- 底本
- Alexander, In Librum De Sensu Commentarium. Commentaria in Aristotelem Graeca III.1, ed. P. Wendland, Berlin: Reimer 1901, pp. 1-173. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:155.20-157.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解了亚里士多德关于感觉对象的所有部分固然可感觉、但并不就其自身显现出其大小的论述,并结合太阳和远距离视觉的例证,在确认不存在不可感觉的时间与大小之后,重返探究同时感知多个事物之可能性的本题。
" Ἅπαντα μὲν οὖν αἰσθητά ἐστιν, ἀλλ’ οὐ φαίνεται." Δείξας ὅτι μηδέν ἐστι τῇ αὑτοῦ φύσει ἀνεπαίσθητον μόριον τοῦ αἰσθητοῦ, ὃ καὶ ἐν τοῖς ἔμπροσθεν ἔδειξεν (ἐμνημόνευσε γὰρ ὅτι μηδὲν τῇ αὑτοῦ φύσει μόριον αἰσθητοῦ ἀνεπαίσθητόν ἐστι καὶ ἀπαθές· καὶ γὰρ μυριοστὸν μέρος τῆς κέγχρου αἰσθητόν ἐστι, καὶ ὁρᾷ αὐτὸ ἡ ὄψις, ὅτε τὴν κέγχρον ὁρᾷ, οὐ μὴν καθ’ αὑτὸ οὐδὲ ἡλίκον ἐστί), τοῦ αὐτοῦ τούτου καὶ νῦν ἡμᾶς ὑπομιμνῄσκει λέγων1 ἅπαντα μὲν τὰ μόρια τοῦ αἰσθητοῦ αἰσθητὰ εἶναι, οὐ μὴν φαίνεσθαι ἡλίκα ἐστὶν τὴν ἀρχὴν [ὁρᾶσθαι] αὐτὰ καθ’ αὑτά.2 ὅτι γὰρ οὐκ ἀνάγκη πάντα ὅσα ὁρᾶται εὐθὺς καὶ ἡλίκα ἐστὶν ὁρᾶσθαι παρατίθεται τόν τε ἥλιον καὶ τὸ τετράπηχυ μέγεθος, ἃ ὁρῶσα ἡ ὄψις οὐκέτι καὶ τὰ μεγέθη αὐτῶν ἡλίκα ἐστὶν ὁρᾷ, ἀλλ’ ἐνίοτε ἐκ πλείονος αὐτῇ διαστήματος ἀδιαίρετα φαίνεται τὰ ὁρώμενα· καίτοι οὐδὲν εἶδεν ἀδιαίρετον· τὰ δὲ χρώματα ἡ ὄψις ὁρᾷ ἐν σώμασιν ὄντα. τὴν δὲ αἰτίαν φησὶν ἐν τοῖς ἔμπροσθεν εἰρῆσθαι περὶ τούτου, οὐ περὶ τοῦ τὸν ἥλιον ὁρᾶσθαι μέν, μὴ ἡλίκος δέ ἐστιν ὁρᾶσθαι λέγων, οὐδὲ τοῦ τὰ ἀπὸ πλείονος διαστήματος ὁρώμενα ἐνίοτε ἀδιαίρετα φαίνεσθαι (τούτῳ γὰρ ἐχρήσατο ὡς ἐναργεῖ πρὸς δεῖξιν ὅτι οὐκ ἀνάγκη τὰ ὁρώμενα καὶ ἡλίκα ἐστὶν εὐθὺς ὁρᾶσθαι)· ἀλλά φησι τὴν αἰτίαν εἰρῆσθαι τοῦ τὰ μόρια τὰ ἐν τοῖς ὅλοις ὁρωμένων τῶν