← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论感觉》注解

§152.10-154.3

扣除不可感觉部分与首要感觉的无限倒退

亚历山大解释了亚里士多德的论证:扣除不可感觉的部分后感觉依然如故,这表明感觉发生在部分之中而非首要地在整体中,从而导致无限倒退并排除了首要的感觉。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.32#2

ἀφαιρεθέντων οὖν τούτων (ἔστω πάλιν τὸ ΓΒ) τὸ καταλειπόμενον ὁμοίως καὶ ὡς τὸ αὐτὸ ὁραθήσεται, τῷ τὰ ἀναίσθητα μόρια μηδέ, ὅτε ἦν σὺν τῷ ὅλῳ, συντελεῖν τι εἰς τὴν γινομένην αἴσθησιν αὐτοῦ.1 ὅλον ἄρα τὸ ΑΒ ἑωρᾶτο οὐ καθ’ αὑτό, ἀλλὰ τῷ τῶν τούτου τι ὁρᾶσθαι. Καὶ τὸ μὲν δεικνύμενον τοῦτο. αὐτὸς δὲ οὕτως εἴρηκεν οὐκοῦν ἐν ταύτης τινὶ ἢ ταύτης τι, τὸ μὲν ταύτης τινὶ τῆς κατὰ χρόνον διαστάσεώς τε καὶ συνεχείας λέγων, τὸ δὲ ταύτης τι τῆς τοῦ ὁρωμένου διαστάσεως. ἔστι γὰρ τὸ συμπέρασμα τῶν δεδειγμένων τὸ μήτε ἐν τῇ κατὰ χρόνον διαστάσει τῇ ΑΒ ὅλῃ ὁρᾶν τὸ ὁρῶν, ἀλλ’ οὕτως ἐν ταύτῃ ὡς ἐν ταύτης τινί, μήτε τὴν τοῦ ὁρωμένου διάστασιν τὴν ΑΒ ὅλην ὁρᾶσθαι, ἀλλὰ τῷ ταύτης τι. ἀφ’ ἑκατέρας γὰρ διαστάσεως ἀφαιρεθείσης τῆς ΓΒ διαστάσεως ἀναισθήτου οὔσης ἡ καταλειπομένη διάστασις οὐδὲν ἐμειοῦτο, οὔτε ἡ ἐν χρόνῳ καθ’ ἣν ἑώρα οὔτε ἡ ἐν τῷ ὁρατῷ ἥτις ἦν ὁρωμένη. Εἰπὼν δὲ διὰ βραχέων ταῦτα ὑπομιμνήσκει ἡμᾶς πῶς λέγεται τὸ κατ’ ἄλλο ὁρᾶσθαί τι καὶ μὴ πρώτως μηδ’ ἐν χρόνῳ πρώτῳ, ἀλλὰ τῷ τῶν τούτου τινί, δεικνὺς ὅτι τὸ ἐπὶ τῶν δεδειγμένων συμβαῖνον ὅμοιον τούτοις ἐστί. λέγει γάρ· ὥσπερ τὴν γῆν ὁρᾷ ὅλην, ὅτι τοδὶ αὐτῆς, καὶ ἐν τῷ ἐνιαυτῷ βαδίζει, ὅτι ἐν τῷδε τῷ μέρει αὐτοῦ· ὡς γὰρ ἐπὶ τούτων ἔχει, οὕτω γίνεται καὶ ἐπὶ παντὸς χρόνου, ἐν ᾧ τις αἰσθάνεται, καὶ ἐπὶ παντὸς μεγέθους, οὗ τις αἰσθάνεται. ἃ ἐν μέσῳ θεὶς ὧν ἔλαβε συμπερασμάτων διὰ τοῦ οὐκοῦν ἐν ταύτης τινὶ ἢ ταύτης τι, τὴν αἰτίαν ἀποδίδωσι λέγων· ἀλλὰ μὴν ἐν τῷ ΒΓ οὐδὲν αἰσθάνεται. τῷ ἄρα ἐν τούτου τινὶ τοῦ ΑΒ χρόνου αἰσθάνεσθαι ἐν τῷ ΒΓ μορίῳ οὐκ αἰσθάνεται. αἰσθάνοιτο ἂν 〈οὖν〉 ἐν τῷ ΑΒ χρόνῳ οὕτως αἰσθανόμενος, ὅτι ἐν μορίῳ τοῦ χρόνου αἰσθάνεσθαι λέγεται τοῦ ὅλου, οὐχ ὡς ἐν μορίῳ τοῦ χρόνου μορίου τοῦ αἰσθητοῦ αἰσθανόμενος, ἀλλ’ ὡς ἐν τῷ μορίῳ τοῦ ὅλου. δείξας δὲ τοῦτο, τὸ ἑπόμενον καὶ ἐπὶ τοῦ ΑΓ χρόνου, ὃς ἦν μόριον τοῦ χρόνου, ἐν ᾧ ἐδόκει αἰσθανόμενος τοῦ ὅλου ἐν τῷ ὅλῳ αὐτῷ αἰσθάνεσθαι (πάλιν γὰρ ἐπεὶ καὶ ἐν τούτῳ ἐστί τινα ἀναίσθητα μέρη, ἀφαιρεθέντων ἐκείνων 〈ἐν〉 τῷ καταλειπομένῳ μέρει αὐτοῦ ἔσται αἰσθανόμενος, ὥστε οὐκ ἐν τῷ ὅλῳ πρώτως) εἰπών,2 τὸ ἐπὶ πάντων τοῦτο ἔσεσθαι τῶν τε χρόνων καὶ τῶν ὁρωμένων ἐδήλωσεν εἰπών· αἰεὶ γὰρ ἔν τινὶ καὶ τινός, ὅλου δὲ οὐκ ἔστιν αἰσθάνεσθαι. ὃ εἴη ἂν δεικτικὸν τοῦ μήτε χρόνον τινὰ ἔσεσθαι, ἐν ᾧ πρώτως αἰσθησόμεθά τινος, μήτε αἰσθητόν, οὗ πρώτου καὶ ὅλου αἰσθησόμεθα. μὴ ὄντος δὲ τοῦ πρώτως οὐδὲ τὸ κατ’ ἄλλο ἂν εἴη· τὸ γὰρ κατ’ ἄλλο ἀληθές, ὅτι ἔστι τι, ὃ πρῶτον καὶ καθ’ αὑτὸ τοιοῦτόν ἐστιν. Ἢ διὰ τὸ [μὴ] ἔχειν ἐν αὑτῷ αἰσθητά τινα τὸν χρόνον, ἀληθὲς τὸ γίνεσθαι τὴν αἴσθησίν τινος ἐν αὐτῷ τῷ ἐν τούτου τινὶ αἰσθάνεσθαι. εἰ δὲ τοῦτο ἀληθές, ἔσται ἀφαιρεῖν τι ἀεὶ αὐτοῦ καὶ ζητεῖν πῶς ἐν πρώτῳ αὐτῷ αἰσθάνεται, οὐ τὰ ἀναίσθητα τοῦ χρόνου χωρίζοντας, ὅτι μηδὲ οἷόν τε, 〈ἀλλ’〉 ἄλλο μόριόν τι ἀπ’ αὐτοῦ ἀφαιροῦντας, ἐπεὶ ἐφ’ οὗ ἀληθὲς τὸ κατὰ μόριον εἶναί τι, ἀληθὲς ἐπὶ τούτου καὶ τὸ ἀφαιρεῖσθαί τι μόριον, καθ’ ὃ τοιοῦτον τὸ ὅλον. * * * δύναται τὸ ΓΒ ἀπὸ τοῦ ΑΒ χρόνου παντός, ἐν ᾧ τις ἔκειτο αἰσθάνεσθαι, τῷ ἐν μέρει τινὶ αἰσθάνεσθαι αὐτοῦ, ἀφαιρεῖν, οὕτω τὸ ἐν ᾧ οὐκ ᾐσθάνετο αὐτοῦ μέρει· οὐδὲ γὰρ ἔστι τοῦτο ἀποκρίνεσθαι καὶ χωρίζεσθαι.

