- 底本
- Alexander, In Librum De Sensu Commentarium. Commentaria in Aristotelem Graeca III.1, ed. P. Wendland, Berlin: Reimer 1901, pp. 1-173. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:161.4-162.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大阐释了亚里士多德如何从不可分时间中的同时感知推导出对同种对象的多个感知,说明了从更可能与更不可能立论之间的反转关系,并提出了有助于使文意更加清晰的异文及校勘构想。
Τὸ δὲ εἰ δὲ τοῦτο ἐν ἑνὶ καὶ ἀτόμῳ αἰσθάνεται1 τοιοῦτόν ἐστιν· εἰ γὰρ τῶν διαφερόντων αἰσθητῶν ἡ ψυχὴ ἐν ἑνὶ καὶ ἀτόμῳ χρόνῳ πλειόνων ἅμα αἰσθάνεται διαφόροις μέρεσι τῆς ψυχῆς καὶ δυνάμεσι, δῆλον ὅτι καὶ τῶν ὁμοειδῶν ἅμα πλειόνων αἰσθάνοιτ’ ἄν. μᾶλλον γὰρ τῶν ὁμοειδῶν ἅμα πλειόνων αἰσθάνεσθαι αὐτὴν εὔλογον, ὡς ἐν τοῖς ἔμπροσθεν ἐρρήθη περὶ τῶν ἀνομογενῶν. τιθεμένου δὲ τούτου ἄτοπον εἵπετο τὸ πλείους τὰς αὐτὰς δυνάμεις ἔχειν. γράφεται καὶ οὕτως εἰ δὲ τούτων ἐν ἑνὶ καὶ ἀτόμῳ αἰσθάνεται, καὶ ἔστι σαφέστερον αὕτη ἔχουσα ἡ γραφή· τούτων δ’ ἂν λέγοι τῶν ἀνομογενῶν καὶ διαφόροις αἰσθήσεσιν αἰσθητῶν. πρότερον μὲν οὖν δεικνὺς ὅτι μὴ οἷόν τε τῶν ὁμογενῶν πλειόνων αἰσθάνεσθαι, ἀνῄρει καὶ τῶν ἀνομογενῶν ἀπὸ τοῦ μᾶλλον ἐπιχειρῶν, νῦν δὲ ἀπὸ τοῦ ἧττον πάλιν ἀντιστρέψας ἔδειξεν. εἰ γὰρ ὧν ἧττον ἅμα πλειόνων αἰσθάνεσθαι οἷόν τε, τούτων ἅμα αἰσθάνεται, ὃ ἦν τιθέμενον ὑπὸ τοῦ ἅμα δύνασθαι κατὰ πλείους αἰσθήσεις ἐνεργεῖν καὶ ἅμα πλειόνων δύνασθαι αἰσθάνεσθαι, καὶ ὧν μᾶλλον οἷόν τε, πλειόνων ἅμα αἰσθάνοιτ’ ἄν· ᾧ ἔδειξεν ἑπόμενον τὸ πλείους ἡμᾶς αἰσθήσεις τε καὶ δυνάμεις ἕξειν τῶν αὐτῶν αἰσθητῶν, ὅ ἐστιν ἀδύνατον. ἀδύνατον 〈οὖν〉 ἂν εἴη καὶ τῶν ἀνομογενῶν πλειόνων ἅμα αἰσθάνεσθαι. Ἦν δὲ ἂν σαφεστέρα ἡ λέξις, εἰ οὕτως εἶχεν2 ‘εἰ γὰρ ἐκείνων ἐν ἑνὶ καὶ ἀτόμῳ αἰσθάνεται, δῆλον ὅτι καὶ τούτων’ ἢ οὕτως ‘εἰ δὲ * * * τῷ ἑνὶ καὶ ἀτόμῳ αἰσθάνεται’, τουτέστιν ‘εἰ γὰρ τοῦτο οὕτως ἔχει καὶ τὸ αἰσθητικὸν ἐν ἑνὶ καὶ ἀτόμῳ χρόνῳ τῶν τῷ γένει διαφερόντων αἰσθάνεται διαφόροις μέρεσι καὶ δυνάμεσιν’ (εἰπὼν γὰρ διὰ μέσου περὶ τῶν ἀνομογενῶν αἰσθητῶν ἐπάνεισιν ἐπὶ τὸ προτεθέν), ‘δῆλον δὴ ὅτι, εἰ ἐκείνων, καὶ τῶν ὁμοειδῶν ἅμα αἰσθήσεται· ὡμολόγητο γὰρ ἂν μᾶλλον δύνασθαι τῶν ὁμοειδῶν ἅμα πλειόνων αἰσθάνεσθαι ἢ τῶν τῷ γένει διαφερόντων’. ᾧ τὸ ἑπόμενον ἄτοπον οὐκ ἐπήνεγκεν· εἴη δ’ ἂν ὃ προεῖπεν, ὅτι πλείους αἰσθήσεις ἕξομεν εἴδει τὰς αὐτάς, πλείους ὄψεις, ὅταν ἅμα πλειόνων ὁρατῶν ἀντιλαμβανώμεθα, καὶ πλείους ἀκοὰς καὶ ἐφ’ ἑκάστης ὁμοίως. πάλιν γὰρ καὶ ἐπὶ τούτων συνδιαιρεθήσονται αἱ δυνάμεις ταῖς ἐνεργείαις καὶ ἴσαι τὸν ἀριθμὸν ἔσονται αὐταῖς. ἐδόκει δέ μοι ἐξετάζοντι ἡ γραφὴ ἡμαρτῆσθαι καὶ εἶναι τὸ ὀφεῖλον γεγράφθαι ‘εἰ γὰρ ἐκεῖνα ἐν ἑνὶ καὶ ἀτόμῳ αἰσθάνονται, δῆλον ὅτι καὶ τοῦτο’. δύναται δὲ τὸ ὀφεῖλον γεγράφθαι τοιοῦτον εἶναι ‘εἰ δέ τις τῶν ἐν ἑνὶ καὶ ἀτόμῳ μὴ αἰσθάνεται, δῆλον ὅτι καὶ τῶν ἄλλων’. καὶ ἦν ἄν σαφῆ τε τὰ λεγόμενα καὶ ἀκόλουθα τοῖς προειρημένοις.