ὅλων ὁρᾶσθαι μέν, μὴ ἡλίκα δέ ἐστιν. ἔστι δ’ αὕτη ἣν ἐν τοῖς ἐπάνω εἴρηκεν, ὅτι μηδὲν αὐτῶν καθ’ αὑτὸ ὁρᾷ ἡ ὄψις ἐν τῷ ὅλῳ, ἀλλ’, ὡς ἔφην, ἔπεισι μὲν καὶ τούτων ἕκαστον ᾧ καὶ προσβάλλει [καίτοι ἡ] τὸ ὅλον ὁρῶσα, οὐ μὴν καὶ καθ’ αὑτὸ ἕκαστον τούτων ὁρᾷ οὐδὲ ἡλίκον ἐστίν, ὅτι μηδὲ ὁρατὸν τὸ τηλικοῦτόν ἐστι καθ’ αὑτό. ἢ ὑπομιμνῄσκει ἡμᾶς οὗ ἐν τοῖς ἐπάνω εἶπε περὶ τοῦ πάντα τὰ ὁρώμενα μετὰ μεγέθους ὁρᾶσθαι· εἶπε γὰρ ἀδύνατον λευκὸν μὲν ὁρᾶν, μὴ ποσὸν δέ· εἰ δὲ πᾶν τὸ ὁρώμενον ποσόν, οὐδὲν ἀδιαίρετον ἂν εἴη ὁρώμενον. συναποδείξας δὲ τῷ μὴ εἶναι3 χρόνον ἀναίσθητον τὸ μηδὲ μέρος τι τοῦ αἰσθητοῦ ἀναίσθητον εἶναι, ὃ ἦν αὐτῷ δεδειγμένον ἤδη, συγκεφαλαιοῦται τὸ δεδειγμένον λέγων· ὅτι οὐδείς ἐστι χρόνος ἀναίσθητος, ἐκ τούτων φανερόν. Εἰπὼν δὲ καὶ δείξας ταῦτα, ἐπάνεισιν ἐπὶ τὸ προκείμενον καὶ τὰ αὐτῷ προηπορημένα, οὗ χάριν καὶ τούτων ἐμνημόνευσεν ἐν τῷ μεταξύ. ἦν δὲ τὸ ζητούμενον, εἰ οἷόν τε ἅμα πλειόνων αἰσθάνεσθαι ἢ τῇ αὐτῇ αἰσθήσει ἢ διαφόροις. ὁ ζητῶν ἐπιχειρήσας εἰς τὸ μὴ οἷόν τε εἶναι δι’ ἐνδόξων, νῦν ἐπὶ τὸ ὅπως ἔχει λέγειν μέτεισι καὶ πῶς οἷόν τε γίνεσθαι τὴν τῶν πλειόνων ἅμα αἴσθησιν. ἐναργὲς γὰρ εἶναι τοῦτο δοκεῖ. εἰπὼν δὲ εἰ ἅμα πλειόνων αἰσθάνεσθαι ἐνδέχεται ἢ οὔ, πῶς τὸ ἅμα λέγει ἐξηγούμενός φησι τὸ μὲν ἅμα λέγω ἐν ἑνὶ καὶ ἀτόμῳ χρόνῳ πρὸς ἄλληλα, τὸ πρὸς ἄλληλα προσθείς, ἵνα μή τις αὐτὸν ὑπολάβῃ λέγειν ἄτομόν τινα χρόνον, ἀλλὰ τὸ οὕτως ἄτομον, ὡς πρὸς ἄλληλα τὰ ὧν ἡ αἴσθησις ἄτομον αὐτὸν καὶ εἶναι καὶ μὴ διαιρεῖσθαι αὐτὸν κατὰ τὰ ὧν αἰσθανόμεθα, ὡς ἐν μὲν τούτῳ τῷ μέρει αὐτοῦ τοῦδε ἡμᾶς αἰσθάνεσθαι, ἐν δὲ τῷδε τοῦδε, ἀλλ’ ἐν ἅπαντι τῶν πλειόνων ὁμοίως.
