← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论感觉》注解

§154.3-155.19

首要时间中感知的不可行性与时间的生成存在

亚历山大就亚里士多德《论感觉及其对象》448b4 展开注解,解释了假定时间包含不可感觉部分将导致消除在“首要”时间中感知的归谬,并进一步论证时间不同于能够留存的空间大小,其存在乃在于生成之中,因此不可感觉的微小时间不可能通过积聚而形成可感觉的时间。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.32#3

ἀλλ’ ἐπεὶ ἐν τῷ ὅλῳ κεῖται αἰσθάνεσθαι τῷ ἐν τῷ τῶν τούτου τινί, μέρος αὐτοῦ λαβὼν τὸ ΓΒ ὁρᾷ εἰ ἐν τούτῳ πρώτῳ δύναται αἰσθάνεσθαι, εἶτα λέγει ὅτι μὴ οἷόν τε μηδὲ ἐν τῷ ΓΒ οὕτως αἰσθάνεσθαί τινος, ὡς ἐν πρώτῳ τούτῳ. εἰ γάρ εἰσι χρόνοι τινὲς ἀναίσθητοι, καὶ ἐν τῷ ΓΒ ἔσονται, ὥστε καὶ ἐν τούτῳ αἰσθήσονται οὕτως, ὡς ἐν τῷ τῶν τούτου τινὶ καὶ ἐν τῷ ΑΒ ἄρα ἐλέγετο τὸ αἰσθάνεσθαι. ὡς δὲ ἐπὶ τοῦ ΓΒ μορίου τοῦ ΑΒ χρόνου ἔχει, οὕτως ἔχει καὶ ἐπὶ τοῦ ΑΓ μορίου αὐτοῦ. οὐδὲ γὰρ ἐν ἐκείνῳ ὅλῳ οὐδὲ πρώτῳ αἰσθήσεται, ἀλλὰ τῷ ἐν μορίῳ αὐτοῦ, καὶ τοῦτο ἐφ’ ἑκάστου τῶν λαμβανομένων μορίων. οὐδεὶς γὰρ εὑρεθήσεται χρόνος, ἐν ᾧ πρώτῳ τις αἰσθήσεται. ἀεὶ γὰρ αἱ εἰς ἐλάττω διαιρέσεις τοῦ χρόνου πρὸς τὸ μὴ λανθάνειν τὸ ἐν ᾧ πρώτῳ τὸ αἰσθανόμενον αἰσθήσεται καὶ * * * τοῖς ἀναισθήτοις χρόνοις, εἴπερ ἄρα τινές εἰσι τοιοῦτοι, πρὸς ἐκεῖνο. ὅτι δὲ μὴ οἷόν τε εἶναί τινας ἀναισθήτους χρόνους δεικνύοιτο ἂν καὶ διὰ τοῦ μὴ εἶναι τὸν χρόνον τῶν ὑπομενόντων, ἀλλὰ τῶν ἐν τῷ γίνεσθαι τὸ εἶναι ἐχόντων.1 εἰ γὰρ οὐχ ὑπομένει ὁ πρῶτος τὸν δεύτερον ὥστε ἀθροισθῆναί τινα ἐξ αὐτῶν, ἀλλὰ κατὰ ἀναίσθητόν τι μόριον ἡ πάροδος αὐτοῦ, ὁ πᾶς ἂν χρόνος ἀναίσθητος εἴη. ἐπὶ μὲν γὰρ τοῦ μεγέθους δύναται ἀναισθήτῳ τινὶ διὰ σμικρότητα ὑπομένοντι προσγενόμενον ἀναίσθητον ὁμοίως ἄλλο αἰσθητὸν τὸ ὅλον ποιήσασθαι· ἐπὶ δὲ τοῦ χρόνου οὐκέτι οἷόν τε τοῦτο τῷ τοῦ δευτέρου παριόντος φθείρεσθαι τὸ πρὸ αὐτοῦ.2 Ἀφῃρήσθω τὸ ΓΒ, ἐν ᾧ ᾐσθάνετο,3 τουτέστιν ἀπὸ τοῦ χρόνου τοῦ ἐν ᾧ ᾐσθάνετο. ὁ ἀφελὼν δείξει πάλιν ἐπὶ τοῦ ΓΒ τοῦ ἀφῃρημένου ἀπὸ τοῦ ΑΒ ὅτι καὶ ἐπὶ τούτου ἀληθὲς ἔσται τὸ ἐν τούτου τινὶ αἰσθάνεσθαι, ὁμοίως καὶ ἐπὶ τοῦ μεγέθους τὸ τούτου τινὸς αἰσθάνεσθαι. εἰπὼν γὰρ διὰ μέσου πῶς λέγεταί τι ὁρᾶν ὅλον, 〈ὅτι〉 ἀπὸ μέρους, καὶ ἐν χρόνῳ τινί, ὅτι ἐν μέρει, καὶ γνώριμα ταῦτα ποιήσας διὰ παραδειγμάτων ἐπήνεγκεν ἀλλὰ μὴν ἐν τῷ ΒΓ οὐδὲν αἰσθάνεται, τὴν αἰτίαν λέγων, δι’ ἣν εἶπεν ἐπὶ τοῦ ΓΒ πρὸ ὀλίγου τὸ οὐκοῦν ἐν ταύτης τινὶ ἢ ταύτης τι. ὅτι γὰρ ἐν τῷ ΓΒ τῷ ἀφῃρημένῳ οὐδενὸς πρώτως αἰσθάνεται, διὰ τοῦτο καὶ ἐπὶ τούτου ῥηθήσεται τὸ ἐν τούτου τινί, ὥσπερ καὶ ἐπὶ τοῦ ΑΒ ὅλου ἐλέγετο. τῷ οὖν ἐν μέρει τινὶ τοῦ ΓΒ χρόνου τοῦ ΑΒ αἰσθάνεσθαι μεγέθους, τούτῳ ῥηθήσεται ἐν τῷ ΓΒ αἰσθάνεσθαι χρόνου τοῦ ὅλου καὶ τὴν ὅλην, τουτέστι τὸ μέγεθος καὶ τὴν γραμμήν. δείξας δὲ τοῦτο, τὸν αὐτὸν λόγον φησὶ ῥηθήσεσθαι καὶ ἐπὶ τοῦ ΑΓ, ὃ ἦν τὸ ἕτερον μόριον τοῦ ΑΒ χρόνου παντός· οὐδὲ γὰρ ἐν τούτῳ πρώτῳ αἰσθήσεται τῆς ΑΒ, ἀλλὰ τῶν μορίων τινί. ἀεὶ γὰρ ὃ ἂν λάβωμεν μόριον ἢ τοῦ χρόνου ἢ τοῦ μεγέθους, ἐν τινὶ χρόνῳ ἐσόμεθα αἰσθανόμενοι καὶ τινὸς μεγέθους, ὅλως δὲ ἐν χρόνῳ τινὶ ἢ ὅλως μεγέθους τινὸς οὐδέποτε. τοῦτο γὰρ ἐπὶ πάντων τῶν ὁρωμένων ἐδήλωσεν εἰπών· ἀεὶ γὰρ ἔν τινὶ καὶ τινός, ὅλου δὲ οὐκ ἔστιν αἰσθάνεσθαι. ὃ εἴη ἂν δεικτικὸν τοῦ μήτε χρόνον τινὰ ἔσεσθαι, 〈ἐν〉 ᾧ πρώτως αἰσθησόμεθά τινος, μήτε αἰσθητόν, ὅτου πρώτου καὶ ὅλου αἰσθησόμεθα. μὴ ὄντος δὲ τοῦ πρώτως, οὐδὲ τὸ κατὰ ἄλλο 〈ἂν εἴη· τὸ γὰρ κατ’ ἄλλο〉 ἀληθές, ὅτι ἔστιν αὐτοῦ ὃ πρῶτον καὶ καθ’ αὑτὸ τοιοῦτόν ἐστι.

