- 底本
- Alexander, In Librum De Sensu Commentarium. Commentaria in Aristotelem Graeca III.1, ed. P. Wendland, Berlin: Reimer 1901, pp. 1-173. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:162.12-164.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大围绕亚里士多德《论感觉及其对象》449a5的引文,回顾了《论灵魂》中的论证:要同时辨别和感知属上相异的感觉对象(如甜与白),底层必须存在统一的感觉能力与主体;随后阐述了关于这一统合的感觉能力究竟属于何种单一身体器官与底层主体的疑难与探讨。
" Εἰ δὲ δὴ ἄλλῳ μὲν γλυκέος, ἄλλῳ δὲ λευκοῦ αἰσθάνεται ἡ ψυχὴ μέρει, ἤτοι ἐκ τούτων ἕν τί ἐστιν ἢ οὐχ ἕν.1" Θεὶς ὅτι διαφόροις δυνάμεσι τῶν διαφερόντων κατὰ γένος αἰσθάνεται ἡ ψυχὴ καὶ πρὸς τούτῳ * * * εἰ γὰρ ἄλλῳ μὲν μέρει * * * ἄλλως, ἐπὶ τὸ λῦσαι τὰ ἠπορημένα μετελήλυθε, καὶ δείκνυσιν ὅτι μία τέ ἐστιν ἡ αἰσθητικὴ δύναμις ἡ πάντων τῶν αἰσθητῶν ἀντιλαμβανομένη, καὶ πῶς οἷόν τε μίαν οὖσαν ἅμα πλειόνων καὶ διαφερόντων αἰσθητῶν αἰσθάνεσθαι, ὑπομιμνῄσκων ἡμᾶς τῶν περὶ τούτων ἐν τοῖς Περὶ ψυχῆς εἰρημένων. ἐπεὶ οὖν ἄλλῳ μὲν μέρει τε καὶ ὀργάνῳ γλυκέος αἰσθάνεται ἡ ψυχή, ἄλλῳ δὲ λευκοῦ καὶ 〈ἄλλῳ〉 ἄλλου τῶν διαφερόντων αἰσθητῶν, καὶ δῆλον ὅτι καθ’ ἑκάστην τῶν διαφόρων δυνάμεων, ζητεῖ πότερον ἕν τί ἐστι τὸ ταύταις ταῖς δυνάμεσιν ὑποκείμενόν τε καὶ χρώμενον καὶ ὅλον τι ἦν ἐκ τῶν μερῶν τούτων, ἢ ἑκάστη δύναμις κατ’ ἰδίαν ἐστὶ καὶ οὐκ ἐπὶ ἕν τι τὴν ἀναφορὰν ἔχουσι. τὸ γὰρ ἤτοι ἐκ τούτων ἕν τί ἐστιν ἢ οὐχ ἕν τοῦτο δηλοῖ· ‘ἢ ἕν τι τὸ ὑποκείμενόν ἐστι καὶ χρώμενον ταῖς διαφόροις κατὰ τὰς αἰσθήσεις δυνάμεσιν, ἢ οὐχ ἕν, ἀλλὰ πλείω’. οἷς ἐπιφέρει τὸ ἀλλὰ ἀνάγκη· ἓν γὰρ τὸ αἰσθητικὸν μέρος,2 λέγων ἀνάγκην εἶναι ἓν τὸ αἰσθανόμενον καὶ ταῖς πλείοσι χρώμενον δυνάμεσιν. οὗ τὴν αἰτίαν ἐπήνεγκεν εἰπών· ‘τὸ γὰρ αἰσθητικὸν ἕν τι μέρος ἐστὶ τῆς ψυχῆς’, ἀλλ’ οὐ πολλά. καὶ δέδεικται αὐτῷ ἐν τοῖς Περὶ ψυχῆς ὅτι, εἰ μὴ ἓν εἴη τὸ αἰσθητικόν, ᾧ πάντων τῶν αἰσθητῶν αἰσθανόμεθα, ἀλλ’ ἦν ἄλλο ἄλλου τῶν αἰσθητῶν τὸ αἰσθανόμενον, οὐδ’ ἂν τὰς διαφορὰς τῶν αἰσθητῶν τὰς πρὸς ἄλληλα διαγινώσκειν ἐδυνάμεθα, ἀλλ’ οὕτως ἂν εἴχομεν περὶ τὰ αἰσθητά, ὡς ἂν εἰ ἄλλος μέν τις τοῦδε τοῦ αἰσθητοῦ ᾐσθάνετο, ἄλλος δέ τις τοῦδε. ὡς γὰρ οἱ διαφέροντες αἰσθανόμενοι οὐκ ἔχουσι τῶν ἀλλήλοις αἰσθητῶν συναίσθησιν, οὕτως οὐκ ἂν καὶ ἡμεῖς τῶν πλειόνων ᾐσθανόμεθα, εἰ διαφόροις τισὶν καὶ μὴ ἑνὶ αὐτῶν ᾐσθανόμεθα. οὗ γὰρ τὸ κρίνειν τὰς διαφορὰς τῶν αἰσθητῶν, τούτου καὶ τὸ αἰσθάνεσθαι αὐτῶν.3 ἑνὸς δὲ τὸ κρίνειν τὰς τῶν αἰσθητῶν διαφοράς, ἑνὸς ἄρα καὶ τὸ αἰσθάνεσθαι αὐτῶν. ἀνάγκη δὲ καὶ ἅμα αὐτῶν γίνεσθαι τὴν ἀντίληψιν τῇ αἰσθήσει, ὅτε αὐτῶν καὶ ὡς ἑτέρων αἰσθάνεται. Λαβὼν δὲ ὅτι ἑνός ἐστι τὸ αἰσθητικὸν μόριον τῆς ψυχῆς ζητεῖ τίνος οὖν ἐκεῖνο ἑνός; οὐδὲν γὰρ ἐκ τούτων ἕν. εἰπὼν ἓν εἶναι τὸ αἰσθητικὸν ἠπόρησε, τίνος ἔσται ἑνὸς ἐκεῖνο αἰσθητικόν τε καὶ ἀντιληπτικόν. ἐκ γὰρ τούτων ὧν αἰσθανόμεθα τοῖς διαφόροις μέρεσι τῆς ψυχῆς, οἷα ἦν τὸ γλυκὺ καὶ τὸ εὐῶδες καὶ τῶν ἄλλων ἕκαστον τῶν ἀνομογενῶν αἰσθητῶν, οὐδὲν γίνεται ἕν· ἄμικτα γὰρ ταῦτα ἀλλήλοις. * * * ἔχειν τὸ ἓν τάς τε δυνάμεις τὰς αἰσθανομένας καὶ τὰ αἰσθητὰ ὧν αἰσθάνεται, εἰ αἱ δυνάμεις ἀπὸ μιᾶς πλείους, καὶ τὰ αἰσθητὰ εἶναι ἕν τι καὶ ὑπὸ μίαν φύσιν, ὡς ἦν τὰ ὁρώμενα ὑπὸ μίαν τινὰ φύσιν, ὁμοίως καὶ τὰ ἀκουστὰ καὶ τὰ ἄλλα. ὃ ἀπορήσας ἐπιφέρει ἀνάγκη ἄρα ἕν τι εἶναι τῆς ψυχῆς, ᾧ πάντα αἰσθάνεται, λέγων διὰ τούτου ὅτι ἀνάγκη ἕν τι εἶναι μέρος ᾧ πάντων τῶν αἰσθητῶν αἰσθάνεται, ἄλλο δὲ γένος αἰσθητὸν δι’ ἄλλου ὀργάνου. Ἑξῆς δὲ λέγει πῶς ἄλλως, τίνος τὸ αἰσθητικὸν τοῦτο ἑνός ἐστιν ὑποκειμένου καὶ τίνος σώματος αἰσθητικὴ δύναμίς ἐστι. διαφέροντα γὰρ τὰ αἰσθητήρια δι’ ὧν καὶ ἡ ἀντίληψις, καὶ οὐδὲν ἐξ αὐτῶν γίνεται.