而“但如果它在一个且不可分的时间中感知此物”这句话的意思如下:因为如果灵魂在一个且不可分的时间中,通过灵魂的不同部分和能力同时感知多个相异的感觉对象,显然它也就能同时感知多个同种的对象。因为正如前文关于不同属的对象所说的那样,[灵魂]同时感知多个同种的对象更为合理。而当这一点被设定时,便随之产生拥有多个相同能力这一荒谬后果。此句亦有作“但如果它在一个且不可分的时间中感知这些事物”的异文,这一异文表意更为清晰;所谓“这些事物”,他指的大概是那些属不同且由相异诸感觉所感知的事物。因此,先前他通过表明不可能感知多个同属的对象,从更可能的一方出发立论,从而也否定了[同时感知]不同属的对象;但现在,他又倒转过来,从更不可能的一方出发进行了证明。因为如果它同时感知那些更不可能同时感知多个的事物——这曾是由“能够依据多个感觉同时施行现实活动且能够同时感知多个事物”这一观点所设定的——,那么它也就能同时感知多个更可能被感知的对象;对此他表明其伴随的后果是我们对相同的诸感觉对象将拥有多个感觉与能力,而这是不可能的。〈因此〉,同时感知多个不同属的对象也将是不可能的。 如果文句作这样的形式,本会更为清晰:“因为如果它在一个且不可分的时间中感知那些事物,显然它也[感知]这些事物”,或者作:“但如果[……]由一且不可分者感知”,即“因为如果情况如此,且感觉主体在一个且不可分的时间中通过不同部分和能力感知属上相异的事物”(因为他在中间论及不同属的感觉对象之后,又回到了原先提出的论题),“那么显然,如果[感知]那些事物,它也将同时感知同种的事物;因为相较于属上相异的事物,人们本会更赞同能够同时感知多个同种的事物”。对此,他并没有紧接着提出随之而来的荒谬后果;但这荒谬后果大概是他先前所说的,即我们将拥有种上相同的多个感觉——当我们同时把握多个可见之物时,将拥有多个视觉,[把握多个可听之物时]拥有多个听觉,对每一种感觉亦是如此。因为在这些情况下,能力也将再次伴随着现实活动而被一同划分,且在数量上与它们相等。然而在我审视看来,这一文本似乎有误,应当写下的本是:“因为如果那些事物在一个且不可分的时间中被感知,显然此物也是如此。”或者,应当写下的也可以是这样:“但如果有人不在一个且不可分的时间中感知它们,显然也不会感知其余的事物。”这样一来,所言之事既清晰明了,又与前文所论相吻合。
- 2.35εἰ γὰρ ὧν ἧττον ἅμα πλειόνων αἰσθάνεσθαι οἷόν τε, τούτων ἅμα αἰσθάνεται
这是一种倒置句式,关系分句置于其先行词 τούτων 之前。关系代词 ὧν 作 αἰσθάνεσθαι 的宾语而采用属格。整个从句构成了一个从更不可能推向更可能(a minori ad maius)的条件前提:“如果它同时感知那些更不可能同时感知多个的事物”。
- 2.35Ἦν δὲ ἂν σαφεστέρα ἡ λέξις, εἰ οὕτως εἶχεν
使用了未完成过去时的与过去/现在事实相反的假定句式(主句为 ἦν ἄν,条件从句为 εἰ εἶχεν)。亚历山大借此表达对亚里士多德流传文本晦涩或讹误的看法,并提出自己的文本修润与校勘设想(“如果文句作……本会更为清晰”)。
