- 底本
- Alexander, In Librum De Sensu Commentarium. Commentaria in Aristotelem Graeca III.1, ed. P. Wendland, Berlin: Reimer 1901, pp. 1-173. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:157.11-159.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解了亚里士多德关于我们是否以灵魂的不同部分同时感知多个对象的探究,指出其导致的荒谬后果,并驳斥了与同种感觉器官(两只眼睛)之间的类比。
" Πρῶτον μὲν οὖν ἆρ’ ὧδε ἐνδέχεται, ἅμα μέν, ἑτέρῳ δὲ τῆς ψυχῆς αἰσθάνεσθαι;" Ζητῶν πῶς οἷόν τε λέγειν ἅμα πλειόνων αἰσθάνεσθαι ἡμᾶς, ἐπεὶ δοκεῖ τὸ τοῦτο γίνεσθαι ἐναργὲς εἶναι, πρῶτον τίθησι τὸ εἰ ἐνδέχεται λέγειν οὕτως ἅμα πλειόνων ἡμᾶς αἰσθάνεσθαι, τῷ ἅμα μὲν καὶ ἐν τῷ αὐτῷ χρόνῳ πάντων, ἑτέρῳ δὲ καὶ ἑτέρῳ τῆς ψυχῆς, ὡς τῶν διαφερόντων διαφερούσαις δυνάμεσιν αἰσθανομένων ἡμῶν κατὰ τὸ αὐτό. ἐξηγούμενος δὲ τὸ ἀτόμως πάλιν πῶς εἶπεν· καὶ οὕτως ἀτόμῳ, ὡς παντὶ ὄντι συνεχεῖ. εἰπὼν γὰρ τὸ δὲ ἅμα λέγω ἐν ἑνὶ καὶ ἀτόμῳ χρόνῳ, μνημονεύσας τοῦ ἅμα πάλιν διὰ τοῦ εἰπεῖν πρῶτον μὲν ἆρ’ ὧδε ἐνδέχεται, ἅμα μέν, ἑτέρῳ δὲ τῆς ψυχῆς, ἐπεὶ τὸ ἅμα ἔκειτο εἶναι ἴσον τῷ ἐν ἀτόμῳ χρόνῳ, πῶς ἅμα καὶ πῶς ἐν ἀτόμῳ λέγει χρόνῳ προσέθηκεν· ὡς γὰρ παντὶ ἐν ᾧ αἰσθάνεται χρόνῳ τῶν ἑτέρων ταῖς διαφερούσαις δυνάμεσιν ἑνὶ καὶ συνεχεῖ λαμβανομένῳ, καὶ μὴ ἐν ἄλλῳ μὲν αὐτοῦ τῆς τοῦδέ τινος αἰσθήσεως γινομένης, ἐν ἄλλῳ δὲ τῆς τοῦδε. γράφεται καὶ οὐ τῷ ἀτόμῳ. κἂν ᾖ αὕτη ἡ γραφὴ †, λέγων περὶ τούτου οὗ αἰσθανόμεθα ὅτι οὐχ οὕτως ἑνί τινι αἰσθανόμεθα ἅμα πλειόνων, ὡς ἀτόμων τῇ αὑτῶν φύσει, ἀλλ’ ὡς ἑνὶ παντὶ ὁμοίως ἁπάντων. οὐ γὰρ ἑνὶ μέρει καὶ ἀτόμῳ τῆς ψυχῆς πάντων αἰσθανόμεθα, ἀλλ’ ὡς παντὶ τούτῳ ᾧ αἰσθανόμεθα ἑνὶ ὄντι καὶ συνεχεῖ αὐτῷ ἐκ διαφερόντων συγκειμένῳ μερῶν. Ὅτι δὲ μὴ οἷόν τε οὕτω πλειόνων ἅμα αἰσθάνεσθαι ἑξῆς δείκνυσι διὰ τοῦ, εἰ οὕτω γίνοιτο ἡ τῶν πλειόνων αἴσθησις, ὡς ἄλλῳ καὶ ἄλλῳ μορίῳ τῆς ψυχῆς τῶν πλειόνων γίνεσθαι τὴν ἀντίληψιν, ὅταν πλειόνων ὁμοειδῶν ἅμα αἰσθανώμεθα, πλείω μέρη ἔσεσθαι αἰσθητικὰ ὁμοειδῆ ἀλλήλοις·1 οἷον εἰ πλείω εἴη τὰ ὁρώμενα, πλείω 〈ἂν〉 μέρη εἴη τὰ ὁρατικὰ καὶ ταῦτα ὁμοειδῆ ἀλλήλοις· ὁμοειδῶν γὰρ ὄντων τῶν αἰσθητῶν ὁμοειδῆ ἂν καὶ τὰ μέρη τὰ οἷς αἰσθανόμεθα αὐτῶν εἴη. εἰ γὰρ εἴη πλείω ἅμα ὁρῶν τις, εἴη δὲ ἄλλου ἄλλῳ αἰσθανόμενος, πλείω μέρη ἔσται τῆς ὄψεως, τουτέστι πλείους αἰσθήσεις καὶ ὄψεις πλείους ὁμοειδεῖς ἀλλήλαις ἔσονται τῷ καὶ τὰ αἰσθητὰ ὁμογενῆ ἀλλήλοις εἶναι· ὁρατὰ γὰρ πάντα. τῶν γὰρ ἐν τῷ αὐτῷ γένει ἡ αὐτὴ κατ’ εἶδος αἴσθησις. Ἀπορήσας δὲ καὶ δείξας διὰ τῶν τῇ αὐτῇ αἰσθήσει αἰσθητῶν τὸ λειπόμενον ἄτοπον, εἴ τις λέγοι πλειόνων ἡμᾶς αἰσθάνεσθαι, ἄλλῳ μορίῳ τῆς ψυχῆς καὶ ἄλλῃ δυνάμει ἄλλου, ἑξῆς προσιστάμενος πρὸς τὸ ἠπορημένον, τὸ πλείους ὄψεις ὁμοειδεῖς ἔσεσθαι, εἰ πλείω τις καὶ διαφέροντα ἅμα ὁρῴη, 〈λέγει〉· εἰ δὲ ὅτι ὄμματα δύο, φαίη τις, οὐδὲν κωλύει οὕτω καὶ ἐπὶ τῆς ψυχῆς. διὰ γὰρ τῆς λέξεως ταύτης ἐστὶν ὃ λέγει τοιοῦτον· εἰ δέ τις, φησί, λέγοι, ὡς ἐπὶ τῆς ὄψεως διὰ πλειόνων αἰσθητηρίων ὁμοειδῶν ὁρῶμεν (διὰ γὰρ δύο ὀφθαλμῶν), οὕτω καὶ τὴν ψυχὴν πλείους δυνάμεις ὁμοειδεῖς ἔχειν μὴ κεκωλῦσθαι, αἷς ἅμα τῶν ὁμοειδῶν αἰσθάνεται, τοῦτο θεὶς ὡς δυνάμενον λέγεσθαι πρὸς τὸ ἠπορημένον, ἐλέγχει αὐτὸ δεικνὺς ὅτι οὐχ ὅμοιον τὸ παραβεβλημένον, λέγων ὅτι ἴσως ἐκ μὲν τούτων ἕν τι γίνεται, τῶν ὄψεων λέγων, καὶ μία ἡ ἐνέργεια ἡ ἀμφοτέρων (ἑνὸς γὰρ κατ’ ἀριθμὸν ἡ δι’ ἀμφοτέρων ἀντίληψις καὶ ἅμα· τὸ δὲ ἴσως προσέθηκεν, ὅτι μηδέν πω περὶ τούτου διώρισται), ἐκεῖ δέ, εἰ μὲν ἓν τὸ ἐξ ἀμφοῖν, ἐκεῖνο τὸ αἰσθανόμενον ἔσται, εἰ δὲ χωρίς, οὐχ ὁμοίως ἕξει. δείκνυσιν ὅτι μὴ ὅμοιον τό τε ἐπὶ τῶν ὀφθαλμῶν