但是,既然设定了在整体中感觉是由于在这一事物的某一部分中[感觉],他便取其一部分 ΓΒ,看是否能在此中首要地感觉,继而说,即便在 ΓΒ 中也不可能以此作为首要的方式去感觉某物。因为如果存在某些不可感觉的时间,它们也会在 ΓΒ 中存在,以至于在此中也将如同在其某一部分中那样感觉,因而也就是此前所说的在 ΑΒ 中感觉。而在时间 ΑΒ 的部分 ΓΒ 上的情况如何,在其部分 ΑΓ 上的情况亦复如何。因为在那一部分中既不是整体地亦不是首要地感觉,而是由于在其某一部分中[感觉],并且这对所取的每一个部分都成立。因为将找不到某人在其中首要地感觉的任何时间。因为把时间划分成更小的部分,总是为了使进行感觉的主体在其中首要地感觉的[时间]不被忽略,并且 * * * 针对不可感觉的时间,如果确有此类时间的话,针对那一[首要时间]。而不可能存在某些不可感觉的时间,这一点也可以通过以下事实来表明:时间不属于留存之物的类,而属于其存在在于生成之中的类。因为如果第一者并不等待第二者留存以便从它们当中积聚起某种东西,而是其流逝依循某个不可感觉的部分,那么整个时间都将是不可感觉的。因为在大小的情况下,能够让另一个不可感觉的部分附加到一个因微小而留存的不可感觉的部分上,从而使整体成为可感觉的;但在时间的情况下,这便不再可能,因为随着第二者的到来,在它之前的那一者已经被毁灭了。 “设 ΓΒ 被扣除,在此中曾感知”,即从曾于其中感知的这一时间中[扣除]。扣除了它的人将针对从 ΑΒ 中扣除的 ΓΒ 再次表明:对此而言,“在这一事物的某一部分中感知”也同样为真,同样地对大小而言,“感知这一事物的某一部分”也同样为真。因为他在插叙中陈述了如何说作为整体看见某物(即由部分[看见])、以及在某个时间中[看见](即在部分中[看见]),并通过例子使这些变得显明之后,他添上了“然而在 ΒΓ 中确实什么也不感觉”,陈述了他此前不久就 ΓΒ 说出“因此在这[阴性]的某一部分中,或这[阴性]的某一部分”的原因。因为既然在被扣除的 ΓΒ 中并不首要地感觉任何事物,因此关于它也将说出“在这一事物的某一部分中”,正如关于整个 ΑΒ 曾说的那样。因此,由于在时间 ΑΒ 的时间 ΓΒ 的某一部分中感知大小,依此将被说成是在整个时间的 ΓΒ 中也感知到整个[线条],即大小和线条。在指出了这一点之后,他说对于 ΑΓ——这是整个时间 ΑΒ 的另一部分——也将陈述同样的道理;因为在此中也不会首要地感知 ΑΒ,而是在其某些部分中感知。因为无论我们取时间还是大小的哪一部分,我们将总是在某个时间中并且针对某种大小进行感觉,但绝不会完全在某个时间中或完全针对某种大小[进行感觉]。因为他针对所有被见之物阐明了这一点,说:“因为总是处在某物之中且针对某物的一部分,而不可能感觉整体。”这表明:既不会有任何我们在其中首要地感知某物的时间,也不会有任何我们将首要地且作为整体感知的感觉对象。但如果首要之物不存在,依别的事物之物也就不可能存在;因为依别的事物之所以为真,乃是因为存在着它自身中首要且就其自身而言即是如此之物。

