← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论感觉》注解

§159.20-161.3

同类对象同时感知中多重能力的荒谬性

亚历山大注解了亚里士多德《论感觉》448b29,详细阐明了若假设灵魂通过多个能力同时感知同种感觉对象,就会导致同一个主体中存在多个同种感觉与现实活动的荒谬后果,正如同一对象不能有多个相异知识一样。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.35#1

" Ἔτι αἰσθήσεις αἱ αὐταὶ πλείους ἑνὸς ἔσονται,1 ὥσπερ εἴ τις ἐπιστήμας διαφόρους φαίη." Εἰπὼν διὰ μέσου καὶ δείξας ὅτι μὴ οἷόν τε οὕτω λέγειν πλειόνων ἅμα αἰσθάνεσθαι, ὡς διὰ πλειόνων δυνάμεων καὶ διὰ πλειόνων αἰσθητηρίων ἀντιλαμβανομένης 〈τῆς ψυχῆς〉, ὡς ἐπὶ τῶν ὀφθαλμῶν ἔχει, περὶ τῆς ἀπορίας πάλιν λέγει καὶ δείκνυσιν ἄτοπον ἑπόμενον, ὃ ἤδη προεῖπεν. εἰ γὰρ εἴη κατὰ πλείους δυνάμεις ἅμα ἡ ψυχὴ τῶν πλειόνων αἰσθανομένη τῷ γένει τῶν αὐτῶν αἰσθητῶν, πλείους αἰσθήσεις ἕξομεν καὶ δυνάμεις ἀντιληπτικάς, οἷον ὁρατῶν, ὥσπερ εἴ τις τοῦ αὐτοῦ ἔλεγε πλείους ἐπιστήμας ἔχειν ἡμᾶς. τοῦ γὰρ αὐτοῦ μία ἐπιστήμη, οὕτω καὶ αἴσθησις. καὶ διὰ τί πλείους αἰσθήσεις ἕξομεν τῶν αὐτῶν ἐπήνεγκεν· οὔτε γὰρ ἡ ἐνέργεια ἄνευ τῆς κατ’ αὐτὴν ἔσται δυνάμεως, οὔτε ἄνευ ταύτης αἴσθησις ἔσται.2 εἰ γὰρ ἅμα εἴημεν πλείω ὁρῶντες, δῆλον ὅτι καὶ ἐνεργοίημεν ἂν πλείους ἐνεργείας. ἀδύνατον γὰρ χωρὶς ἐνεργείας αἴσθησιν γίνεσθαι· ὃ εἶπε διὰ τοῦ οὔτε ἄνευ ταύτης αἴσθησις ἔσται. ἀλλὰ μὴν ἀδύνατον ἐνέργειαν γενέσθαι χωρὶς τῆς οἰκείας δυνάμεως. ὥστε, ὅτε πλείω ὁρῶμεν, πλείους ἐνεργείας ἅμα ἐνεργήσομεν· εἰ δὲ πλείους ἐνεργείας, καὶ πλείους δυνάμεις ἅμα ἕξομεν, ἀφ’ ὧν αἱ διάφοροι καὶ διῃρημέναι ἐνέργειαι. πλείους ἄρα δυνάμεις ἕξομεν ὁρατικάς· ὁμοίως καὶ καθ’ ἑκάστην αἴσθησιν· πλείους ἄρα τὰς τῶν αὐτῶν αἰσθήσεις ἕξομεν. Οὐχ ὡς τὸ αὐτὸ λέγων διὰ τοῦ ἔτι αἰσθήσεις αἱ αὐταὶ πλείους ἑνὸς ἔσονται τῷ πρώτῳ εἰρημένῳ3 τῷ ὅτι πρῶτον μὲν τὸ κατὰ τὴν μίαν αἴσθησιν, οὕτως εἴρηκεν (εἰπὼν γὰρ ἢ πρῶτον μέν, ὡς προστιθεὶς ἐκείνῳ δεύτερον εἴρηκεν ἔτι αἰσθήσεις αἱ αὐταὶ πλείους ἑνὸς ἔσονται), ἀλλὰ μὴν διὰ τοῦ πρώτου ἔδειξεν ὅτι ἡ ψυχὴ πλείω μέρη καὶ πλείους δυνάμεις ἕξει εἴδει τὰς αὐτάς, διὰ δὲ τοῦ προστεθέντος δευτέρου, ὅτι ἐνέργειαι ἔνιαι πλείους ἔσονται. εἰ γὰρ ἅμα πλειόνων ὁρατῶν αἰσθησόμεθα, ἅμα τοῦ αὐτοῦ πλείους ἐνέργειαι ἔσονται. εἰ γὰρ πλείους δυνάμεις ἀντιληπτικαὶ τῶν ὁρατῶν καὶ διὰ τῆς οἰκείας ἐνεργείας ἀντιλαμβάνονται τοῦ αἰσθητοῦ (χωρὶς γὰρ ἐνεργείας οὐ γίνεται αἴσθησις), ἅμα ἂν τοῦ ἑνὸς πλείους ἐνέργειαι γίνοιντο, δι’ ὧν ἡ ἀντίληψις τοῦ ὁρατοῦ. ἀλλ’ αἱ πλείους ἀνῄρουν ἀλλήλας. πρῶτον μὲν οὖν ἔλαβε τῇ δόξῃ ἑπόμενον ἄτοπον τὸ πλείω μέρη ἕξειν τὴν ψυχὴν καὶ πλείους δυνάμεις καὶ αἰσθήσεις τῷ εἴδει τὰς αὐτάς, οἷον ὁρατικὰς πλείους καὶ πλείους ἀκουστικάς· νῦν δὲ προσέθηκε καὶ τὴν δεῖξιν πῶς πλείους καὶ ὅτι τῶν αὐτῶν πλείους ἔσονται ἡμῖν αἰσθήσεις, καὶ ἅμα τῆς δόξης τὸ ἄτοπον τῇ παραθέσει τῶν ἐπιστημῶν ἔδειξεν. ἀδύνατον γὰρ τοῦ αὐτοῦ πλείους ἐπιστήμας εἶναι κατὰ τὸ αὐτό, ὡς ἅμα ἡμᾶς ἐνεργεῖν κατὰ τὸ αὐτὸ θεώρημα πλείους ἐνεργείας, * * * ἀλλὰ ἄλλης μὲν τὸ τὸ ἰσοσκελὲς τρίγωνον δύο ὀρθαῖς ἴσας ἔχειν τὰς τρεῖς γωνίας, ἄλλης δὲ ὅτι τὸ σκαληνὸν καὶ τὸ ἰσόπλευρον.