δύο ὄντων καὶ τὸ ἐπὶ τῆς ψυχῆς καὶ τῶν πλειόνων δυνάμεων. ἐπὶ μὲν γὰρ τῶν ὀφθαλμῶν, εἰ καὶ δύο οἱ ὀφθαλμοί, ἀλλ’ ἕν τι τὸ γινόμενον· μία γὰρ αἴσθησις καὶ ἐνέργεια μία ἡ δι’ ἀμφοτέρων τῶν ὀφθαλμῶν γινομένη· διὸ καὶ μιᾶς δυνάμεως. ἐπὶ δὲ τῶν τῆς ψυχῆς δυνάμεων, εἰ μὲν ἕν ἐστι τὸ διὰ πλειόνων δυνάμεων ἐνεργοῦν καὶ περὶ ἕν τι ἡ ἀμφοτέρων ἐνέργεια καὶ μία, ἐκεῖνο ἔσται τὸ αἰσθανόμενον τὸ ἐνεργοῦν δι’ ἀμφοτέρων μίαν ἐνέργειαν (καὶ οὐδὲν ἄτοπον· ἑνὸς γὰρ γίνεται μία δύναμις αἰσθανομένη διὰ πλειόνων, ὡς καὶ ἐπὶ τῶν ὀφθαλμῶν)· εἰ δὲ μὴ τοῦτο λέγοιτο (ἦν γὰρ τὸ ζητούμενον, πῶς πλειόνων μία αἰσθάνεται), ἀλλὰ λέγοιτο ἑκάστη τῶν αἰσθήσεων αἰσθάνεσθαι ἰδίου τινός, τὸ παραβαλλόμενον οὐχ ὅμοιον ἔσται. τῶν μὲν γὰρ ὀφθαλμῶν πλειόνων ὄντων μία ἡ ἐνέργεια καὶ ἡ αἴσθησις, τῶν δὲ πλειόνων τῆς ψυχῆς δυνάμεων πλείους αἱ αἰσθήσεις· ἑκάστη γὰρ αὐτῶν ἰδίου τινὸς ἔσται. ἀσαφὴς δὲ ἡ λέξις γέγονε τῷ συνάψαι αὐτὸν τῷ ῥηθέντι ἂν ὑπ’ ἐκείνων τὴν δεῖξιν τοῦ ὅτι μὴ ὁμοία ἡ παραβολή,2 ᾗ κέχρηνται πάντες.
“那么首先,是否可能以这种方式,即一方面同时感知,但另一方面以灵魂的不同部分来感知?” 在探究我们如何可能说同时感知多个事物时——因为这发生着似乎是明白的事实——,他首先提出我们是否可能以如下方式说同时感知多个事物:对所有事物而言一方面同时且在同一时间中感知,但另一方面以灵魂的各个不同部分来感知,如同我们在同一瞬间以不同的能力感知不同的对象。在解释他在何种意义上再次说“不可分地”时,[他补充道]:“并且以这种方式不可分,即作为一个连续的整体”。因为在说了“而我所说的‘同时’,是指在单一且不可分的时间中”之后,当他通过说“那么首先,是否可能以这种方式,即一方面同时,但另一方面以灵魂的不同部分[感知]”而再次提及“同时”时,既然“同时”被设定为等同于“在不可分的时间中”,他就补充说明了他在何种意义上说“同时”,以及在何种意义上说“在不可分的时间中”。也就是说,作为以不同能力感知不同对象的整个时间,它被把握为单一且连续的,而不是说对这一个对象的感知发生在它的一部分中,而对那一个对象的感知发生在另一部分中。还有一种异文是“不是以不可分之物”。若依此异文,他则是在论述我们用以感知的这一主体,说我们并非以某个就其自身本性而言不可分的单一事物同时感知多个对象,而是以对一切事物都同等的一个单一整体来感知。因为我们不是以灵魂的某一个不可分的部分来感知一切,而是以我们用以感知的这个作为整体的主体来感知,它本身由不同的部分构成,却是一个单一且连续的整体。 至于以这种方式不可能同时感知多个事物,他随后通过如下论证加以表明:如果对多个事物的感知是这样发生的,即对多个事物的把握是由灵魂的各个不同部分造成的,那么当我们同时感知同属同一种的多个事物时,就会存在彼此同种的多个感觉部分。