语法注3 条
  1. 2.32τῶν ὑπομενόντων, ἀλλὰ τῶν ἐν τῷ γίνεσθαι τὸ εἶναι ἐχόντων

    名词化分词的属格在此作为系动词 εἶναι 的属格表语(表示所属范畴),意为“时间不属于留存之物的范畴,而属于其存在在于生成之中的范畴”。

  2. 2.32τῷ τοῦ δευτέρου παριόντος φθείρεσθαι τὸ πρὸ αὐτοῦ

    与格定冠词 τῷ 引导表原因的带冠词不定式(τῷ φθείρεσθαι),其主语为中性宾格短语 τὸ πρὸ αὐτοῦ。在定冠词与不定式之间嵌套了一个独立属格结构(τοῦ δευτέρου παριόντος,“随着第二者的到来/流逝”)。

  3. 2.32Ἀφῃρήσθω τὸ ΓΒ, ἐν ᾧ ᾐσθάνετο

    此处引用了引文(lemma)中的短语,部分手抄本在此不带否定词 οὐκ(即作 ἐν ᾧ ᾐσθάνετο);亚历山大紧接着用 τουτέστιν ἀπὸ τοῦ χρόνου τοῦ ἐν ᾧ ᾐσθάνετο(“即从曾于其中感知的这一时间中[扣除]”)从句法上补全其所指。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:154.3-155.19