“此外,同一的感觉在一个[主体]中将是多个,正如有人若说有相异的诸知识一样。” 他在中间的一段中说明并表明了,不可能说我们以如下方式同时感知多个事物,即如同在眼睛的情形中那样由[灵魂]通过多个能力和多个感觉器官进行把握,在此之后,他再次论及该疑难,并指出伴随而来的荒谬后果,即他此前已经说过的那些。因为如果灵魂依据多个能力同时感知属上相同的多个感觉对象,我们就将拥有多个感觉和把握能力,例如对可见之物的[感觉和能力],正如有人若说我们对同一事物拥有多个知识一样。因为对同一事物只有一种知识,感觉亦是如此。接着他补充说明了为何我们对相同的事物将拥有多个感觉:“因为现实活动既不能脱离与其相应的能力而存在,脱离了这个[现实活动]也就不会有感觉。”因为如果我们同时看见多个事物,显然我们也就同时施行着多个现实活动。因为脱离现实活动,感觉是不可能发生的;这正是他通过“脱离了这个也就不会有感觉”所表达的意思。然而,脱离其固有的能力,现实活动也是不可能发生的。因此,当我们看见多个事物时,我们将同时施行多个现实活动;而若是多个现实活动,我们也就将同时拥有多个能力,那些相异且区分开的现实活动正是从这些能力出发的。因此,我们将拥有多个视觉能力;对每一种感觉而言也是如此;因此,我们将对相同的事物拥有多个感觉。 他这样说,并不是以为通过“此外,同一的感觉在一个[主体]中将是多个”是在表达与最初所说的“首先,依照单一感觉的情形”相同的意思(因为在说了“或者首先”之后,他仿佛在那之上增补第二点那样说了“此外,同一的感觉在一个[主体]中将是多个”);相反,通过第一点他表明了灵魂将拥有种上相同的多个部分和多个能力,而通过增补的第二点,他则表明了某些现实活动将是多个。因为如果我们同时感知多个可见之物,同时就会存在同一事物的多个现实活动。因为如果有多个把握可见之物的能力,并且它们通过其特有的现实活动把握感觉对象(因为没有现实活动感觉就不会发生),那么就会同时产生单一事物的多个现实活动,通过它们实现对可见之物的把握。但多个现实活动是互相排斥的。首先,他指出了伴随这一意见而来的荒谬之处,即灵魂将拥有种上相同的多个部分、多个能力和多个感觉——例如多个视觉能力和多个听觉能力;而现在,他又增补了关于它们如何是多个、以及我们对相同的事物将拥有多个感觉的证明,并且同时通过与诸知识的类比表明了该意见的荒谬。因为对同一事物在同一瞬间不可能有多个知识,以至于我们依据同一定理同时施行多个现实活动,[……]而是一个知识关于等腰三角形的三内角等于两直角,另一个知识则关于不等边三角形和等边三角形〔也是如此〕。