因此,在扣除了这些之后(再假定这是 ΓΒ),剩余的部分将同样且如同同一事物一般被看见;因为那些不可感觉的部分,即便在与整体在一起时,对于针对它所产生的感觉也未曾做出任何贡献。因此,整个 ΑΒ 不是就其自身而言被看见的,而是由于它的某一部分被看见而被看见的。而这正是所要证明的。但他自己这样说:“因此在这[阴性]的某一部分中,或这[阴性]的某一部分”,以“在这[阴性]的某一部分中”指时间上的延展和连续性,以“这[阴性]的某一部分”指所见之物的延展。因为所证明诸事的结论是:看的主体既不是在整个时间延展 ΑΒ 中看,而是在此中如同在其某一部分中那样看;所见之物的整个延展 ΑΒ 也不是整体被看见,而是由于它的某一部分[被看见]。因为当不可感觉的延展 ΓΒ 从每一种延展中被扣除时,剩余的延展丝毫未见减少,无论看的主体在其中观看的时间延展,还是可见之物中被看见的延展,都未曾减少。 在简短地陈述了这些之后,他提醒我们,某物何以被说成是依据别的事物被看见、而非首要地亦非在首要时间中被看见,而是由于它的某一部分[被看见],从而表明在被证明的事例中所发生的事情与这些是相似的。因为他说:“正如某人看到整个大地,是因为看到了它的这个部分,在一年中行走,是因为在这一年的这个部分中行走”;因为在这些事例中如何,在某人于其中进行感觉的一切时间中、以及在某人所感觉的一切大小中,情况亦复如何。他把这些例子置于通过“因此在这[阴性]的某一部分中,或这[阴性]的某一部分”所获得的诸结论之中间,并给出了原因,说:“然而在 ΒΓ 中确实什么也不曾感觉。”因此,由于在这个时间 ΑΒ 的某一部分中感觉,在部分 ΒΓ 中并不感觉。因此,某人会在时间 ΑΒ 中如此进行感觉而感觉,即他被说成是在时间的一部分中感觉整体,并不是作为在时间的一部分中感觉感觉对象的一部分,而是作为在该部分中[感觉]整体。在表明了这一点、并陈述了对于时间 ΑΓ——这曾是那个感觉整体的人似乎在整个时间自身中感觉的时间的部分——而言所伴随的结论之后(因为反过来,既然在这个[时间]中也存在某些不可感觉的部分,在那些部分被扣除后,他将在其剩余的部分中进行感觉,从而不是首要地在整体中[感觉]),他说:“因为总是处在某物之中且针对某物的一部分,而不可能感觉整体”,以此阐明这对于所有的时间和所见之物都将成立。这表明:既不会有任何我们在其中首要地感觉某物的时间,也不会有任何我们将首要地且作为整体感觉的感觉对象。但如果首要之物不存在,依别的事物之物也就不可能存在;因为依别的事物之所以为真,乃是因为存在着某种首要且就其自身而言即是如此之物。 或者说,正是由于时间自身包含某些可感觉的部分,在其中产生对某物的感知是由于在这一事物的某一部分中感知,这一点才是真的。如果这是真的,就总能从其中扣除某物并探求如何在作为首要的它自身中感知,这不是通过把时间中不可感觉的部分分离出来,因为这根本不可能,而是通过从中扣除某种别的一部分,因为凡是对之而言“依据部分存在”为真的事物,对之而言“扣除某个部分”(整个事物因该部分而成为如此)也同样为真。* * * 能够从设定某人在其中感觉的整个时间 ΑΒ 中扣除 ΓΒ,由于在其某一部分中感觉,从而[扣除]其在其中并未感觉的部分;因为这一部分甚至不可能被离析和分立开来。

