- 底本
- Alexander, In Librum De Sensu Commentarium. Commentaria in Aristotelem Graeca III.1, ed. P. Wendland, Berlin: Reimer 1901, pp. 1-173. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:14.6-16.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解亚里士多德关于感觉器官与四元素对应关系(特别是《蒂迈欧篇》中对嗅觉的处理)、前人主张视觉属火及其论据(眼部受压时的闪光现象)以及由此引发的疑难等内容(437a17)。
" Περὶ μὲν οὖν τῆς δυνάμεως, ἣν ἔχει τῶν αἰσθήσεων ἑκάστη, πρότερον εἴρηται." Ὅτι δ’ ἀναγκαῖος ὁ περὶ αἰσθήσεως λόγος τῷ περὶ τῶν κοινῶν ἐνεργείων τῶν ζῴων τὸν λόγον ποιουμένῳ, ἥτις θεωρία τῇ περὶ ψυχῆς συνῆπται, φανερόν. κοινότατόν τε γὰρ τοῖς ζῴοις πᾶσιν ἔργον τὸ αἰσθάνεσθαι, καὶ προσέτι καὶ τῶν ἄλλων ἕκαστον ἔργων τῶν κοινῶν δι’ αἰσθήσεως ἢ μετ’ αἰσθήσεως γινόμενον δέδεικται. ἀλλ’ ἐπεὶ ἡ αἴσθησις, ὥσπερ οὖν καὶ τῶν ἄλλων ἐνεργειῶν αἱ πλεῖσται τῶν ὑπὸ τῶν ζῴων ἐνεργουμένων, κοινὴ σώματός τε καὶ ψυχῆς ἐστι, φθάνει δὲ περὶ τῆς αἰσθητικῆς δυνάμεως τῆς ψυχῆς ἐν τοῖς Περὶ ψυχῆς εἰρῆσθαι, τοῦτο μὲν ἡμᾶς ὑπομιμνῄσκει τοῦ μὴ νῦν πάλιν περὶ τούτου λέγειν τὴν αἰτίαν ἀποδιδούς, περὶ δὲ τοῦ σώματος δι’ οὗ ἡ αἴσθησις γίνεται (ἔστι δὲ τοῦτο τὰ αἰσθητήρια) νῦν προτίθησι. λέγει δὲ τινας τῶν περὶ αἰσθήσεων εἰρηκότων ζητεῖν ἑκάστην αἴσθησιν ἐξ ἑκάστου τῶν σωματικῶν στοιχείων ποιεῖν, καὶ [πέντε τῶν αἰσθήσεων οὐσῶν] οὐκ εὐποροῦντας συνάγειν εἰς τέσσαρα στοιχεῖα πέντε οὔσας αὐτὰς1 ζητεῖν περὶ τῆς πέμπτης, ἐκ τίνος αὐτὴν χρὴ λέγειν εἶναι σώματος. λέγοιτο δ’ ἂν τοῦτο περὶ τῆς ἐν τῷ Τιμαίῳ δόξης, ἥτις ἀναφέρεται μὲν εἰς τοὺς Πυθαγορείους, εἴρηται δ’ ἐν τῷ Τιμαίῳ. ἐκεῖ γὰρ τὴν ὄσφρησιν ὁ Τίμαιός φησι καὶ τὸ τῶν ὀσμῶν γένος ἡμιγενὲς εἶναι καὶ μικτόν πως· ‘μεταβάλλοντος γὰρ ὕδατος εἰς ἀέρα ἢ ἀέρος εἰς ὕδωρ ἐν τῷ μεταξὺ τούτων”, φησί, “γεγόνασι.” καὶ εἴη ἂν ἡ ὄσφρησις αὕτη 〈ἡ〉 πέμπτη ‘περὶ ἧς