语法注3 条
  1. 2.35Ἔτι αἰσθήσεις αἱ αὐταὶ πλείους ἑνὸς ἔσονται

    属格 ἑνός 在语境中自然理解为指称单个感知主体(人或灵魂),即“属于一个[主体]的”。亚历山大本人在后文中将其转述为第一人称复数主体(“我们对同一事物拥有多个知识”,τοῦ αὐτοῦ πλείους ἐπιστήμας ἔχειν ἡμᾶς),表明其意指单个感知者拥有多个同种感觉能力的荒谬性。

  2. 2.35οὔτε ἄνευ ταύτης αἴσθησις ἔσται

    阴性指示代词 ταύτης 指代前文紧邻的阴性名词 ἐνέργεια(现实活动)。亚历山大在紧接的下文中明确解释道:“因为脱离现实活动,感觉是不可能发生的;这正是他通过‘脱离了这个也就不会有感觉’所表达的意思”(ἀδύνατον γὰρ χωρὶς ἐνέργειας αἴσθησιν γίνεσθαι· ὃ εἶπε διὰ τοῦ οὔτε ἄνευ ταύτης αἴσθησις ἔσται),由此确定此处指代的是 ἐνέργεια 而非 δύναμις。

  3. 2.35Οὐχ ὡς τὸ αὐτὸ λέγων διὰ τοῦ ἔτι αἰσθήσεις αἱ αὐταὶ πλείους ἑνὸς ἔσονται τῷ πρώτῳ εἰρημένῳ

    整个句子的骨架为对照结构:Οὐχ ὡς τὸ αὐτὸ λέγων... οὕτως εἴρηκεν ... ἀλλὰ μὴν διὰ τοῦ πρώτου ἔδειξεν ὅτι... διὰ δὲ τοῦ προστεθέντος δευτέρου, ὅτι...。亚历山大意在阐明:亚里士多德说“此外,同一的感觉……”并非对最初论点的简单重复,而是因为前者展示了能力与部分的复多性,而补添的后者则展示了现实活动(ἐνέργειαι)的复多性。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:159.20-161.3