语法注2 条
  1. 2.32τῷ τὰ ἀναίσθητα μόρια μηδέ, ὅτε ἦν σὺν τῷ ὅλῳ, συντελεῖν τι εἰς τὴν γινομένην αἴσθησιν αὐτοῦ

    带冠词的不定式短语 τῷ ... συντελεῖν 作表示原因的与格结构,其逻辑主语为宾格的 τὰ ἀναίσθητα μόρια。它解释了前文“剩余部分将同样且如同同一事物一般被看见”这一结论的理由。

  2. 2.32δείξας δὲ τοῦτο, τὸ ἑπόμενον καὶ ἐπὶ τοῦ ΑΓ χρόνου, ὃς ἦν μόριον τοῦ χρόνου, ἐν ᾧ ἐδόκει αἰσθανόμενος τοῦ ὅλου ἐν τῷ ὅλῳ αὐτῷ αἰσθάνεσθαι (πάλιν γὰρ ἐπεὶ καὶ ἐν τούτῳ ἐστί τινα ἀναίσθητα μέρη, ἀφαιρεθέντων ἐκείνων 〈ἐν〉 τῷ καταλειπομένῳ μέρει αὐτοῦ ἔσται αἰσθανόμενος, ὥστε οὐκ ἐν τῷ ὅλῳ πρώτως) εἰπών, τὸ ἐπὶ πάντων τοῦτο ἔσεσθαι τῶν τε χρόνων καὶ τῶν ὁρωμένων ἐδήλωσεν εἰπών·

    这是一个复杂的句式,主要动词 ἐδήλωσεν 前置了两个分词(δείξας 与 εἰπών),随后紧接着引入引文的第二个 εἰπών。由关系从句 ὃς ἦν ... 和原因从句 πάλιν γὰρ ἐπεὶ ... 构成的长插入句详细阐述了紧接在前的时间 ΑΓ 所伴随的归结。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:152.10-154.3