ἐγλίχοντο’. τῶν γὰρ ἄλλων πυρὸς μὲν τὴν ὄψιν ἐποίουν, ἀέρος δὲ τὴν ἀκοὴν καὶ τὴν γεῦσιν ὕδατος, τὴν δὲ ἁφὴν γῆς. Πλὴν τὴν ὄψιν φησὶ ποιεῖν ἐκ πυρὸς πάντας, ἤτοι τοὺς εἰς τὰ στοιχεῖα ἀνάγοντας τὰ αἰσθητήρια ἢ καὶ τοὺς ἄλλως περὶ τούτων εἰπόντας· καὶ γὰρ πάντες ἁπλῶς πυρὸς εἶναι εἶπον, Δημόκριτος δὲ ἐξ ὕδατος. ἢ τὸ πάντες ἀντὶ τοῦ πάντως. ἤτοι εἴρηκεν οἱ πάντα τὰ αἰσθητήρια * * *, ὡς εἶναι τὸ πάντες ἀντὶ τοῦ πάντες πάντα. καὶ ὅθεν ὁρμηθέντες ὑπολαμβάνουσι τὴν ὄψιν πυρὸς εἶναι, λέγει· διὰ τὸ πάθους τινὸς γινομένου περὶ τὴν ὄψιν ἀγνοεῖν τὴν αἰτίαν. τὸ δὲ πάθος, οὗ τὴν αἰτίαν ἀγνοοῦσι καὶ ἐπὶ τούτῳ ἐκ πυρὸς αὐτὴν εἶναί φασιν, ἐπιφέρει· θλιβομένου γὰρ καὶ κινουμένου τοῦ ὀφθαλμοῦ φαίνεται πῦρ ἐκλάμπειν. Τὸ γινόμενον καὶ τὸ ἀναπεῖσαν αὐτοὺς ἐκ πυρὸς λέγειν προθεὶς προστίθησι καὶ τὸ χρήσιμον αὐτῷ εἰς τὸ δεῖξαι ὅτι μὴ διὰ τὸ εἶναι ἐκ πυρὸς ἡ ὄψις διὰ τοῦτο λάμπει. λέγει γάρ· τοῦτο δὲ ἐν τῷ σκότει πέφυκε συμβαίνειν ἢ τῶν βλεφάρων ἐπικεκαλυμμένων· γίνεται γὰρ καὶ τότε σκότος. πῶς οὖν αὐτῷ τὸ ἐν τῷ σκότει τοῦτο γίνεσθαι περὶ τὴν ὄψιν χρήσιμον, προελθὼν ὀλίγον ἐρεῖ· τὰ γὰρ λεῖα πέφυκεν ἐν τῷ σκότει λάμπειν. Τὸ δὲ θλιβομένου τοῦ ὀφθαλμοῦ φαίνεσθαι πῦρ ἐκλάμπειν ἐξ αὐτοῦ φησιν ἔχειν καὶ ἑτέραν ἀπορίαν, ὡς καὶ τοῦ προειρημένου ἀπορίαν παρέξοντος τοῖς μὴ λέγουσιν ἐκ πυρὸς τὴν ὄψιν εἶναι ἢ τὴν ἀρχὴν διὰ τὴν ἀπορίαν ταύτην κατενεχθέντων τινῶν ἐπὶ τὸ ἐκ πυρὸς λέγειν τὴν ὄψιν εἶναι· ὡς γὰρ λυτικὸν τοῦ ἀπορουμένου τοῦτο φέρουσιν. ἀπορεῖται γὰρ τί αἴτιον τοῦ δοκεῖν ἐν τῇ θλίψει τοῦ ὀφθαλμοῦ πῦρ ἐκλάμπειν. ἔστι δὲ ἣν προστίθησιν ἀπορία αὕτη, εἰ μὴ ἔστι λανθάνειν αὑτὸν αἰσθανόμενον καὶ ὁρῶντα,2 ὡς δοκεῖν μὲν ὁρᾶν, μηδὲν δὲ ὁρᾶν ὁρώμενον. ἂν γὰρ ἡ ὄψις τότε ὁρᾷ τι, δῆλον ὅτι ἑαυτὴν ὁρᾷ· οὐ γὰρ δὴ ἄλλο γέ τί ἐστι τότε ὁρώμενον ὑπ’ αὐτῆς.
