πολλά, ὡς τὸ ἐν τῷ κύκλῳ κέντρον· καὶ τοῦτο δὲ ἓν ὂν κατὰ τὸ ὑποκείμενον πολλὰ πῶς γίνεται, ὅταν ὡς πέρας λαμβάνηται τῶν ἀπὸ τῆς περιφερείας ἐπὶ τὸ κέντρον ἀγομένων. Χρησάμενος δὲ πρώτῃ λύσει τῆς ἀπορίας τῇ προειρημένῃ, ἣν οὕτως ἔχουσαν ἔδειξεν ἐν τοῖς Περὶ ψυχῆς, ἐφεξῆς χρῆται καὶ ἑτέρᾳ, ἣν καὶ αὐτὴν ἔθηκεν ἐν τοῖς Περὶ ψυχῆς. λέγει γάρ· ἢ ὡς περὶ τῶν πραγμάτων αὐτῶν ἐνδέχεται, οὕτω καὶ ἐπὶ τῆς ψυχῆς. ἔστι δὲ ὃ λέγει· ὡς ἐπὶ τῶν σωμάτων τε καὶ τῶν ὑποκειμένων ταῖς αἰσθήσεσιν ἐνδέχεται τὸ αὐτό τι ὂν κατ’ ἀριθμὸν πλείω πάθη ἔχειν ἐν αὑτῷ (τὸ γὰρ μῆλον ἓν κατ’ ἀριθμὸν ὂν ἅμα μὲν γλυκύ, ἅμα δὲ ξανθὸν ἢ λευκόν, ἅμα δὲ εὐῶδες ἐστιν καί ἐστιν ἀλλήλων διαφέροντα τὰ πάθη καὶ διαφόροις αἰσθήσεσιν αἰσθητά), οὕτω δύναται καὶ ἐπὶ τῆς ψυχῆς ἔχειν, ὡς μίαν οὖσαν τὴν αἰσθητικὴν πλειόνων καὶ διαφόρων ἅμα ἀντιληπτικήν τε καὶ κριτικὴν εἶναι τῷ πλείους δυνάμεις ἔχειν. Δεικνὺς δὲ ὅτι ἕν τι τὸ ὑποκείμενον διαφέροντα καὶ πλείω πάθη ἅμα ἔχον, φησί· τὸ γὰρ αὐτὸ καὶ ἓν ἀριθμῷ λευκὸν καὶ γλυκύ ἐστι καὶ ἄλλα πολλά· εἰ γὰρ μὴ χωριστὰ τὰ πάθη ἀλλήλων, ἀλλὰ τὸ εἶναι ἕτερον ἑκάστῳ, λέγων διὰ τούτων καὶ δεικνὺς ὅτι ταῦτα τὰ περὶ τὸ ἓν κατ’ ἀριθμὸν πάθη οὐκ, εἰ μὴ τοιαῦτά ἐστιν, ὥστε ἕκαστον αὐτῶν κατ’ ἰδίαν ἢ εἶναι ἢ δύνασθαι λαμβάνεσθαι, ἤδη διὰ τοῦτο ταὐτά ἐστιν ἀλλήλοις·2 καὶ γὰρ εἰ μὴ χωρίς, ἀλλὰ τὸ εἶναι ἑκάστου αὐτῶν καὶ ὁ λόγος διάφορος.