“然而,如果灵魂确实以一部分感知甜,以另一部分感知白,那么由这些部分构成的要么是某种一,要么不是一。” 在设定了灵魂通过相异的诸能力感知属上相异的事物,并且除此以外[……]因为如果以一部分[……]以另一种方式,他便进而去解决那些被提出的疑难,并表明把握所有感觉对象的感觉能力是一,以及它作为一,如何能够同时感知多个且相异的感觉对象,从而提醒我们注意在《论灵魂》中关于这些问题所说过的话。因此,既然灵魂以一个部分和器官感知甜,以另一个[器官]感知白,并且以〈另一个器官〉感知各个相异的感觉对象,而且显然是依据相异诸能力中的每一种,他就探究:作为这些能力之底层并使用它们的东西究竟是某种一、且是由这些部分构成的某种整体,还是每种能力各自独立存在并且不指向某种一。因为“由这些部分构成的要么是某种一,要么不是一”这句话表明的是:“要么作为对应于各感觉的相异诸能力之底层并使用它们的东西是某种一,要么它不是一,而是多”。对此他紧接着提出:“但这是必然的;因为感觉部分是一”,意即感知并使用这多种能力的东西必然是一。他指出了这一点的理由,说:“因为感觉主体是灵魂的某种一个部分”,而不是多个。并且他在《论灵魂》中已经证明,如果作为我们凭以感知一切感觉对象的感觉主体不是一,而是感知不同感觉对象的东西各不相同,我们甚至将无法辨别感觉对象相互之间的差异,而我们对于诸感觉对象的状态,就会如同一个人感知这个感觉对象,而另一个人感知那个感觉对象一样。因为正如相异的感知者们无法对彼此的感觉对象有共同知觉,如果我们是通过某些相异的东西而不是通过一者去感知它们,我们同样也不会感知多个对象。因为判断感觉对象之差异的功能属于何者,感知它们的功能也属于何者。而判断感觉对象之差异属于一者,因此感知它们也属于一者。并且当它将它们也作为相异者来感知时,通过感觉对其进行的把握也必然是同时发生的。 而在假定了灵魂的感觉部分属于一者之后,他探究道:“那么那究竟属于何种一?因为由这些事物〔构成的〕没有任何一。”在说了感觉主体是一之后,他提出了疑难:那将是何种一的感觉能力与把握能力?因为从我们用灵魂的不同部分所感知的这些事物中——例如甜与芬芳以及其他属于不同属的感觉对象中的每一者——并不会产生任何一物;因为这些事物彼此并不相混。[……]一者既拥有进行感知的诸能力,又拥有它所感知的诸感觉对象,如果这些能力是从一衍生出的多,那么感觉对象也是某种一且处于同一自然本性之下,正如可见之物处于某种单一自然本性之下,同样可听之物及其他对象也是如此。在提出了这一疑难之后,他紧接着提出:“因此,必然存在灵魂的某种一物,凭此它感知一切”,通过这句话表明:必然存在某种一个部分,凭此它感知所有的感觉对象,但不同属的感觉对象则是通过不同的器官[被感知的]。接着他说明在何种相异的意义上是如此、这感觉能力属于何种单一的底层主体,以及它是何种身体的感觉能力。因为借以进行把握的各感觉器官互不相同,并且由它们并不能产生任何单一之物。
- 2.36ἤτοι ἐκ τούτων ἕν τί ἐστιν ἢ οὐχ ἕν
由 ἤτοι... ἤ(要么……要么……)引导的选择句。介词短语 ἐκ τούτων(由这些构成的)作表语修饰成分,表示“是由这些部分构成的某种统一体(ἕν τι),还是不构成统一体(οὐχ ἕν)”。后文亚历山大将其解释为 ὅλον τι ἦν ἐκ τῶν μερῶν τούτων(由这些部分构成的某种整体),确证此处探究的是相异的感觉器官和能力是否构成一个底层的复合整体。
- 2.36οἷς ἐπιφέρει τὸ ἀλλὰ ἀνάγκη· ἓν γὰρ τὸ αἰσθητικὸν μέρος
关系代词中性复数与格 οἷς 指代前文提出的二难选择,充当动词 ἐπιφέρει 的关联对象;冠词 τὸ 将引文 τὸ ἀλλὰ ἀνάγκη κτλ. 名词化作为宾语。引文内部在 ἀνάγκη 后省略了不定词 εἶναι,亚历山大紧接着用分词短语 λέγων ἀνάγκην εἶναι ἓν τὸ αἰσθανόμενον... 将这一省略形式完整地补全出来。
- 2.36οὗ γὰρ τὸ κρίνειν τὰς διαφορὰς τῶν αἰσθητῶν, τούτου καὶ τὸ αἰσθάνεσθαι αὐτῶν
使用所有/领属属格构成的相关句结构(οὗ... τούτου...)。动名词短语 τὸ κρίνειν 与 τὸ αἰσθάνεσθαι 分别担任主语,属格代词(οὗ 和 τούτου)作表语,省略了系动词 ἐστί,意为“判定感觉对象差异的功能属于何者,感知它们的功能也同样属于该者”。