“因此,关于诸感觉各自分别具有的潜能,此前已经谈及。” 对于论述动物的共同活动的人而言,关于感觉的论述是必然的——这一探究是与关于灵魂的探究相联结的——这一点是显而易见的。因为感觉对于一切动物而言是最为共同的功能,而且此外,其他各项共同功能中的每一项,都已被证明是通过感觉或伴随着感觉而发生的。但是,既然感觉就像由动物所从事的大多数其他活动一样,是身体与灵魂所共有的,并且关于灵魂的感觉潜能此前已在《论灵魂》中谈过,他在给出如今不再对此赘述的原因的同时使我们想起这一点,另一方面,关于感觉借以发生的身体(即感觉器官),他如今提出来予以讨论。他说,在谈论过感觉的人中,有些人试图使每一种感觉都由身体性的元素中的每一种构成,并且[既然感觉有五种]他们苦于无法将这五种感觉归结为四种元素,便探讨关于第五种感觉,应当说它是由何种身体构成的。这话也许是针对《蒂迈欧篇》中的观点而言的,该观点一方面被追溯到毕达哥拉斯学派,另一方面又在《蒂迈欧篇》中被陈述。因为在彼处,蒂迈欧说嗅觉以及气味的属是半成的并且在某种程度上是混合的;“因为当水变成气或气变成水时,在这两者的中间,”他说,“〔它们〕便产生了。”而这嗅觉大概就是[他所说的]“他们所汲汲以求的”第五种感觉。因为对于其余的感觉,他们把视觉归于火,把听觉归于气,把味觉归于水,把触觉归于土。不过他说,所有人都把视觉归于火,无论是那些将感觉器官归结为元素的人,还是那些以别的方式论及它们的人;因为一切人都是无条件地说视觉是由火构成的,而德谟克利特则说是水构成的。或者“所有人”这个词是用来代替“无论如何”。或者他说的是“那些把一切感觉器官[归结为元素]的人 * * *”,以至于“所有人”是用来代替“所有人把一切[感觉器官]”。至于他们是从什么出发点出发而设想视觉是由火构成的,他指明了:这是由于不知道关于视觉所发生的某种感受的原因。而他们不知其原因并且据此主张视觉是由火构成的这一感受,他随之补充道:因为当眼睛受到挤压和移动时,火似乎闪烁而出。在陈述了所发生的事象以及说服他们主张视觉由火构成的事象之后,他也补充了有助于他自己证明“视觉并非因为由火构成才发光”的内容。因为他说:“而这在暗处,或在眼睑合上时本性上就会发生;因为彼时也会产生黑暗。”至于这件在暗处关于视觉发生的事象对他有何用处,他在稍后一点会谈到;因为光滑之物在暗处本性上就会发光。另一方面,关于在眼睛受到挤压时火似乎从其中闪烁而出这一现象,他说这也包含着另一个疑难,似乎前述现象也会对那些不说视觉由火构成的人提供疑难,或者就好像某些人从一开始正是由于这个疑难才倾向于主张视觉是由火构成的;因为他们提出这一主张乃是作为该疑难的解法。因为人们探讨,在眼睛受到挤压时火看似闪烁而出的原因是什么。而他所补充的疑难是这样的:如果一个人在感知和观看时不可能不被自己所察觉,以至于似乎在看,却没有看到任何被看见之物。因为如果视觉彼时看到了某种东西,显然它看到的是它自身;因为彼时确实没有任何别的东西被它所看见。
- 1.4οὐκ εὐποροῦντας συνάγειν εἰς τέσσαρα στοιχεῖα πέντε οὔσας αὐτὰς
分词 οὐκ εὐποροῦντας 作状语或修饰前面的 τινας。短语 πέντε οὔσας αὐτάς 为宾格分词结构,具有让步意味(“尽管它们有五种”),与 συνάγειν 搭配,说明将五种感觉归结为四种元素所面临的困难。
- 1.4εἰ μὴ ἔστι λανθάνειν αὑτὸν αἰσθανόμενον καὶ ὁρῶντα
动词 λανθάνω 支配补充分词 αἰσθανόμενον καὶ ὁρῶντα,表示“自身不察觉到自己在感知和观看”。反身代词 αὑτόν 作不定词 λανθάνειν 的宾格宾语(不定词的逻辑主语为省略的不定代词 τινά)。整个条件从句 εἰ μὴ ἔστι 构成提出疑难设问的前提假说。