而在说了这话之后,他并未说明究竟属于何种一物,而是就该能力说明:存在灵魂的某种一个部分,凭此我们感知一切事物,且其自身是不可分的,正如他所说,在先前已经说过的那样——这要么是将我们指引回《论灵魂》(因为在那些著作中他证明了:存在把握一切感觉对象、并因此亦判断它们相互之间差异的某种一物,并且他还证明了它是何种性质之物,以及它如何作为一而存在,正如界线与点,以及正如多条线的端点;因为这一者同样既是一又不是一,由于我们借以感知之物是不可分的而为一,但就它是多而言,在这一程度上同时[感知]相异之物;因为它同时是多个事物的端点)——要么确实是将我们指引向这些论述,要么是指向先前所说的事,即在我们之中感知的主体必须是一。因为如果假定以一部分感知此物、以另一部分感知彼物,就会得出某些荒谬的结论。因此,基于这些理由,他假定感知的主体在数目上必须是一(尽管它是通过身体的另一个部分和另一个器官来感知相异的事物),运用了他在《论灵魂》中证明的结论,说道:“那么,在现实活动中不可分的意义上,关于甜和白的感觉主体是一吗?”因为借此他展示了:作为一,它如何能够同时感知多个且相异的事物。因为就其自身被把握并被理解而言,作为一切感觉器官的某种不可分的端点,它在现实活动中并在自身的本性上将是不可分的某种一物,并且此物将把握并感知一切感觉对象;但当它在现实活动中成为可分时,即当它被对应于感觉器官的诸现实活动所划分时,它将是多。因此,就其就底层主体而言是某种一物而言,感知一切感觉对象并对其作出判断的主体将是同一个,而在它被对应于各感觉器官的诸现实活动所划分时,它在某种程度上成为多,从而将同时感知多个且相异的事物。他在《论灵魂》中已论述过这一见解。而它是通过被当作多个事物的端点,而被当作可分之物的。因为虽然它同样是一切感觉器官的端点,但当现实活动对应于多个感觉器官发生时,它就被当作已被划分之物并被当作多;而就在对应于多个感觉器官的诸现实活动中,同一事物同时成为多个事物的端点而言,在这一程度上,它作为一也能够同时感知多个且不同属的事物。因为同一事物既是一又是多,如同圆中的中心;而后者就底层主体而言虽是一,但当被当作从圆周引向中心的诸线之端点时,便在某种意义上成为多。 在运用了前述针对疑难的第一种解法(他已在《论灵魂》中证明其具有这种性质)之后,他紧接着又运用了第二种解法,这也是他在《论灵魂》中提出过的。因为他说:“或者,正如对于事物本身而言是可能的,在灵魂上也同样如此。”而他所说的意思是:正如对于物体以及作为感觉底层的诸事物而言,在数目上是同一的某种东西可以在自身中具有多种受动状态(因为一个苹果在数目上是一,同时是甜的,同时是黄色或白色的,同时又是芬芳的,而这些受动状态相互不同,且由不同的感觉所感知),在灵魂上也同样能够如此,即感觉能力作为一,通过拥有多种能力,而能够同时把握并判断多个且相异的事物。 而在表明作为底层主体的某种一物同时具有相异且多种受动状态时,他说:“因为同一且在数目上为一的事物既是白的又是甜的,并且是许多其他事物;因为即使诸受动状态彼此并未分离,但对每一者而言其存在是相异的”,通过这些话表明:围绕这数目上的一物所存在的这些受动状态,即便它们并非各自能够独立存在或被把握,但也绝不因此就已经彼此同一;因为即使它们没有分离,但它们每一者的存在与定义依然是相异的。
- 2.36τῷ μὲν ἀδιαίρετον εἶναι [ἓν] ᾧ αἰσθανόμεθα ἕν, καθόσον δὲ πλείω, κατὰ τοσοῦτον τῶν διαφερόντων ἅμα
对照并列结构中的动词省略。τῷ μὲν ἀδιαίρετον εἶναι 是表原因或角度的与格短语,解释其后的谓语 ἕν(“是一”)。与之相对的 καθόσον δὲ πλείω(“但就它是[多个事物的端点]而言”)分句中,关联副词 κατὰ τοσοῦτον 支配着承前省略的感知动词(如 αἰσθάνεται 或 ἀντιλαμβάνεται),带有属格宾语 τῶν διαφερόντων ἅμα。
- 2.36οὐκ, εἰ μὴ τοιαῦτά ἐστιν, ὥστε ἕκαστον αὐτῶν κατ’ ἰδίαν ἢ εἶναι ἢ δύνασθαι λαμβάνεσθαι, ἤδη διὰ τοῦτο ταὐτά ἐστιν ἀλλήλοις
否定词跨越条件分句的移位(倒装)。否定词 οὐκ 虽位于条件从句 εἰ μὴ τοιαῦτά ἐστιν... 之前,但在句法和语义上否定的是主句的谓语部分(ἤδη διὰ τοῦτο ταὐτά ἐστιν ἀλλήλοις),表达“即便它们不能各自独立存在或被把握,也绝不因此就彼此同一”。