例如,若被见之物是多个,视觉部分也将是多个且彼此同种;因为既然感觉对象同种,我们用以感知它们的部分也将是同种的。因为如果有人同时看见多个事物,并且以不同的部分感知不同的事物,那么视觉的部分就会是多个,也就是说,由于感觉对象彼此属于同一属,就会存在彼此同种的多个感觉和多个视力;因为它们全都是可见的。因为对于处于同一属中的事物,其在种上的感觉也是相同的。 在提出这一疑难,并通过同一感觉所能感知的事物表明了若有人说我们以灵魂的不同部分以及以不同的能力感知不同的事物就会留下的荒谬后果之后,他接下来面对所提出的疑难——即若有人同时看见多个不同的事物,就会存在同种的多个视力——说道:“‘但如果有人会说,因为眼睛有两只,’某人或许会说,‘在灵魂上如此也没有任何妨碍’”。通过这句话,他所表达的意思如下:如果有人说,正如在视觉的情况下我们通过同种的多个感觉器官(即通过两只眼睛)观看,同样,灵魂具有同种的多个能力,并借此同时感知同种的事物,这也是不受妨碍的——在将这一点作为针对所提出的疑难可能被说出的话而提出之后,他通过表明所作的类比并不相似而对其进行了驳斥,指出“或许由这些”,即由诸视力,“生成了某个单一之物,并且二者的现实活动是单一的”(因为通过二者的把握在数目上为一并且是同时的;添上“或许”是因为关于这一点尚未作出任何规定),“但在灵魂的情形中,如果由二者生成的是单一之物,那个事物将是感知的主体;但若是分开的,情况将不再相似。”他表明,两只眼睛的情形与灵魂及其多个能力的情形并不相似。因为在眼睛的情形中,纵然眼睛有两只,但生成之物却是单一的;因为通过两只眼睛所发生的感觉和现实活动是单一的,因此也属于单一的能力。但在灵魂诸能力的情形中,如果通过多个能力进行活动的主体是一,并且二者的现实活动是围绕着某一个对象的单一活动,那么通过二者执行单一现实活动的那一主体就将是感知者(这并无任何荒谬之处;因为如同在眼睛的情形中一样,便生成了通过多个器官感知一个事物的单一能力);但如果不是这样说(因为所探究的是单一的感觉如何感知多个事物),而是说各个感觉分别感知其特有的对象,那么所作的类比就将不相似。因为眼睛虽是多个,其现实活动和感觉却是一;而在灵魂的多个能力中,感觉则是多个;因为它们中的每一个都将关于其特有的对象。而文句之所以变得晦涩,是因为他把自己对所有人都使用的那个类比并不相似的证明,直接附在了本应由他们说出的反驳之辞后面。
- 2.34διὰ τοῦ, εἰ οὕτω γίνοιτο ἡ τῶν πλειόνων αἴσθησις, ὡς ἄλλῳ καὶ ἄλλῳ μορίῳ τῆς ψυχῆς τῶν πλειόνων γίνεσθαι τὴν ἀντίληψιν, ὅταν πλειόνων ὁμοειδῶν ἅμα αἰσθανώμεθα, πλείω μέρη ἔσεσθαι αἰσθητικὰ ὁμοειδῆ ἀλλήλοις
介词短语 διὰ τοῦ 所支配的实质宾语是不定式子句 πλείω μέρη ἔσεσθαι...,其间嵌套了条件状语从句 εἰ οὕτω γίνοιτο... 和时间-条件从句 ὅταν ... αἰσθανώμεθα。核心结构为“通过……将会有多个同种部分存在这一论据[来表明]”。
- 2.34τῷ συνάψαι αὐτὸν τῷ ῥηθέντι ἂν ὑπ’ ἐκείνων τὴν δεῖξιν τοῦ ὅτι μὴ ὁμοία ἡ παραβολή
与格定冠词不定式 τῷ συνάψαι 表示原因。其逻辑主语为宾格的 αὐτόν(亚里士多德),直接宾语是后置的宾格短语 τὴν δεῖξιν τοῦ ὅτι...(“……的证明”),而 τῷ ῥηθέντι ἂν ὑπ’ ἐκείνων 则是动词 συνάπτω 所要求的与格补足语(“附在他们本可能说出的话之上”)。宾语与动词之间由倒置结构(hyperbaton)隔开。