“因此,一切事物都是可感觉的,但并不显现。” 在表明了感觉对象的任何部分就其自身本性而言都不是不可感觉的之后——这一点他在前文中也曾表明(因为他曾提及,感觉对象的任何部分就其自身本性而言都不是不可感觉且不受动的;因为即便是一粒粟米的万分之一部分也是可感觉的,视力在看见粟米时也看见了它,但绝不是就其自身而言、亦不是看见它是多大),他现在又提醒我们注意这同一件事,指出感觉对象的所有部分固然都是可感觉的,但它们就其自身而言根本不会显现出是多大。因为为了表明凡被看见之物并不必然立刻就被看见是多大,他引证了太阳和四肘尺的大小,视力看见它们时并不进一步看见它们的大小是多大,反而在更大的距离之外,被见之物有时对视力而言显现为不可分的;然而它并未看见任何不可分之物,因为视力所看见的是存在于物体之中的颜色。他说关于这一点的原因此前已经陈述过,但他并不是说已经陈述了太阳虽被看见却未被看见是多大的原因,也不是说陈述了从更大距离所见之物有时显现为不可分的原因(因为他使用这一点作为明白的事实,用以证明被见之物并不必然立刻就被看见是多大);相反,他说已经陈述的原因是:整体中的各部分在整体被看见时固然被看见,但并未被看见是多大。而这一原因正是他在上文中所陈述的:在整体之中视力绝不会就其自身看见它们中的任何一个,而是如我所说,视力在看见整体时固然也涉及并触及这些部分中的每一个,但绝不会就其自身看见这些部分中的每一个,亦不会看见它是多大,因为如此大小之物就其自身而言并不是可见的。或者,他是提醒我们注意他在上文中所说的关于凡被见之物都是伴随着大小而被看见的道理;因为他说过不可能看见白却不看见具有数量的[白];如果凡被见之物都具有数量,那么被见之物就没有任何一个是不可分的。在与不存在不可感觉的时间一同证明了感觉对象的任何部分都不是不可感觉的(这一点此前已被他证明)之后,他总结了所证明的内容,说:“没有任何时间是不可感觉的,这从这些论证中是显而易见的。” 在陈述并表明了这些之后,他回到了摆在面前的主题以及他此前所提出的疑难,正是为此他在其间提及了这些内容。而所探究的问题是:是否可能同时感知多个事物,无论是由同一感觉还是由不同感觉。他在探究时曾借助公认的意见论证其不可能,现在则转向陈述实情如何以及多个事物的感知如何可能同时发生;因为这似乎是显而易见的。在陈述了是否可能同时感知多个事物之后,他在解释如何使用“同时”时说:“我所说的‘同时’,是指彼此相对而言处于单一且不可分的时间之中”,他添上“彼此相对而言”,是为了不让人以为他是在[绝对地]说某种不可分的时间,而是指这样一种不可分:对于那些构成感觉对象的事物彼此相对而言,这一时间是不可分的,并且它不按照我们所感觉的对象而被分割——并非我们在它的这一部分中感觉此物、在另一部分中感觉彼物,而是在整个[时间]中同样地感知多个事物。
- 2.33τὴν δὲ αἰτίαν φησὶν ἐν τοῖς ἔμπροσθεν εἰρῆσθαι περὶ τούτου, οὐ περὶ τοῦ τὸν ἥλιον ὁρᾶσθαι μέν, μὴ ἡλίκος δέ ἐστιν ὁρᾶσθαι λέγων
句首的 τὴν αἰτίαν 是依赖于 φησίν 的不定式 εἰρῆσθαι 的主语(宾格不定式结构)。在随后的 οὐ περὶ τοῦ... ἀλλά φησι τὴν αἰτίαν εἰρῆσθαι τοῦ... 对比结构中,前者的 τοῦ 引出宾格不定式短语(τὸν ἥλιον ὁρᾶσθαι μέν...)作为介词 περί 的宾语,而后者中的 τοῦ 则引导表示亚里士多德所指真正原因的从属结构(整体中的各部分固然被看见,但并未被看见是多大)。
- 2.33τὴν ἀρχὴν [ὁρᾶσθαι] αὐτὰ καθ’ αὑτά
副词性宾格 τὴν ἀρχήν 在否定语境中表示“根本”、“起初就(完全不……)”。在此处它加强了 οὐ μὴν φαίνεσθαι 的否定意味,表明感觉对象的微小部分“根本不会就其自身(显现出是多大)”。
- 2.33τὸ οὕτως ἄτομον, ὡς πρὸς ἄλληλα τὰ ὧν ἡ αἴσθησις ἄτομον αὐτὸν καὶ εἶναι
短语 τὸ οὕτως ἄτομον 作为修正性的同位语,说明了其特定含义:“如此不可分[的时间]”。随后的 ὡς 引导的从句表示限制或结果:“使得对于构成感觉对象的事物彼此相对而言,时间自身也是不可分的”,这表明此处的“不可分”并非指绝对的时间原子,而是指相对于同时被感知的诸对象而言是不可分的。
